1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

9

ὥστε κἀντεῦθεν ὑμῖν γενέσθαι τινὰ παραμυθίαν κοινωνοῦσιν ἡμῖν τῆς ἡδονῆς. Καὶ ὅτι τοῦτον λέγει τὸν τρόπον τῆς παρακλήσεως νῦν, ὃν 61.394 ἐκαρποῦτο, οὐ διὰ τοῦ παρακαλεῖσθαι παρ' αὐτῶν μόνον, ἀλλὰ καὶ διὰ τοῦ μανθάνειν αὐτοὺς ἐν ἀνέσει ὄντας, ἄκουσον τῶν ἑξῆς, δι' ὧν αὐτὸ ἐξεκάλυψεν εἰπών· Εἰδότες ὅτι ὥσπερ κοινωνοί ἐστε τῶν παθημάτων, οὕτω καὶ τῆς παρακλήσεως. Ὥσπερ γὰρ διωκομένων ἡμῶν ἀλγεῖτε, ὡς αὐτοὶ τοῦτο πάσχοντες· οὕτως ἴσμεν ὅτι καὶ παρακαλουμένων, αὐτοὶ τούτων παραπολαύειν νομίζετε. Τί ταύτης ταπεινοφρονέστερον τῆς ψυχῆς; ὃς ἐν μὲν τοῖς κινδύνοις τοσοῦτον πλεονεκτῶν, κοινωνοὺς καλεῖ τοὺς οὐδὲ τὸ πολλοστὸν αὐτῶν ὑπομένοντας· ἐν δὲ τῇ παρακλήσει τὴν αἰτίαν ἅπασαν ἐκείνοις λογίζεται, οὐ τοῖς οἰκείοις πόνοις. Εἶτα, ἐπειδὴ περὶ θλίψεων ἀδιορίστως ἔλεγε, λέγει λοιπὸν καὶ τὸν τόπον, καθ' ὃν ταῦτα ὑπέμενον· Οὐ γὰρ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ. Ταῦτα δὲ λέγομεν, φησὶν, ἵνα μὴ ἀγνοῆτε τὰ συμβάντα ἡμῖν. Καὶ γὰρ βουλόμεθα ὑμᾶς εἰδέναι τὰ ἡμέτερα, καὶ σφόδρα τοῦτο ἐσπουδάκαμεν· ὅπερ μέγιστον ἀγάπης σημεῖόν ἐστι. Τοῦτο δὲ καὶ ἐν τῇ προτέρᾳ ἦν Ἐπιστολῇ προμηνύσας, καὶ εἰπὼν, ὅτι Θύρα γάρ μοι ἀνέῳγε μεγάλη καὶ ἐνεργὴς, καὶ οἱ ἀντικείμενοι πολλοὶ ἐν τῇ Ἐφέσῳ. Ἐκείνων οὖν αὐτοὺς ἀναμιμνήσκων, καὶ διηγούμενος ὅσα ἔπαθε, φησίν· Οὐ θέλω ὑμᾶς ἀγνοεῖν ὑπὲρ τῆς θλίψεως τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ. Τοῦτο δὲ καὶ Ἐφεσίοις ἐπιστέλλων ἔλεγε· Τυχικὸν γὰρ ἀποστείλας πρὸς αὐτοὺς, ταύτην ἔφη τῆς ἀποδημίας εἶναι τὴν αἰτίαν αὐτῷ· διὸ καὶ ἔλεγεν· Ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατ' ἐμὲ, τί πράσσω, πάντα ὑμῖν γνωρίσει Τυχικὸς, ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν Κυρίῳ, ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν. Καὶ ἐν ἄλλαις δὲ Ἐπιστολαῖς αὐτὸ τοῦτο ποιεῖ. Καὶ οὐκ ἔστι παρέλκον, ἀλλὰ καὶ σφόδρα ἀναγκαῖον· τοῦτο μὲν διὰ τὴν ἀγάπην, ἣν σφόδρα περὶ τοὺς μαθητὰς εἶχε, τοῦτο δὲ διὰ τοὺς συνεχεῖς πειρασμοὺς, ἐν οἷς μεγίστη ἦν παραμυθία τὸ τὰ ἀλλήλων εἰδέναι, ὥστε καὶ λυπηρῶν ὄντων παρασκευάζεσθαι καὶ ἐναγωνίους εἶναι καὶ ἀσφαλεστέρους, καὶ χρηστῶν ὄντων συνήδεσθαι. Ἐνταῦθα μέντοι καὶ ἀπαλλαγὴν καὶ ἐπαγωγὴν μηνύει πειρασμῶν λέγων· Ὅτι καθ' ὑπερβολὴν ἐβαρήθημεν ὑπὲρ δύναμιν· καθάπερ φορτίῳ τινὶ μεγάλῳ βαπτιζόμενον πλοῖον. Καὶ δοκεῖ μὲν ἕν τι εἰρηκέναι, εἰπὼν, Καθ' ὑπερβολὴν, καὶ, Ὑπὲρ δύναμιν· οὐκ ἔστι δὲ ἓν, ἀλλὰ δύο ταῦτα. Ἵνα γὰρ μή τις λέγῃ, Τί γὰρ, εἰ καθ' ὑπερβολὴν μὲν ὁ κίνδυνος ἦν, ὑμῖν δὲ οὐ μέγας ἦν; ἐπήγαγεν, ὅτι Καὶ μέγας ἦν καὶ τὴν δύναμιν ἐνίκα τὴν ἡμετέραν, καὶ οὕτως ἐνίκα, ὡς ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῇν, τουτέστι, μηδὲ προσδοκῆσαι λοιπὸν ἡμᾶς ζῇν. Ὅπερ ὁ ∆αυῒδ πύλας ᾅδου καλεῖ, καὶ ὠδῖνας καὶ σκιὰν θανάτου, τοῦτο δὴ καὶ αὐτός φησιν, ὅτι Κίνδυνον ὑπεμείναμεν πάντως θάνατον τί 61.395 κτοντα. Ἀλλ' αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, ἀλλ' ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς. Τί ἐστι, Τὸ ἀπόκριμα τοῦ θανάτου; Τὴν ψῆφον, τὴν κρίσιν, τὴν προσδοκίαν. Τοιαύτην γὰρ ἠφίει τὰ πράγματα φωνὴν, τοιαύτην ἀπόκρισιν ἐδίδου τὰ συμβάντα, ὅτι ἀποθανούμεθα πάντως. Οὐ μὴν μέχρι τῆς πείρας ἐξέβη τοῦτο, ἀλλὰ μέχρι τῆς ὑπονοίας ἔστη τῆς ἡμετέρας. Ἡ μὲν γὰρ τῶν πραγμάτων φύσις τοῦτο ἀπεφήνατο· ἡ δὲ τοῦ Θεοῦ δύναμις οὐκ ἀφῆκε τὴν ἀπόφασιν εἰς ἔργον ἐξελθεῖν, ἀλλ' ἐν τῇ διανοίᾳ μόνῃ τῇ ἡμετέρᾳ καὶ ἐν τῇ προσδοκίᾳ τοῦτο συμβῆναι συνεχώρησε· διό φησιν· Ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, οὐκ ἐν τῇ πείρᾳ. Καὶ τίνος ἕνεκεν συνεχώρησε τοσοῦτον κίνδυνον, ὡς ἀπελπίσαι ἡμᾶς καὶ ἀπογνῶναι; Ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, φησὶν, ἀλλ' ἐπὶ τῷ Θεῷ. γʹ. Ταῦτα δὲ ἔλεγεν ὁ Παῦλος, οὐκ ἐπειδὴ αὐτὸς οὕτω διέκειτο, ἄπαγε, ἀλλὰ τοὺς ἄλλους ἐν τοῖς περὶ αὐτοῦ λεγομένοις ῥυθμίζων, ἅμα δὲ καὶ μετριάζειν ἐσπουδακώς· ἐπεὶ καὶ προϊών φησιν· Ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, τοὺς πειρασμοὺς λέγων, ἵνα μὴ ὑπεραίρωμαι. Καίτοι ὁ