1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

4

ἡμᾶς, φησὶν, ἵνα ἡμεῖς ἀλλήλους παρακαλῶμεν. ∆ιὰ τούτου δὲ καὶ τὸ ἀξίωμα δείκνυσι τῶν ἀποστόλων, ἐμφαίνων ὅτι παρακληθεὶς καὶ ἀναπνεύσας, οὐκ ἀναπίπτει καθάπερ ἡμεῖς, ἀλλ' εἰς τὸ ἑτέρους ἀλείφειν πρόεισι καὶ νευροῦν καὶ διεγείρειν. Τινὲς δὲ αὐτὸν καὶ τοῦτο λέγειν φασὶν, ὅτι Ἡ παράκλησις ἡμῶν καὶ ἄλλων παράκλησίς ἐστι. ∆οκεῖ δέ μοι καὶ πρὸς τοὺς ψευδαποστόλους τοὺς εἰκῆ καυχωμένους, καὶ οἴκοι καθημένους καὶ τρυφῶντας, ἀποτείνεσθαι διὰ τοῦ προοιμίου. Ἀλλὰ τοῦτο μὲν αἰνιγματωδῶς, καὶ ὡς ἐν παρέργῳ· τὸ δὲ προηγούμενον τοῦτο ἦν, ἀπολογήσασθαι ὑπὲρ τῆς μελλήσεως. Εἰ γὰρ διὰ τοῦτο παρακαλούμεθα, ἵνα καὶ ἄλλους παρακαλῶμεν, μὴ ἐγκαλῆτε ὡς μὴ παραγενομένοις. Εἰς γὰρ τοῦτο ἅπας ἡμῖν ὁ χρόνος ἐτρίβετο, εἰς τὰς ἐπιβουλὰς, εἰς τὰς ἐπαγωγὰς, εἰς τὸ διαλῦσαι τὰ ἐπιόντα δεινά. Ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτω διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν. Ἵνα γὰρ μὴ καταβάλῃ τοὺς μαθητὰς τῷ σφόδρα ἐπαίρειν τὰς συμφορὰς, δείκνυσι πάλιν πολλὴν τὴν περιουσίαν καὶ τῆς παρακλήσεως οὖσαν, καὶ ἀνίστησιν αὐτῶν τὴν διάνοιαν, οὐ ταύτῃ μόνον, ἀλλὰ καὶ τῷ ἀναμνῆσαι 61.387 τοῦ Χριστοῦ καὶ αὐτοῦ εἰπεῖν εἶναι τὰ παθήματα· καὶ πρὸ τῆς παρακλήσεως ἀπ' αὐτῶν τῶν θλίψεων τὴν παραμυθίαν εἰσάγει. Τί γὰρ ἥδιον τοῦ τῷ Χριστῷ με γίνεσθαι κοινωνὸν, καὶ δι' αὐτὸν ταῦτα πάσχειν; τί ταύτης ἴσον τῆς παρακλήσεως; Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθεν ἐπαίρει τὰ φρονήματα τῶν θλιβομένων. Πόθεν ἑτέρωθεν; Ἀπὸ τοῦ εἰπεῖν, ὅτι Περισσεύει. Οὐ γὰρ εἶπεν, ὅτι Καθὼς ἔπεισιν ἡμῖν τὰ παθήματα τοῦ Χριστοῦ, ἀλλὰ, Καθὼς περισσεύει· δεικνὺς ὅτι οὐ μόνον τὰ ἐκείνου, ἀλλὰ καὶ πλείονα τούτων ὑπομένουσι πάθη. Οὐ γὰρ ὅσα ἔπαθε, φησὶν, ἐπάθομεν πάθη, ἀλλὰ καὶ περισσά. Σκόπει δέ· Ἠλάθη, ἐδιώχθη ὁ Χριστὸς, ἐμαστιγώθη, ἀπέθανεν. Ἀλλ' ἡμεῖς πλέον τούτων, φησίν· ὅπερ καὶ μόνον ἱκανὸν εἰς παραμυθίαν ἀρκέσειε. Ἀλλὰ μηδεὶς τόλμαν καταγινωσκέτω τοῦ λόγου· καὶ γὰρ καὶ ἀλλαχοῦ φησι· Νῦν χαίρω ἐν τοῖς παθήμασί μου, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου. Ἀλλ' οὐδέτερον τόλμης οὐδὲ ἀπονοίας τινός. Καθάπερ γὰρ μείζονα αὐτοῦ εἰργάσαντο σημεῖα (Ὁ γὰρ πιστεύων, φησὶν, εἰς ἐμὲ, μείζονα τούτων ποιήσει), τὸ δὲ πᾶν αὐτοῦ γίνεται τοῦ ἐνεργοῦντος ἐν αὐτοῖς· οὕτω καὶ πλείονα αὐτοῦ ἔπαθον· τὸ δὲ πᾶν αὐτοῦ πάλιν ἐστὶ τοῦ παρακαλοῦντος αὐτοὺς, καὶ παρασκευάζοντος φέρειν τὰ συμπίπτοντα δεινά. δʹ. ∆ιὸ δὴ καὶ ὁ Παῦλος αἰσθόμενος ἡλίκον ἐφθέγξατο, ὅρα πῶς αὐτὸ συστέλλει πάλιν λέγων· Οὕτω διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν· καὶ τὸ πᾶν αὐτῷ ἀνατιθεὶς, καὶ ἀνακηρύττων αὐτοῦ καὶ ἐντεῦθεν τὴν φιλανθρωπίαν. Οὐ γὰρ ὅσον θλιβόμεθα, τοσοῦτον παρακαλούμεθα, φησὶν, ἀλλὰ πολλῷ πλέον. Οὐ γὰρ εἶπεν, Ἀντίῤῥοπος ἡ παράκλησις τῶν παθημάτων, ἀλλὰ, Περισσεύει ἡ παράκλησις· ὡς τὸν καιρὸν τῶν ἀγώνων, ἑτέρων στεφάνων πάλιν εἶναι καιρόν. Τί γὰρ ἴσον, εἰπέ μοι, τοῦ διὰ τὸν Χριστὸν μαστίζεσθαι, καὶ Θεῷ διαλέγεσθαι, καὶ πάντων εἶναι δυνατώτερον, καὶ τῶν ἐλαυνόντων περιγίνεσθαι, καὶ τῇ οἰκουμένῃ ἀχείρωτον εἶναι, καὶ τοιαῦτα προσδοκᾷν ἐντεῦθεν ἀγαθὰ, ἃ μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσε, μήτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη; τί δὲ ἴσον τοῦ θλίβεσθαι δι' εὐσέβειαν, καὶ μυρίων ἀπολαύειν παρὰ τοῦ Θεοῦ παρακλήσεων, καὶ ἁμαρτημάτων ἀπηλλάχθαι τοσούτων, καὶ Πνεύματος καταξιοῦσθαι καὶ ἁγιασμοῦ καὶ δικαιοσύνης, καὶ μηδένα δεδοικέναι καὶ τρέμειν, καὶ πάντων λαμπρότερον φαίνεσθαι ἐν αὐτῷ τῷ κινδυνεύειν; Μὴ δὴ καταπίπτωμεν ἐν τοῖς πειρασμοῖς. Οὐδεὶς γὰρ κοινωνεῖ τῷ Χριστῷ τρυφῶν καὶ καθεύδων καὶ ἀναπίπτων, οὐδεὶς τῶν τὸν ὑγρὸν τοῦτον καὶ διαλελυμένον ζώντων βίον· ἀλλ' ὁ ἐν θλίψει καὶ πειρασμῷ, οὗτος ἐγγὺς ἕστηκεν ἐκείνου, ὁ τὴν στενὴν ὁδεύων ὁδόν. Καὶ γὰρ καὶ αὐτὸς ταύτην ἐβάδισε· διὸ καὶ ἔλεγεν· Ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλῖναι. Μὴ τοίνυν ἄλγει θλιβόμενος, ἐννοῶν τίνι κοινωνεῖς, καὶ πῶς ἐκκαθαίρῃ διὰ τῶν πειρασμῶν, καὶ 61.388 ὅσα κερδαίνεις.