1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

14

ἀνθρώπινον ἔσται λοιπόν. Καὶ οὕτω γίνεται ἔνθους ὁ νοῦς, ἅπαντα φθεγγόμενος ἐκεῖθεν, ὥσπερ οὖν καὶ οἶκος τοῦ Θεοῦ ἔνδον οἰκοῦντος. Ὁ αἰσχρολογῶν ἄρα οὐκ ἔχει ἔνθεον νοῦν, οὐδὲ ὁ εὐτραπελίᾳ καὶ γέλωτι χαίρων. Σώφρονα λογισμόν. Καὶ τί ποτέ ἐστι σώφρονα λογισμὸν ἔχειν; Τὸ τὴν ὑγείαν κεκτῆσθαι τὴν κατὰ ψυχήν· ὡς ὅ γε κατεχόμενος ἐπιθυμίᾳ πονηρίας, καὶ πρὸς τὰ παρόντα ἐπτοημένος, οὐκ ἂν εἴη σώφρων, τουτέστιν, ὑγιής. Καὶ ὥσπερ ὁ νοσῶν καὶ τῶν οὐ προσηκόντων ἐπιθυμεῖ, οὕτω καὶ οὗτος. Καὶ ἐνάρετον πολιτείαν. Τὰ γὰρ δόγματα πολιτείας χρείαν ἔχει. Ἀκούσατε τούτων, οἱ πρὸς τῷ τέλει τοῦ βίου ἐπὶ τὸ βάπτισμα ἰόντες. Ἡμεῖς μὲν γὰρ εὐχόμεθα, ἵνα μετὰ τὸ βάπτισμα καὶ πολιτείαν σχῆτε· σὺ δὲ σπεύδεις καὶ πάντα ποιεῖς, ὥστε πολιτείας ἔρημος ἀπελθεῖν. Τί γὰρ, εἰ καὶ δίκαιος γίνῃ, ἀλλ' ἀπὸ τῆς πίστεως μόνης; Ἡμεῖς δὲ καὶ τὴν ἀπὸ τῶν κατορθωμάτων εὐχόμεθα σχεῖν παῤῥησίαν. ∆ιαπαντὸς τὰ αὐτοῦ νοεῖν, τὰ αὐτοῦ φρονεῖν, τὰ αὐτοῦ μελετᾷν. Σώφρονα γὰρ λογισμὸν καὶ ἐνάρετον πολιτείαν οὐ μίαν ἡμέραν οὐδὲ δύο καὶ τρεῖς αἰτοῦμεν μόνον, ἀλλὰ διὰ παντὸς τοῦ βίου καὶ τῆς ζωῆς, καὶ τὴν ὑπόθεσιν τῶν ἀγαθῶν ἁπάντων, τὸ τὰ αὐτοῦ φρονεῖν. Οἱ γὰρ πολλοὶ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Ἰησοῦ Χριστοῦ. Πῶς οὖν τοῦτο ἂν γένοιτο; δεῖ γὰρ μετὰ τῆς εὐχῆς καὶ τὰ παρ' ἑαυτῶν συνεισφέρειν. Ἐὰν ἐν τῷ νόμῳ αὐτοῦ καταγινώμεθα ἡμέρας καὶ νυκτός· διὸ καὶ ἐπάγει τοῦτο αἰτῶν· Ἐν τῷ νόμῳ αὐτοῦ καταγίνεσθαι. Καὶ ὥσπερ ἄνω τὸ, ∆ιαπαντὸς, εἶπεν, οὕτως ἐνταῦθα, Ἡμέρας καὶ νυκτός. ∆ιὸ καὶ αἰσχύνομαι διὰ τοὺς ἅπαξ τοῦ ἐνιαυτοῦ μόλις ἐν ἐκκλησίᾳ φαινομένους. Τίνα γὰρ σχοῖεν ἀπολογίαν οἱ δι' ἡμέρας καὶ νυκτὸς οὐχ ἁπλῶς ὁμιλεῖν τῷ νόμῳ, ἀλλὰ καταγίνεσθαι κελευόμενοι, τουτέστι προσαδολεσχεῖν, καὶ μηδὲ τὸ πολλοστὸν μέρος τῆς ζωῆς τοῦτο ποιοῦντες, τῶν ἐντολῶν αὐτοῦ μνημονεύειν, τὰ δικαιώματα αὐτοῦ φυλάσσειν; ζʹ. Εἶδες σειρὰν ἀρίστην, καὶ πῶς ἕκαστον αὐτῶν τοῦ πλησίον ἔχεται, πάσης χρυσῆς ἁλύσεως ἀσφαλέστερόν τε καὶ εὐπρεπέστερον συγκείμενον; Αἰτήσας γὰρ νοῦν ἔνθεον, λέγει πῶς ἂν γένοιτο οὗτος. Πῶς δ' ἂν γένοιτο; Ἐκ τοῦ διαπαντὸς αὐτὸν μελετᾷν. Τοῦτο δὲ πῶς ἂν συμβαίη; Ἐκ τοῦ τῷ νόμῳ προσέχειν διηνεκῶς. Πῶς δ' ἂν πεισθείησαν ἄνθρωποι τοῦτο, Εἰ τὰς ἐντολὰς αὐτοῦ τηροῖεν· μᾶλλον δὲ ἐκ τοῦ τῷ νόμῳ προσέχειν, καὶ τὸ τὰς ἐντολὰς τηρεῖν γίνεται· ὥσπερ οὖν καὶ ἐκ τοῦ τὰ αὐτοῦ φρονεῖν καὶ ἔνθεον ἔχειν νοῦν, τὸ τὰ αὐτοῦ μελετᾷν. Ἕκαστον 61.402 γὰρ τῶν εἰρημένων καὶ συγκατασκευάζει τὸ πλησίον, καὶ συγκατασκευάζεται παρ' αὐτοῦ, συνέχον τε αὐτὸ καὶ συνεχόμενον παρ' αὐτοῦ. Ἔτι ἐκτενέστερον ὑπὲρ αὐτῶν παρακαλέσωμεν. Ἐπειδὴ γὰρ ἐν τῷ μακρῷ λόγῳ καταδαρθάνειν εἴωθεν ἡ ψυχὴ, πάλιν αὐτὴν διανίστησι. Μεγάλα γὰρ βούλεταί τινα αἰτῆσαι πάλιν καὶ ὑψηλά· διό φησιν· Ἔτι ἐκτενέστερον ὑπὲρ αὐτῶν παρακαλέσωμεν. Τί δὲ τοῦτό ἐστιν; Ἵνα ἐξέληται αὐτοὺς ἀπὸ παντὸς πονηροῦ καὶ ἀτόπου πράγματος. Ἐνταῦθα τὸ μὴ εἰσελθεῖν εἰς πειρασμὸν καὶ τὸ πάσης ἐπιβουλῆς ἀπαλλαγῆναι αἰτοῦμεν αὐτοῖς σωματικῶν τε ὁμοῦ καὶ πνευματικῶν· διὸ καὶ ἐπάγει λέγων· Ἀπὸ παντὸς ἁμαρτήματος διαβολικοῦ, καὶ πάσης περιστάσεως τοῦ Ἀντικειμένου· τοὺς πειρασμοὺς δηλῶν καὶ τὰς ἁμαρτίας. Εὐπερίστατον γὰρ ἡ ἁμαρτία, πάντοθεν ἱσταμένη, ἔμπροσθεν, ὄπισθεν, καὶ οὕτως ἡμᾶς καταβάλλουσα. Ἐπειδὴ γὰρ εἶπεν ἃ δεῖ γενέσθαι παρ' ἡμῶν, ἐν τῷ νόμῳ αὐτοῦ καταγίνεσθαι, τῶν ἐντολῶν αὐτοῦ μνημονεύειν, τὰ δικαιώματα αὐτοῦ φυλάττειν· πείθει λοιπὸν, ὅτι οὐδὲ ταῦτα ἀρκεῖ, ἂν μὴ αὐτὸς παρῇ καὶ βοηθῇ. Ἐὰν γὰρ μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν· καὶ μάλιστα ἐπὶ τούτων, οἳ ἔτι πρόκεινται τῷ διαβόλῳ, καὶ ὑπὸ τὴν ἀρχήν εἰσι τὴν αὐτοῦ. Καὶ ἴστε ταῦτα οἱ μεμυημένοι. Ἀναμνήσθητε γοῦν τῶν ῥημάτων ἐκείνων, δι' ὧν ἀπετάξασθε αὐτοῦ τῇ τυραννίδι, γόνυ κλίναντες, καὶ πρὸς τὸν Βασιλέα αὐτομολήσαντες, καὶ τὰ φρικώδη ἐκεῖνα φθεγξάμενοι ῥήματα, δι' ὧν παιδευόμεθα μηδὲν αὐτῷ καθόλου πείθεσθαι.