1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

7

τοῦτο σῶμα ἀθανασίαν ἐνδύσεται, καὶ λαμπρότερον τὸν υἱὸν ἀπολήψομαι. Εἰ δὲ λυπεῖ σε τὰ ὁρώμενα, τέως εἰπὲ πρὸς ἑαυτόν· Ἱμάτιον τοῦτό ἐστι, καὶ ἀπεδύσατο, ὥστε αὐτὸ πολυτελέστερον ἀπολαβεῖν· οἰκία αὕτη ἐστὶ, καὶ καθηρέθη, ὥστε γενέσθαι αὐτὴν φαιδροτέραν. Καθάπερ γὰρ ἡμεῖς, ἐπειδὰν μέλλωμεν καθαιρεῖν οἰκίας, οὐκ ἀφίεμεν τοὺς ἔνδον οἰκοῦντας μένειν, ἀλλ' ὥστε ἀπαλλαγῆναι τῆς κόνεως καὶ τοῦ θορύβου, [ἀλλὰ] κελεύσαντες πρὸς βραχὺ μεταστῆναι, ἐπειδὰν κατασκευάσωμεν ἀσφαλὲς τὸ δωμάτιον, τότε αὐτοὺς μετὰ ἀδείας εἰσάγομεν· οὕτω καὶ ὁ Θεὸς ποιεῖ, καθελὼν αὐτοῦ τὴν σαθρὰν σκηνὴν, τέως εἰς τὴν πατρικὴν αὐτὸν ἔλαβεν οἰκίαν καὶ πρὸς ἑαυτὸν, ἵν' ὅταν καθαιρεθῇ αὕτη καὶ οἰκοδομηθῇ, λαμπροτέραν αὐτὴν τότε αὐτῷ ἀποδῷ. Μὴ τοίνυν εἴπῃς, ὅτι Ἀπόλωλε καὶ οὐκέτι ἔσται· καὶ γὰρ ἀπίστων τὰ ῥήματα ταῦτα· ἀλλ' εἰπὲ, Καθεύδει καὶ ἀναστήσεται, ἀπεδήμησε καὶ ἥξει μετὰ τοῦ Βασιλέως. Τίς ταῦτά φησιν; Ὁ τὸν Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα. Εἰ γὰρ πι 61.392 στεύομεν, φησὶν, ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη καὶ ἔζησεν, οὕτως ὁ Θεὸς καὶ τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. Εἰ τοίνυν ζητεῖς τὸν υἱὸν, ἐκεῖ ζήτει ἔνθα ὁ Βασιλεὺς, ἔνθα τὸ τῶν ἀγγέλων στρατόπεδον· μὴ ἐν τῷ τάφῳ μηδὲ ἐν τῇ γῇ, ἵνα μὴ, ἐκείνου τοσοῦτον ὑψωθέντος, αὐτὸς μένῃς ἐπὶ τῆς γῆς συρόμενος. Ἂν τοίνυν οὕτω φιλοσοφῶμεν, πᾶσαν τοιαύτην ὀδύνην εὐκόλως διακρουσόμεθα. Ὁ δὲ Θεὸς τῶν οἰκτιρμῶν καὶ Πατὴρ πάσης παρακλήσεως, παρακαλέσει τὰς καρδίας πάντων ἡμῶν, καὶ τῶν τὰ τοιαῦτα ὀδυνωμένων, καὶ τῶν ἑτέρᾳ λύπῃ κατεχομένων, καὶ ἀθυμίας ἀπαλλαγῆναι δῴη πάσης, καὶ πνευματικὴν καρπώσασθαι χαρὰν, καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτυχεῖν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

61.391 ΟΜΙΛΙΑ Βʹ.

Εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας, τῆς

ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων, ὧν καὶ ἡμεῖς πάσχο μεν· καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν. αʹ. Εἰπὼν μίαν καὶ πρώτην παρακλήσεως καὶ παραμυθίας ἀφορμὴν (αὕτη δὲ ἦν τὸ τῷ Χριστῷ κοινωνεῖν), τίθησι καὶ δευτέραν ταύτην ἥν φησιν. Ἔστι δὲ αὕτη, τὸ αὐτῶν τῶν μαθητευομένων ἐντεῦθεν κατασκευάζεσθαι τὴν σωτηρίαν. Μὴ τοίνυν καταπέσητε, φησὶν, ἐπειδὴ θλιβόμεθα, μηδὲ θορυβηθῆτε καὶ δείσητε· καὶ γὰρ δι' αὐτὸ τοῦτο μᾶλλον ἂν εἴη δίκαιον ὑμᾶς θαῤῥεῖν. Εἰ γὰρ μὴ ἐθλιβόμεθα, πάντας ἂν ὑμᾶς ταῦτα ἀπώλεσε. Πῶς καὶ τίνα τρόπον; Ὅτι εἰ μαλακισθέντες καὶ τὰ δεινὰ δείσαντες, μὴ ἐκηρύξαμεν ὑμῖν τὸν λόγον, ὥστε μαθεῖν τὴν ἀληθῆ γνῶσιν, ἐν ἐσχάτοις ἦν τὰ ὑμέτερα. Εἶδες πάλιν Παύλου τὴν βίαν καὶ τὴν φιλονεικίαν; ἀφ' ὧν ἐθορυβοῦντο, ἀπὸ τούτων αὐτοὺς παραμυθεῖται. Ὅσῳ γὰρ ἂν ἐπιτείνηται τὰ τῶν διωγμῶν τῶν ἡμετέρων, φησὶ, τοσούτῳ μᾶλλον ἐπιδιδόναι δεῖ τὰ τῆς χρηστῆς ἐλπίδος ὑμῖν· ἐπειδὴ καὶ τοσούτῳ μᾶλλον αὔξεται τὰ τῆς σωτηρίας τῆς ὑμετέρας, καὶ τὰ τῆς παρακλήσεως. Τί γὰρ ἴσον εἰς παρακλήσεως λόγον τοῦ τοσούτων ἐπιτυχεῖν ἀγαθῶν διὰ τοῦ κηρύγματος; Εἶτα ἵνα μὴ δόξῃ εἰς ἑαυτὸν μόνον τὸ ἐγκώμιον περιιστᾷν, ὅρα πῶς καὶ ἐκείνους ποιεῖ τῶν ἐπαίνων τούτων κοινωνούς. Εἰπὼν γὰρ, Εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας, ἐπήγαγε, Τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων, ὧν καὶ ἡμεῖς πάσχομεν. Σαφέστερον μὲν οὖν αὐτὸ τίθησιν ὕστερον λέγων οὕτως· ὅτι Ὥσπερ κοινωνοί 61.392 ἐστε τῶν παθημάτων, οὕτω καὶ τῆς παρακλήσεως· ἐνταῦθα δὲ τέως αὐτὸ ᾐνίξατο εἰπὼν, Τῶν αὐτῶν παθημάτων, καὶ κοινώσας τὸν λόγον. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐχ ἡμῶν ἔργον ἡ ὑμετέρα σωτηρία