1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

3

ὑποθέσει· Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως. Καὶ ποῦ τοῦτο κατάλληλον τῇ προκειμένῃ ὑποθέσει, φησί; Καὶ σφόδρα μὲν οὖν. Σκόπει δέ· Ἐλύπει λίαν αὐτοὺς καὶ ἐθορύβει τὸ μὴ παραγενέσθαι ἐκεῖ τὸν Ἀπόστολον, καὶ ταῦτα ἐπαγγειλάμενον, ἀλλὰ τὸν ἅπαντα ἐν Μακεδονίᾳ ἀναλῶσαι χρόνον, καὶ δοκεῖν αὐτῶν ἑτέρους προτετιμηκέναι. ∆ιὰ τοῦτο πρὸς τοῦτο ἱστάμενος τὸ θορυβοῦν, λέγει τὴν αἰτίαν δι' ἣν οὐ παρεγένετο· οὐ μὴν ἐξ εὐθείας αὐτὴν τίθησιν, οὐδὲ λέγει, ὅτι Οἶδα μὲν ὑποσχόμενος ἥξειν, ἐπειδὴ δὲ διὰ τὰς θλίψεις ἐνεποδίσθην, σύγγνωτε, καὶ μὴ καταγνῶτέ τινα ὑπεροψίαν ἢ ῥᾳθυμίαν ἡμῶν· ἀλλ' ἑτέρως αὐτὸ καὶ μεγαλοπρεπέστερον καὶ ἀξιοπιστότερον κατασκευάζει, ἐπαίρων τῇ παραμυθίᾳ τὸ πρᾶγμα, ἵνα μηδὲ ἐρωτῶσι λοιπὸν τὴν αἰτίαν, δι' ἣν ὑστέρησε. Καὶ ταυτὸν ποιεῖ, οἷον εἴ τις ἐπαγγειλάμενος ἐλθεῖν πρός τινα ποθούμενον, εἶτα μετὰ μυρίους κινδύνους ἐλθὼν λέγοι· ∆όξα σοι, ὁ Θεὸς, ὅτι μοι τὸ ποθούμενον ἔδειξας πρόσωπον· εὐλογητὸς ὁ Θεὸς, οἵων με κινδύνων ἀπήλλαξας. Ἡ γὰρ δοξολογία αὕτη ἀπολογία γίνεται τῷ μέλλοντι ἐγκαλεῖν, καὶ οὐδὲ ἀφίησι μέμψασθαι τῇ μελλήσει. Ἐρυθριᾷ γὰρ τὸν ἐπὶ τῇ τῶν τοσούτων ἀπαλλαγῇ κακῶν εὐχαριστοῦντα τῷ Θεῷ εἰς δικαστήριον ἕλκειν, καὶ εὐθύνας ἀπαιτεῖν τῆς βραδύτητος. ∆ιὰ τοῦτο καὶ οὕτως ἄρχεται· Εὐλογητὸς ὁ Θεὸς τῶν οἰκτιρμῶν· μεγάλων κινδύνων ἐντεῦθεν ἐπαγωγήν τε καὶ ἀπαλλαγὴν αἰνιττόμενος. Ἐπειδὴ καὶ ὁ ∆αυῒδ οὐχ ὁμοίως αὐτὸν πανταχοῦ καλεῖ, οὐδὲ ἀπὸ τῶν αὐτῶν· ἀλλ' ὅταν μὲν περὶ πολέμου διαλέγηται καὶ νίκης, Ἀγαπήσω σε, Κύριε, ἡ ἰσχύς μου, φησὶ, Κύριος ὑπερασπιστής μου· ὅταν δὲ περὶ θλίψεως ἀπαλλαγῆς καὶ τοῦ ζόφου τοῦ κατεσχηκότος αὐτὸν, Κύριος φωτισμός μου καὶ Σωτήρ μου· καὶ νῦν μὲν ἀπὸ φιλανθρωπίας, νῦν δὲ ἀπὸ δικαιοσύνης, νῦν δὲ ἀπὸ κρίσεως ἀδεκάστου αὐτὸν ὀνομάζει καταλλήλως τοῖς ὑποκειμένοις καιροῖς. Οὕτω δὴ καὶ ὁ Παῦλος ἐνταῦθα ἀρχόμενος, ἀπὸ φιλανθρωπίας αὐτὸν καλεῖ, Ὁ Θεὸς τῶν οἰκτιρμῶν, λέγων· τουτέστιν, ὁ οἰκτιρμοὺς τοσούτους ἐπιδειξάμενος, ὡς ἐξ αὐτῶν ἡμᾶς ἀναγαγεῖν τῶν τοῦ θανάτου πυλῶν. γʹ. Τοῦτο γὰρ μάλιστα ἴδιον Θεοῦ καὶ ἐξαίρετον, 61.386 καὶ τῇ φύσει συγκεκληρωμένον, τὸ οὕτως ἐλεεῖν. ∆ιὰ τοῦτο Θεὸν οἰκτιρμῶν καλεῖ. Σὺ δέ μοι σκόπει κἀντεῦθεν τὴν ταπεινοφροσύνην Παύλου· ὑπὲρ γὰρ τοῦ κηρύγματος κινδυνεύων, οὔ φησι διὰ τὴν ἀξίαν σώζεσθαι, ἀλλὰ διὰ τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ. Ἀλλὰ τοῦτο μὲν ὕστερον σαφέστερόν φησι, νῦν δὲ ἐπάγει λέγων· Ὁ παρακαλῶν ἡμᾶς ἐν πάσῃ θλίψει. Οὐκ εἶπεν, Ὁ μὴ ἐῶν ἡμᾶς θλίβεσθαι, ἀλλ', Ὁ ἐν τῷ θλίβεσθαι παρακαλῶν. Τοῦτο γὰρ καὶ τοῦ Θεοῦ τὴν δύναμιν δείκνυσι, καὶ τῶν θλιβομένων αὔξει τὴν ὑπομονήν· Ἡ γὰρ θλῖψις, φησὶν, ὑπομονὴν κατεργάζεται. Τοῦτο καὶ ὁ προφήτης ἔλεγεν· Ἐν θλίψει ἐπλάτυνάς με. Οὐκ εἶπεν, ὅτι Οὐκ εἴασάς με ἐμπεσεῖν εἰς θλῖψιν, οὐδ' ὅτι Παρήγαγες ταχέως τὴν θλῖψιν, ἀλλ' ὅτι Μενούσης αὐτῆς ἐπλάτυνάς με, τουτέστι, πολλὴν τὴν εὐρυχωρίαν καὶ τὴν ἄνεσιν παρέσχες· ὃ δὴ καὶ ἐπὶ τῶν παίδων τῶν τριῶν γέγονεν. Οὔτε γὰρ ἐκώλυσεν αὐτοὺς ἐμπεσεῖν, οὔτε ἐμπεσόντων, τὴν φλόγα ἔσβεσεν, ἀλλὰ καιομένης τῆς καμίνου, τὴν εὐρυχωρίαν παρέσχε. Τοῦτο καὶ ἀεὶ ποιεῖν εἴωθεν ὁ Θεός· ὅπερ αἰνιττόμενος καὶ ὁ Παῦλος ἔλεγεν· Ὁ παρακαλῶν ἡμᾶς ἐν πάσῃ θλίψει. Καὶ ἕτερον δέ τι διὰ τούτων δείκνυσι. Ποῖον δὴ τοῦτο; Ὅτι οὐχ ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ διηνεκῶς τοῦτο ποιεῖ. Οὐδὲ γὰρ νῦν μὲν παρακαλεῖ, νῦν δὲ ἀφίησιν, ἀλλ' ἀεὶ καὶ διαπαντὸς τοῦτο ἐργάζεται. ∆ιὸ εἶπεν, Ὁ παρακαλῶν, οὐχ, Ὁ παρακαλέσας, καὶ, Ἐν πάσῃ θλίψει, οὐκ, Ἐν τῇδε καὶ τῇδε, ἀλλ', Ἐν πάσῃ· εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει, διὰ τῆς παρακλήσεως ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ. Εἶδες πῶς προανακρούεται τὴν ἀπολογίαν, καὶ μεγάλης θλίψεως ὑπόνοιαν παρέχει τῷ ἀκροατῇ; Καὶ δι' αὐτῶν πάλιν μετριάζει τούτων λέγων, ὅτι καὶ αὐτὸς ὁ οἰκτιρμὸς οὗτος ἐγένετο, οὐ διὰ τὴν αὐτῶν ἀξίαν, ἀλλὰ διὰ τοὺς ὑπ' αὐτῶν ὠφεληθῆναι ὀφείλοντας. ∆ιὰ τοῦτο γὰρ παρεκάλεσεν