1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

12

ἀλειφόμεθα· ὅταν δὲ ἀγάπην εἴπω, πάντα λέγω τὰ ἀγαθά· καὶ εὐχαριστεῖν σπουδαιότερον μανθάνωμεν. Οἱ γὰρ ὑπὲρ τῶν ἀλλοτρίων εὐχαριστοῦντες, πολλῷ μᾶλλον ὑπὲρ τῶν ἰδίων. Τοῦτο καὶ ὁ ∆αυῒδ ἐποίει λέγων· Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοὶ, καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό· τοῦτο καὶ ὁ Ἀπόστολος πανταχοῦ ζητεῖ· τοῦτο καὶ ἡμεῖς ἐργαζώμεθα, καὶ εἰς πάντας τοῦ Θεοῦ τὴν εὐεργεσίαν ἐκφέρωμεν, ἵνα κοινωνοὺς λάβωμεν τῆς εὐφημίας. Εἰ γὰρ παρὰ ἀνθρώπων τι παθόντες ἀγαθὸν, ὅταν ἀνακηρύξωμεν, προθυμοτέρους αὐτοὺς ποιοῦμεν· πολλῷ μᾶλλον τοῦ Θεοῦ τὰς εὐεργεσίας ἀναγορεύοντες, εἰς πλείονα αὐτὸν ἐπισπασόμεθα εὔνοιαν. Καὶ εἰ παρὰ ἀνθρώπων εὐεργετηθέντες, καὶ ἄλλους διεγείρομεν εἰς τὴν κοινωνίαν τῆς εὐχαριστίας· πολλῷ μᾶλλον τῷ Θεῷ πολλοὺς προσάγειν χρὴ τοὺς ὑπὲρ ἡμῶν εὐχαριστήσοντας. Εἰ γὰρ Παῦλος τοῦτο ποιεῖ, τοσαύτην ἔχων τὴν παῤῥησίαν, πολλῷ μᾶλλον ἡμᾶς ἀναγκαῖον τοῦτο ποιεῖν. εʹ. Παρακαλῶμεν τοίνυν τοὺς ἁγίους ὑπὲρ ἡμῶν εὐχαριστεῖν, καὶ αὐτοὶ ὑπὲρ ἀλλήλων τοῦτο ποιῶμεν. Τοῦτο ἱερέων μάλιστά ἐστι κατόρθωμα, ἐπειδὴ μέγιστον ἀγαθόν. Προσιόντες γὰρ, πρότερον ὑπὲρ τῆς οἰκουμένης καὶ τῶν κοινῶν εὐχαριστοῦμεν ἀγαθῶν. Εἰ γὰρ καὶ κοιναὶ αἱ εὐεργεσίαι τοῦ Θεοῦ, ἀλλὰ καὶ σὺ ἐν τῷ κοινῷ ἐσώθης. Ὥστε καὶ ὑπὲρ τῆς ἰδίας κοινὴν ὀφείλεις χάριν, καὶ ὑπὲρ τῆς κοινῆς ἰδιάζουσαν δίκαιος ἂν εἴης ἀναφέρειν εὐφημίαν. Καὶ γὰρ τὸν ἥλιον ἀνῆψεν οὐ σοὶ μόνῳ, ἀλλὰ καὶ τῷ κοινῷ· ἀλλ' ὅμως ἐν τῷ μέρει τὸ ὅλον ἔχεις· καὶ γὰρ τοσοῦτος γέγονε διὰ τὸ κοινόν· καὶ ὁρᾷς σὺ μόνος τοσοῦτον, ὅσον εἶδον πάντες ἄνθρωποι. Ὥστε τοσαύτην ὀφείλεις εὐχαριστίαν, ὅσην ἅπαντες· καὶ ὑπὲρ τῶν κοινῶν εὐχαριστεῖν ἂν εἴης δίκαιος, καὶ ὑπὲρ τῆς ἑτέρων ἀρετῆς. Πολλὰ γὰρ καὶ δι' ἄλλους πάσχομεν καλῶς. Καὶ γὰρ εἰ δέκα μόνον ἐν Σοδόμοις εὑρέθησαν δίκαιοι, οὐκ ἂν ἔπαθον, ἅπερ ἔπαθον. Ὥστε καὶ ὑπὲρ τῆς 61.399 ἑτέρων παῤῥησίας εὐχαριστῶμεν. Καὶ γὰρ ἀρχαῖος οὗτος ὁ νόμος ἐστὶν, ἄνωθεν ἐν τῇ Ἐκκλησίᾳ πεφυτευμένος. Οὕτω καὶ Παῦλος εὐχαριστεῖ ὑπὲρ Ῥωμαίων, ὑπὲρ Κορινθίων, ὑπὲρ τῆς οἰκουμένης ἁπάσης. Καὶ μή μοι λέγε· Οὐκ ἔστιν ἐμὸν τὸ κατόρθωμα. Κἂν γὰρ μὴ σὸν ᾖ, καὶ οὕτως εὐχαριστεῖν ὀφείλεις, ὅτι τὸ μέλος σου τοιοῦτόν ἐστιν. Ἄλλως δὲ καὶ σὸν αὐτὸ ποιεῖς διὰ τῆς εὐφημίας, καὶ κοινωνεῖς τῶν στεφάνων, καὶ λήψῃ καὶ αὐτὸς τὸ χάρισμα. ∆ιά τοι τοῦτο καὶ τὰς εὐχὰς οὕτω γίνεσθαι κελεύουσιν οἱ τῆς Ἐκκλησίας νόμοι, οὐ τὰς ὑπὲρ τῶν πιστῶν μόνον, ἀλλὰ καὶ τὰς ὑπὲρ τῶν κατηχουμένων. Τοὺς γὰρ πιστοὺς ὁ νόμος διεγείρει πρὸς τὴν τῶν ἀμυήτων ἱκετηρίαν. Ὅταν γὰρ ὁ διάκονος λέγῃ, Ὑπὲρ τῶν κατηχουμένων ἐκτενῶς δεηθῶμεν, οὐδὲν ἄλλο ἢ τὸν δῆμον ἅπαντα τῶν πιστῶν διανίστησιν εἰς τὰς ὑπὲρ ἐκείνων εὐχάς. Καίτοι γε ἀλλότριοι τέως εἰσὶν οἱ κατηχούμενοι. Οὐδέπω γὰρ τοῦ σώματός εἰσι τοῦ Χριστοῦ, οὐδέπω μυστηρίων ἐκοινώνησαν, ἀλλ' ἔτι διῃρημένοι τυγχάνουσι τῆς ἀγέλης τῆς πνευματικῆς. Εἰ δὲ ὑπὲρ τούτων παρακαλεῖν δεῖ, πολλῷ μᾶλλον ὑπὲρ τῶν μελῶν τῶν ἡμετέρων. ∆ιὰ γὰρ τοῦτο καὶ, Ἐκτενῶς, φησὶ, δεηθῶμεν, ἵνα μὴ ὡς ἀλλοτρίους ἀποποιήσῃ, ἵνα μὴ ὡς ξένους ἀγνοήσῃ. Οὐδέπω γὰρ εὐχὴν ἔχουσι τὴν νενομισμένην καὶ εἰσενεχθεῖσαν ὑπὸ τοῦ Χριστοῦ· οὐδέπω παῤῥησίαν κέκτηνται, ἀλλ' ἑτέρων δέονται τῶν μυσταγωγηθέντων. Ἔξω γὰρ τῶν βασιλικῶν ἑστήκασιν αὐλῶν, πόῤῥω τῶν ἱερῶν περιβόλων. ∆ιὰ τοῦτο καὶ ἀπελαύνονται, τῶν φρικτῶν εὐχῶν ἐκείνων γινομένων. ∆ιὰ τοῦτο καὶ σὲ παρακαλεῖ δεῖσθαι ὑπὲρ αὐτῶν, ἵνα μέλη γένωνται σὰ, ἵνα μὴ ἔτι ὦσι ξένοι καὶ ἠλλοτριωμένοι. Τὸ γὰρ, ∆εηθῶμεν, οὐ τοῖς ἱερεῦσι λέγεται μόνον, ἀλλὰ καὶ τοῖς εἰς τὸν λαὸν συντελοῦσιν. Ὅταν γὰρ εἴπῃ, Στῶμεν καλῶς, δεηθῶμεν, πάντας, εἰς τὴν εὐχὴν παρακαλεῖ. Εἶτα ἀρχόμενος τῆς εὐχῆς φησιν· Ἵνα ὁ πανελεήμων καὶ οἰκτίρμων Θεὸς ἐπακούσῃ τῶν δεήσεων αὐτῶν. Ἵνα γὰρ μὴ λέγῃς, Τί δεηθῶμεν; ἠλλοτριωμένοι εἰσὶν, οὐδέπω συνημμένοι· πόθεν ἔχω δυσωπῆσαι τὸν Θεόν; πόθεν ἔχω πεῖσαι μεταδοῦναι ἐλέου καὶ συγγνώμης αὐτοῖς; ἵνα μὴ ταῦτα