1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

11

συνυπουργούντων καὶ ὑμῶν τῇ δεήσει, φησί· τουτέστιν, Εὐχομένων πάντων ὑμῶν ὑπὲρ ἡμῶν. Τὸ γὰρ εἰς ἡμᾶς χάρισμα, τουτέστι, τὴν σωτηρίαν τὴν ἡμε 61.397 τέραν ἐβουλήθη πᾶσιν ὑμῖν χαρίσασθαι, ἵνα τὰ πολλὰ πρόσωπα αὐτῷ εὐχαριστήσῃ, ἐπειδὴ καὶ τὰ πολλὰ τὴν χάριν ἔλαβε. δʹ. Ταῦτα δὲ ἔλεγεν, ὁμοῦ μὲν καὶ εἰς τὰς ὑπὲρ ἑτέρων εὐχὰς αὐτοὺς διεγείρων, ὁμοῦ δὲ ἐθίζων καὶ ὑπὲρ ὧν ἂν ἕτεροι πάθωσιν, εὐχαριστεῖν ἀεὶ τῷ Θεῷ, δεικνὺς ὅτι μάλιστα τοῦτο βούλεται καὶ αὐτός. Οἱ γὰρ μελετήσαντες ὑπὲρ ἑτέρων ταῦτα ποιεῖν, πολλῷ μᾶλλον ὑπὲρ ἑαυτῶν ἐπιδείξονται ταῦτα ἀμφότερα. Πρὸς δὲ τούτοις, καὶ ταπεινοφροσύνην αὐτοὺς διδάσκει, καὶ εἰς ἀγάπην ἄγει θερμοτέραν. Εἰ γὰρ αὐτὸς ὁ τοσοῦτον αὐτῶν ὑψηλότερος ὢν, ἐκ τῶν εὐχῶν ἐκείνων σεσῶσθαί φησι, καὶ χάρισμα αὐτῶν ταῖς δεήσεσι δεδόσθαι αὐτῷ παρὰ τοῦ Θεοῦ, ἐννόησον πῶς ἐκείνους ἔδει διακεῖσθαι καὶ μετριάζειν. Σὺ δέ μοι κἀκεῖνο σκόπει, ὅτι κἂν ἀπὸ οἰκτιρμῶν ὁ Θεός τι ποιῇ, μεγάλα ἐνταῦθα καὶ ἡ εὐχὴ συμβάλλεται. Ἀρχόμενος μὲν γὰρ, τοῖς οἰκτιρμοῖς αὐτοῦ τὴν σωτηρίαν ἐλογίσατο· Ὁ Θεὸς γὰρ, φησὶ, τῶν οἰκτιρμῶν, αὐτὸς ἡμᾶς ἐῤῥύσατο· ἐνταῦθα δὲ καὶ ταῖς εὐχαῖς· ἐπεὶ κἀκεῖνον τὸν τὰ μύρια ὀφείλοντα τάλαντα, μετὰ τὸ προσπεσεῖν ἠλέησε, καίτοι γε εἴρηται, ὅτι Σπλαγχνισθεὶς ἀπέλυσεν αὐτόν· καὶ τῇ Χαναναίᾳ δὲ μετὰ τὴν πολλὴν προσεδρίαν ἐκείνην καὶ καρτερίαν τότε ἐχαρίσατο τῆς θυγατρὸς τὴν σωτηρίαν, καίτοι γε ἀπὸ ἐλέου αὐτὴν ἔσωσεν. Ἀπὸ τούτου τοίνυν μανθάνομεν, ὅτι κἂν ἐλεεῖσθαι μέλλωμεν, ἀξίους τοῦ ἐλέου πρότερον παρέχειν ἡμᾶς ἑαυτοὺς χρή. Κἂν γὰρ ἔλεος ᾖ, τοὺς ἀξίους ἐπιζητεῖ· οὐ γὰρ ἁπλῶς ἔπεισιν ἅπασι, καὶ τοῖς ἀναισθήτως διακειμένοις· Ἐλεήσω γὰρ, φησὶν, ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω, ὃν ἂν οἰκτείρω. Ὅρα γοῦν καὶ ἐνταῦθα τί φησι· Συνυπουργούντων καὶ ὑμῶν τῇ δεήσει. Καὶ οὔτε τὸ πᾶν αὐτοῖς ἔδωκεν, ἵνα μὴ αὐτοὺς ἐπάρῃ, οὔτε πάντη ἠλλοτρίωσεν αὐτοὺς τοῦ κατορθώματος, ἵνα προτρέψῃ καὶ προθυμοτέρους ἐργάσηται καὶ συναγάγῃ πρὸς ἀλλήλους αὐτούς. ∆ιὸ καὶ ἔλεγεν, ὅτι Ὑμῖν ἐχαρίσατό μου τὴν σωτηρίαν. Καὶ γὰρ καὶ πλῆθος δυσωπεῖται πολλάκις ὁ Θεὸς ὁμονοοῦν καὶ συμφωνοῦν εἰς εὐχήν· διὸ καὶ πρὸς τὸν προφήτην ἔλεγεν· Ἐγὼ δὲ οὐ φείσομαι τῆς πόλεως ταύτης, ἐν ᾗ κατοικοῦσι πλείους ἢ δώδεκα μυριάδες ἀνθρώπων; Εἶτα ἵνα μὴ νομίσῃς, ὅτι πλῆθος αἰδεῖται μόνον, φησίν· Ἐὰν ᾖ ὁ ἀριθμὸς τοῦ Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται. Πῶς οὖν Νινευΐτας ἔσωσεν; Ὅτι οὐ πλῆθος μόνον ἦν, ἀλλὰ πλῆθος μετὰ ἀρετῆς· μετενόησε γὰρ ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς. Καὶ σώζων δὲ αὐτοὺς ἔλεγεν, ὅτι Οὐκ ἔγνωσαν δεξιὰν ἢ ἀριστεράν. Ὅθεν δῆλον, ὅτι καὶ τὰ πρότερα ἐξ ἀφελείας μᾶλλον ἔπταιον, ἢ πονηρίας· καὶ δῆλον, ἐξ ὧν μετεβάλλοντο, ὀλίγων ῥημάτων ἀκούσαντες. Εἰ δὲ τὸ δώδεκα μυριάδας εἶναι μόνον ἴσχυσεν εἰς τὸ σῶσαι αὐτοὺς, τί καὶ πρὸ τούτου αὐτοὺς σωθῆναι ἐκώλυσε; Καὶ τίνος ἕνεκεν οὐκ εἶπε πρὸς αὐτὸν, Ἐγὼ δὲ οὐ φείσομαι τῆς πόλεως ταύτης τῆς οὕτω μεταβαλλο 61.398 μένης; ἀλλὰ τὰς μυριάδας παράγει; Ἐκ περιουσίας καὶ τοῦτο τιθείς. Τὸ μὲν γὰρ ἦν δῆλον, ἡ μεταβολή· ὁ δὲ ἀριθμὸς καὶ ἡ ἀφέλεια, ἄδηλα τῷ προφήτῃ. Πάντοθεν τοίνυν αὐτοὺς καταμαλάξαι βούλεται· ἰσχύει γὰρ καὶ πλῆθος, ὅταν καὶ ἀρετὴ ᾖ. Τοῦτο γοῦν καὶ ἀλλαχοῦ δηλοῖ λέγουσα ἡ Γραφή· Προσευχὴ δὲ ἦν ἐκτενὴς ὑπὸ τῆς Ἐκκλησίας πρὸς τὸν Θεὸν γινομένη ὑπὲρ αὐτοῦ· καὶ τοσοῦτον ἴσχυσεν, ὡς, κεκλεισμένων τῶν θυρῶν, καὶ ἁλύσεων ἐπικειμένων, καὶ φυλάκων ἑκατέρωθεν παρακαθευδόντων, ἐξαγαγεῖν τὸν Ἀπόστολον καὶ ἀπαλλάξαι πάντων ἐκείνων. Ἀλλ' ὥσπερ, ἀρετῆς οὔσης, μέγα δύναται· οὕτω, κακίας οὔσης, οὐδὲν ὀνίνησι τὸ πλῆθος. Καὶ γὰρ οἱ Ἰσραηλῖται, περὶ ὧν φησιν, ὅτι ὁ ἀριθμὸς αὐτῶν ἦν ὡς ἡ ἄμμος τῆς θαλάσσης, πάντες ἀπώλοντο· καὶ οἱ ἐπὶ Νῶε δὲ πολλοὶ καὶ ἄπειροι ἦσαν, καὶ οὐδὲν αὐτοὺς τοῦτο ὤνησε· καθ' ἑαυτὸ γὰρ οὐδὲν δύναται πλῆθος, ἀλλ' ἐν προσθήκης μέρει. Σπουδάζωμεν οὖν συνιέναι ἐν ταῖς δεήσεσι, καὶ ὑπὲρ ἀλλήλων εὐχώμεθα, καθάπερ ὑπὲρ τῶν ἀποστόλων ἐκεῖνοι. Καὶ γὰρ ἐντολὴν πληροῦμεν, καὶ εἰς ἀγάπην