1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

5

Οὐδὲν γάρ ἐστιν ἀνιαρὸν, ἀλλ' ἢ τὸ τῷ Θεῷ προσκρούειν. Τούτου δὲ οὐκ ὄντος, οὐ θλίψεις, οὐκ ἐπιβουλαὶ, οὐκ ἄλλο οὐδὲν δυνατὸν λυπῆσαι τὴν εὖ φρονοῦσαν ψυχήν· ἀλλὰ καθάπερ σπινθῆρα μικρὸν εἰς ἄβυσσον πολλὴν ἐμβαλὼν εὐθέως κατέσβεσας· οὕτω καὶ ἀθυμίας ἁπάσης ὑπερβολὴ εἰς συνειδὸς ἐμπεσοῦσα ἀγαθὸν ἀπόλλυται καὶ ἀφανίζεται ῥᾳδίως. ∆ιὰ δὴ τοῦτο καὶ ὁ Παῦλος ἔχαιρεν ἀεὶ, ἐπειδὴ ἐν τοῖς κατὰ Θεὸν ἐθάῤῥει, καὶ οὐδὲ αἴσθησιν τῶν τοσούτων κακῶν ἐλάμβανεν· ἀλλ' ἤλγει μὲν ὡς ἄνθρωπος, οὐ μὴν κατέπιπτεν. Οὕτω καὶ ὁ πατριάρχης ἐκεῖνος ἐν ἡδονῇ ἦν, πολλὰ παθὼν ὀδυνηρά. Σκόπει δέ· Πατρίδος ἐξέπεσεν, ὁδοιπορίας ὑπέστη μακρὰς καὶ χαλεπὰς, ἐπὶ τῆς ἀλλοτρίας ἐλθὼν οὐδὲ βῆμα εἶχε ποδός. Ἐντεῦθεν πάλιν λιμὸς αὐτὸν διεδέξατο καὶ μετανάστην ἐποίησε, καὶ τὸν λιμὸν διαδέχεται πάλιν ἁρπαγὴ γυναικὸς, καὶ θανάτου φόβος καὶ ἀπαιδία καὶ πόλεμος καὶ κίνδυνοι καὶ ἐπιβουλαὶ, καὶ τὸ τελευταῖον ὁ κολοφὼν τῶν ἄθλων, ἡ τοῦ μονογενοῦς καὶ γνησίου παιδὸς σφαγὴ, ἡ ὀδυνηρὰ ἐκείνη καὶ ἀνήκεστος. Μὴ δὴ γὰρ, ἐπειδὴ εὐκόλως ὑπήκουσε, νομίσῃς αὐτὸν καὶ ἀπαθῶς πάντα ἐκεῖνα ὑφεστηκέναι. Εἰ γὰρ καὶ μυριάκις δίκαιος ἦν, ὥσπερ οὖν καὶ ἦν, ἀλλ' ἄνθρωπος ἦν, καὶ τὰ τῆς φύσεως ἔπασχεν. Ἀλλ' ὅμως οὐδὲν αὐτὸν τούτων κατέβαλεν, ἀλλ' εἱστήκει καθάπερ ἀθλητὴς γενναῖος, καὶ στεφανίτης ἐφ' ἑκάστῳ τούτων ἀνακηρυττόμενος. Οὕτω καὶ ὁ μακάριος Παῦλος νιφάδας πειρασμῶν ὁρῶν καθ' ἑκάστην ἐπιούσας ἡμέραν, ὡς ἐν μέσῳ παραδείσῳ τρυφῶν, οὕτως ἔχαιρε καὶ ἠγάλλετο. Ὥσπερ οὖν ὁ ταύτην χαίρων τὴν χαρὰν οὐκ ἔστιν ἁλώσιμος ἀθυμίᾳ, οὕτως ὁ μὴ ταύτην ἑλόμενος πᾶσίν ἐστιν εὐχείρωτος, καὶ πάσχει ταυτὸν, οἷον εἴ τις ὅπλα ἔχων σαθρὰ, καὶ ὑπὸ τῆς τυχούσης τιτρώσκοιτο πληγῆς. Ἀλλ' οὐχ ὁ καλῶς πάντοθεν περιπεφραγμένος, ἀλλ' ἅπαν ἀκόντιον ἐπιὸν διακρούεται. Καὶ γὰρ ὅπλου παντὸς ἰσχυρότερον ἡ κατὰ Θεὸν ἡδονή· καὶ οὐδὲν τὸν τοιοῦτον ποιῆσαι κατηφῆ καὶ σκυθρωπὸν δύναιτ' ἂν, ἀλλὰ πάντα φέρει γενναίως. Τί γὰρ πυρὸς χεῖρον; τί βασάνων διηνεκῶν ὀδυνηρότερον; Κἂν γὰρ μυρία τις ἀπολέσῃ κτήματα, κἂν παῖδας, κἂν ὁτιοῦν, τοῦτο πάντων τυραννικώτερον εἰς ὀδύνης λόγον ἐστί. ∆έρμα γὰρ, φησὶν, ὑπὲρ δέρματος, καὶ πάντα ὅσα ὑπάρχει ἀνθρώπῳ, δώσει ὑπὲρ τῆς ψυχῆς αὐτοῦ. Καὶ οὐδὲν ἂν γένοιτο ὀδυνῶν χαλεπώτερον. Ἀλλ' ὅμως καὶ τὰ τῇ ἀκοῇ ἀφόρητα, ταῦτα φορητὰ καὶ ποθεινὰ διὰ τὴν κατὰ Θεὸν ἡδονὴν γίνεται. Κἂν ἀγάγῃς τὸν μάρτυρα ἔτι ἐμπνέοντα μικρὸν ἀπὸ τοῦ ξύλου, ἢ ἀπὸ τῶν τηγάνων, τοσαύτην εὑρήσεις τὴν ἀποκειμένην αὐτῷ χαρὰν, ὅσην οὐδὲ εἰπεῖν ἔνι. Καὶ τί πάθω, φησὶν, ὅτι μαρτυρίου καιρὸς οὐ πάρεστι νῦν; Τί φής; οὐ πάρεστι μαρτυρίου καιρός; Οὐδέποτε μὲν οὖν οὗτος ἄπεστιν, ἀλλ' ἀεὶ πρὸ τῶν ὀφθαλμῶν ἐστι τῶν ἡμετέρων, ἐὰν νήφωμεν. Οὐδὲ γὰρ τὸ ἐπὶ ξύλου κρέμασθαι μόνον, τοῦτο ποιεῖ μάρτυρα· ἐπεὶ εἰ τοῦτο ἦν, ἐκτὸς τῶν στεφάνων τούτων 61.389 ὁ Ἰὼβ ἦν. Οὔτε γὰρ δικαστηρίῳ παρέστη, οὔτε δικαστοῦ φωνῆς ἤκουσεν, οὐ δήμιον εἶδεν· οὐ γὰρ ἀνηρτημένος ἐπὶ ξύλου καὶ μετέωρος ὢν, κατεξαίνετο τὰς πλευράς· ἀλλ' ὅμως πολλῶν μαρτύρων χαλεπώτερα ἔπαθε, καὶ αἱ φωναὶ τῶν ἐπαλλήλων ἀγγέλων ἐκείνων πάσης πληγῆς δριμύτερον ἔπληττον καὶ ἐκέντουν πάντοθεν αὐτὸν, καὶ μυρίων δημίων πικρότερον τῶν σκωλήκων ἐκείνων τὰ στόματα πάντοθεν αὐτὸν κατήσθιε. εʹ. Τίνος οὖν οὐκ ἂν ἀντάξιος μάρτυρος οὗτος; Μυρίων μὲν οὖν. Καὶ γὰρ διὰ πάντων καὶ ἐπάλαιε καὶ ἐστεφανοῦτο, διὰ χρημάτων, διὰ παίδων, διὰ σώματος, διὰ γυναικὸς, διὰ φίλων, δι' ἐχθρῶν, δι' οἰκετῶν· καὶ γὰρ καὶ οὗτοι εἰς τὸ πρόσωπον αὐτοῦ ἐνέπτυον· διὰ λιμοῦ, δι' ὀνειράτων, δι' ὀδυνῶν, διὰ δυσωδίας. ∆ιὰ δὴ τοῦτο ἔφην, ὅτι οὐχ ἑνὸς καὶ δύο καὶ τριῶν, ἀλλὰ μυρίων ἀντάξιος ἂν εἴη μαρτύρων. Μετὰ γὰρ τῶν εἰρημένων καὶ ὁ χρόνος πολλὴν δίδωσιν αὐτοῦ τοῖς στεφάνοις προσθήκην· οἷον τὸ πρὸ τοῦ νόμου, πρὸ τῆς χάριτος ταῦτα παθεῖν, καὶ μῆνας πολλοὺς, καὶ πάντα μεθ' ὑπερβολῆς, καὶ τὸ πάντα ὁμοῦ ἐπιθέσθαι αὐτῷ τὰ δεινά· καίτοι καὶ καθ' ἑαυτὸ ἕκαστον αὐτῶν ἀφόρητον, καὶ τὸ δοκοῦν φορητότερον εἶναι, ἡ τῶν χρημάτων ζημία. Πολλοὶ γοῦν