1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

10

Θεὸς οὐ διὰ τοῦτό φησιν αὐτοὺς συγκεχωρηκέναι, ἀλλὰ δι' ἑτέραν αἰτίαν. Ποίαν δὴ ταύτην; Ἵνα ἡ δύναμις αὐτοῦ διαλάμψῃ μειζόνως· Ἀρκεῖ γάρ σοι, φησὶν, ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ἀλλ' ὅπερ ἔφην, οὐδαμοῦ ἐπιλανθάνεται τοῦ οἰκείου ἤθους, ἐν τοῖς σφόδρα καταδεεστέροις ἑαυτὸν ἀριθμῶν, καίτοι πολλῆς δεομένοις παιδαγωγίας καὶ διορθώσεως. Εἰ γὰρ καὶ τοὺς τυχόντας εἷς καὶ δεύτερος πειρασμὸς ἱκανὸς ἐπελθὼν σωφρονίσαι· πῶς ἐκεῖνος ὁ πάντων ἀνθρώπων μάλιστα ταπεινοφροσύνην ἀσκήσας διὰ παντὸς τοῦ βίου, καὶ τοσαῦτα παθὼν ὡς μηδεὶς ἀνθρώπων, μετὰ τοσαῦτα ἔτη καὶ φιλοσοφίαν τῶν οὐρανῶν ἀξίαν, ταύτης ἐδεῖτο τῆς νουθεσίας; Ὅθεν δῆλον ὅτι καὶ μετριάζων ἐνταῦθα, καὶ τοὺς ἐφ' ἑαυτοῖς μέγα φρονοῦντας καὶ ἀλαζονευομένους καταστέλλων λέγει· Ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, ἀλλ' ἐπὶ τῷ Θεῷ. Καὶ ὅρα πῶς αὐτοὺς καὶ ταύτῃ θεραπεύει. Οἱ μὲν γὰρ πειρασμοὶ, φησὶ, δι' ὑμᾶς ἡμῖν ἐπενεχθῆναι συνεχωρήθησαν· τοσούτου τιμᾶται ὑμᾶς ὁ Θεός· Εἴτε γὰρ θλιβόμεθα, φησὶν, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας· ἡ δὲ ὑπερβολὴ δι' ἡμᾶς, ἵνα μὴ μέγα φρονῶμεν· Καθ' ὑπερβολὴν γὰρ ἐβαρήθημεν καὶ ὑπὲρ δύναμιν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, ἀλλ' ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς. Πάλιν τοῦ περὶ ἀναστάσεως ἀναμιμνήσκει λόγου, ὑπὲρ οὗ τοσαῦτα εἶπεν ἐν τῇ προτέρᾳ Ἐπιστολῇ, καὶ ἀπὸ τῶν παρόντων αὐτὴν βε 61.396 βαιῶν· διὸ καὶ ἐπήγαγεν· Ὃς ἐκ τηλικούτων θανάτων ἐῤῥύσατο ἡμᾶς. Οὐκ εἶπεν, Ἐκ τοσούτων κινδύνων, ὁμοῦ μὲν δεικνὺς τὸ ἀφόρητον τῶν πειρασμῶν, ὁμοῦ δὲ ἐκεῖνον, ὅνπερ ἔφην, πιστούμενος τὸν λόγον. Ἐπειδὴ γὰρ μέλλον πρᾶγμα ἡ ἀνάστασις ἦν, δείκνυσιν ὅτι τοῦτο καθ' ἑκάστην γίνεται τὴν ἡμέραν. Ὅταν γὰρ ἄνθρωπον ἀπογνωσθέντα, καὶ πρὸς αὐτὰς ἐλθόντα τοῦ ᾅδου τὰς πύλας ἀνελκύσῃ, οὐδὲν ἕτερον ἢ ἀνάστασιν ἐπιδείκνυται, ἀπ' αὐτοῦ τοῦ στόματος ἀνασπῶν τοῦ θανάτου τὸν ἐμπεσόντα. ∆ιὸ καὶ τοῖς πολλοῖς ἐπὶ τῶν ἀπογνωσθέντων, εἶτα ἀνενεγκόντων ἐξ ἀῤῥωστίας χαλεπῆς, ἢ ἐκ πειρασμῶν ἀφορήτων, ἔθος τοῦτο λέγειν· Ἀνάστασιν νεκρῶν ἑωράκαμεν ἐπὶ τοῦδε. Ἠλπίκαμεν δὲ ὅτι καὶ ἔτι ῥύσεται, συνυπουργούντων καὶ ὑμῶν τῇ δεήσει ὑπὲρ ἡμῶν· ἵνα ἐν πολλῷ προσώπῳ τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν. Ἐπειδὴ τὸ, Ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, κοινὸν ἐδόκει εἶναι ἔγκλημα καὶ κατηγορία καὶ ἐκείνων ἐνίους αἰνιττομένη, παραμυθεῖται πάλιν τὸ εἰρημένον, τὰς εὐχὰς τὰς ἐκείνων ἀντὶ προστασίας μεγάλης καλῶν καὶ δεικνὺς ἅμα, ὅτι διαπαντὸς ἐναγώνιον εἶναι χρὴ τὸν βίον τὸν ἡμέτερον. Τῷ γὰρ εἰπεῖν, Ἠλπίκαμεν δὲ ὅτι καὶ ῥύσεται, πολλῶν προαναφωνεῖ πειρασμῶν νιφάδας, οὐ μὴν ἐγκατάλειψιν οὐδαμοῦ, ἀλλὰ βοήθειαν πάλιν καὶ συμμαχίαν. Εἶτα, ἵνα μὴ, ἀκούοντες ὅτι διηνεκῶς μέλλουσι κινδυνεύειν, καταπέσωσιν, ἔδειξε πρότερον τῶν κινδύνων τὸ ὄφελος, οἷον τὸ, Ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς· τουτέστιν, Ἵνα ἐν διηνεκεῖ ταπεινοφροσύνῃ κατέχῃ ἡμᾶς· καὶ ἵνα ἡ σωτηρία αὐτῶν ἐνεργῆται, καὶ ἕτερα γοῦν πλείονα· τὸ τῷ Χριστῷ κοινωνεῖν· Περισσεύει γὰρ, φησὶ, τὰ παθήματα τοῦ Χριστοῦ ἐν ἡμῖν· τὸ ὑπὲρ τῶν πιστῶν πάσχειν· Εἴτε γὰρ, φησὶ, θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας· τὸ καὶ αὐτὴν ταύτην διαλάμπειν μειζόνως· Τῆς ἐνεργουμένης γὰρ, φησὶν, ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων· τὸ καρτερικοὺς γίνεσθαι· καὶ ἔτι πρὸς τούτοις, τὸ τὴν ἀνάστασιν ὁρᾷν πρὸ τῶν ὀφθαλμῶν διαλάμπουσαν· Ἐκ τηλικούτων γὰρ θανάτων ἐῤῥύσατο ἡμᾶς· τὸ ἐναγωνίους εἶναι καὶ πρὸς αὐτὸν διηνεκῶς ὁρᾷν· Ἠλπίκαμεν γὰρ, φησὶν, ὅτι καὶ ῥύσεται· τὸ εὐχαῖς προσηλῶσθαι· Συνυπουργούντων γὰρ, φησὶ, καὶ ὑμῶν τῇ δεήσει ὑπὲρ ἡμῶν. ∆είξας τοίνυν τὸ κέρδος τῶν θλίψεων, εἶτα ἐναγωνίους ποιήσας, ἀλείφει πάλιν αὐτῶν τὰ φρονήματα, καὶ προθυμοτέρους εἰς ἀρετὴν ποιεῖ, μεγάλα αὐτῶν μαρτυρῶν ταῖς εὐχαῖς, εἴ γε ταύταις Παῦλον ἐχαρίσαντο· Συνυπουργούντων γὰρ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει, φησί. Τί δέ ἐστιν, Ἵνα ἐν πολλῷ προσώπῳ τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν; Ἐῤῥύσατο ἡμᾶς ἐκ τῶν θανάτων ἐκείνων,