1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

16

πάσης στάσεως. Εἰρηνικὰ ὑμῖν πάντα τὰ προκείμενα. Κἂν 61.404 γὰρ φορτικὸν ᾖ τι, εἰρήνην δὲ ἔχῃ, κοῦφόν ἐστι. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν· Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. Οὐδὲν γὰρ οὕτως ὅπλον ἰσχυρὸν τῷ διαβόλῳ, ὡς μάχη καὶ ἔχθρα καὶ πόλεμος. Εἰρηνικὴν τὴν παροῦσαν ἡμέραν, καὶ πάσας τὰς ἡμέρας τῆς ζωῆς ὑμῶν αἰτήσασθε. Εἶδες πῶς πάλιν ὁλόκληρον τὸν βίον ἐν ἀρετῇ κελεύει εἶναι; Χριστιανὰ ὑμῶν τὰ τέλη· τὸ κεφάλαιον τῶν ἀγαθῶν, τὸ καλὸν καὶ τὸ συμφέρον. Ὃ γὰρ μὴ καλὸν, οὐδὲ συμφέρον. Ἄλλη γὰρ παρ' ἡμῖν τῶν συμφερόντων ἡ φύσις παρὰ τὴν τῶν πολλῶν ὑπόληψιν. Ἑαυτοὺς τῷ ζῶντι Θεῷ καὶ τῷ Χριστῷ αὐτοῦ παραθέσθαι. Οὔπω γὰρ τῶν ὑπὲρ ἑτέρων αὐτοῖς ἐπιτρέπομεν, ἀλλ' ἀγαπητὸν ὑπὲρ αὑτῶν δύνασθαι δεῖσθαι. Εἶδες εὐχὴν ἀπηρτισμένην, καὶ δογμάτων ἕνεκεν καὶ πολιτείας; Ὅταν γὰρ Εὐαγγέλιον εἴπωμεν, ὅταν ἔνδυμα ἀφθαρσίας, ὅταν λουτρὸν παλιγγενεσίας, τὰ δόγματα εἴπομεν πάντα· ὅταν νοῦν ἔνθεον, ὅταν σώφρονα λογισμὸν, ὅταν τὰ ἄλλα ἅπερ εἰρήκαμεν, τὴν πολιτείαν ᾐνιξάμεθα. Εἶτα κλῖναι τὰς κεφαλὰς κελεύομεν, τεκμήριον τοῦ τὰς εὐχὰς ἀκουσθῆναι ποιούμενοι τὸ τὸν Θεὸν εὐλογεῖν. Οὐ γὰρ δὴ ἄνθρωπός ἐστιν ὁ εὐλογῶν, ἀλλὰ διὰ τῆς ἐκείνου χειρὸς καὶ γλώττης αὐτῷ προσάγομεν τῷ Βασιλεῖ τὰς κεφαλὰς τῶν παρεστώτων. Καὶ ἐπιβοῶσιν ἅπαντες τὸ, Ἀμήν. Ταῦτα δέ μοι πάντα τίνος ἕνεκεν εἴρηται; Ἵνα διδάξω ὅτι τὸ ἑτέρων δεῖ ζητεῖν, ἵνα μὴ νομίσωσιν οἱ πιστοὶ μηδὲν εἶναι πρὸς αὐτοὺς, ὅταν ταῦτα λέγηται. Οὐ γὰρ δὴ τοῖς τοίχοις ὁ διάκονος λέγει· ∆εηθῶμεν ὑπὲρ τῶν κατηχουμένων. Ἀλλά τινες οὕτως εἰσὶν ἀνόητοι καὶ βλᾶκες καὶ διαλελυμένοι, ὡς μὴ μόνον ἐν τῷ καιρῷ τῶν κατηχουμένων, ἀλλὰ καὶ ἐν τῷ καιρῷ τῶν πιστῶν ἑστάναι καὶ διαλέγεσθαι. Ἐντεῦθεν πάντα διέστραπται, ἐντεῦθεν πάντα ἀπόλωλεν, ὅτι ἐν τῷ καιρῷ, ἐν ᾧ μάλιστα δεῖ τὸν Θεὸν καταλλάττειν, ἐν τούτῳ παροξύνοντες ἄπιμεν. Καὶ γὰρ ἐπὶ τῶν πιστῶν ὑπὲρ ἐπισκόπων, ὑπὲρ πρεσβυτέρων, ὑπὲρ βασιλέων, ὑπὲρ τῶν κρατούντων, ὑπὲρ γῆς καὶ θαλάσσης, ὑπὲρ ἀέρων, ὑπὲρ τῆς οἰκουμένης ἁπάσης κελευόμεθα προσιέναι τῷ φιλανθρώπῳ Θεῷ. Ὅταν οὖν οἱ τοσαύτην ὀφείλοντες ἔχειν παῤῥησίαν, ὡς ὑπὲρ ἀλλοτρίων δεῖσθαι, μηδὲ ὑπὲρ ἑαυτῶν νήφοντες προσευχώμεθα, τίς ἡμῖν ἡ ἀπολογία; ποία συγγνώμη; ∆ιὸ δὴ παρακαλῶ ταῦτα πάντα ἐννοήσαντας, εἰδέναι καιρὸν εὐχῆς, καὶ μεταρσίους γίνεσθαι, καὶ ἀπαλλάττεσθαι τῆς γῆς, καὶ αὐτῶν ἅπτεσθαι τῶν ἁψίδων τοῦ οὐρανοῦ, ἵνα δυνηθῶμεν τὸν Θεὸν ἵλεων ποιῆσαι, καὶ τυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 61.405 ΟΜΙΛΙΑ Ιʹ. Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστὶ, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ἁπλότητι καὶ εἰλικρινείᾳ, οὐκ ἐν σοφίᾳ σαρκικῇ, ἀλλ' ἐν χάριτι Θεοῦ ἀνεστράφημεν ἐν τῷ κόσμῳ. αʹ. Ἐνταῦθα πάλιν καὶ ἑτέραν παρακλήσεως ὑπόθεσιν οὐ μικρὰν ἡμῖν ἀνακαλύπτει, ἀλλὰ καὶ σφόδρα μεγάλην, καὶ ἱκανὴν ἀνορθῶσαι διάνοιαν ὑπὸ κινδύνων βαπτιζομένην. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Ὁ Θεὸς ἡμᾶς ἐῤῥύσατο, καὶ τοῖς οἰκτιρμοῖς αὐτοῦ καὶ ταῖς εὐχαῖς τούτων τὸ πᾶν ἀνέθηκεν· ἵνα μὴ ταύτῃ τὸν ἀκροατὴν ὕπτιον ποιήσῃ, τῷ ἐλέῳ τοῦ Θεοῦ μόνον καὶ ταῖς ἑτέρων εὐχαῖς θαῤῥοῦντα, δείκνυσιν ὅτι καὶ αὐτοὶ οὐ μικρὸν οἴκοθεν συνεισήνεγκαν. Καὶ ἐδήλωσε μὲν αὐτὸ καὶ ἔμπροσθεν εἰπὼν, ὅτι Καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ, περισσεύει καὶ ἡ παράκλησις ἡμῶν· ἐνταῦθα δὲ καὶ ἕτερόν τι λέγει οἰκεῖον κατόρθωμα. Ποῖον δὴ τοῦτο; Ὅτι ἐν καθαρῷ συνειδότι καὶ ἀδόλῳ πανταχοῦ τῆς οἰκουμένης ἀναστρεφόμεθα, φησίν. Οὐ μικρὸν δὲ τοῦτο ἡμῖν εἰς παραμυθίαν καὶ παράκλησιν· μᾶλλον δὲ οὐκ εἰς παράκλησιν μόνον, ἀλλὰ καὶ εἰς ἕτερον, ὃ πολλῷ μεῖζον τῆς παρακλήσεώς ἐστι, καὶ εἰς καύχησιν. Ταῦτα δὲ ἔλεγε, κἀκείνους παιδεύων ἐν ταῖς θλίψεσι μὴ καταπίπτειν, ἀλλὰ καὶ ἐναβρύνεσθαι, ὅταν καθαρὸν ἔχωσι συνειδὸς, καὶ ἠρέμα καθαπτόμενος τῶν ψευδαποστόλων. Καὶ ὥσπερ