1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

17

ἐν τῇ προτέρᾳ φησὶν, ὅτι Ἀπέστειλέ με Χριστὸς εὐαγγελίζεσθαι, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ· καὶ, Ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ' ἐν δυνάμει Θεοῦ· οὕτω καὶ ἐνταῦθά φησιν· Οὐκ ἐν σοφίᾳ, ἀλλ' ἐν χάριτι Χριστοῦ. Καὶ ἕτερον δέ τι ᾐνίξατο εἰπὼν, Οὐκ ἐν σοφίᾳ, τουτέστιν, οὐκ ἐν ἀπάτῃ, καὶ ταύτῃ βάλλων τὴν ἔξω παίδευσιν. Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστὶ, φησὶ, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν· τουτέστιν, Ἡ συνείδησις ἡμῶν, οὐκ ἔχουσα ἡμᾶς καταδικάζειν, ὡς ἐπὶ πονηροῖς πράγμασιν ἐλαυνομένους. Κἂν γὰρ μυρία πάσχωμεν δεινὰ, κἂν πάντοθεν βαλλώμεθα καὶ κινδυνεύωμεν, ἀρκεῖ εἰς παραμυθίαν ἡμῖν, μᾶλλον δὲ οὐ μόνον εἰς παραμυθίαν, ἀλλὰ καὶ εἰς τὸ στεφανοῦσθαι, τὸ συνειδὸς, καθαρὸν ὂν καὶ μαρτυροῦν ἡμῖν, ὅτι δι' οὐδὲν πονηρὸν, ἀλλὰ διὰ τὸ τῷ Θεῷ δοκοῦν ταῦτα πάσχομεν, δι' ἀρετὴν, διὰ φιλοσοφίαν, διὰ τὴν τῶν πολλῶν σωτηρίαν. Ἐκείνη μὲν οὖν ἡ προτέρα παράκλησις παρὰ τοῦ Θεοῦ ἦν· αὕτη δὲ παρ' αὐτῶν καὶ τῆς τοῦ βίου καθαρότητος συνεισήγετο. ∆ιὸ καὶ καύχησιν αὐτὴν καλεῖ, ὅτι τῆς οἰκείας αὐτῶν ἀρετῆς κατόρθωμα ἦν. Τίς οὖν ἐστιν ἡ καύχησις, καὶ τί μαρτυρεῖ ἡμῖν τὸ συνειδὸς ἡμῶν, Ὅτι ἐν ἁπλότητι καὶ ἐν εἰλικρινείᾳ; Τουτέστιν, οὐδὲν δολερὸν, οὐχ ὑπόκρισιν, οὐκ εἰρωνείαν, οὐ κολακείαν, οὐκ ἐπιβουλὴν καὶ ἀπάτην, οὐκ ἄλλο τι τῶν τοιούτων οὐδὲν, ἀλλ' ἐν ἐλευθερίᾳ πάσῃ, ἐν ἁπλότητι, ἐν ἀληθείᾳ, ἐν καθαρᾷ καὶ ἀπονήρῳ γνώμῃ, ἐν ἀδόλῳ διανοίᾳ, οὐδὲν ἔχοντες συν 61.406 εσκιασμένον, οὐδὲ ὕπουλον. Οὐκ ἐν σοφίᾳ σαρκικῇ. Τουτέστιν, οὐκ ἐν κακουργίᾳ οὐδὲ πονηρίᾳ, οὐδὲ ἐν δεινότητι λόγων ἢ ἐν συμπλοκῇ σοφισμάτων· ταύτην γὰρ λέγει σοφίαν σαρκικήν. Καὶ ἐφ' ᾧ μέγα ἐφρόνουν ἐκεῖνοι, τοῦτο οὗτος ἀρνεῖται καὶ διωθεῖται, δεικνὺς ἐκ πολλοῦ τοῦ περιόντος οὐκ ὂν ἄξιον καυχήσεως τοῦτο, καὶ ὅτι οὐ μόνον αὐτὸ οὐ ζητεῖ, ἀλλὰ καὶ διακρούεται καὶ ἐπαισχύνεται. Ἀλλ' ἐν χάριτι Θεοῦ ἀνεστράφημεν ἐν τῷ κόσμῳ. Τί ἐστιν, Ἐν χάριτι Θεοῦ; Τὴν παρ' αὐτοῦ σοφίαν, τὴν παρ' αὐτοῦ δύναμιν δεδομένην ἡμῖν ἐνδεικνύμενοι διὰ τῶν σημείων, διὰ τοῦ περιγενέσθαι σοφῶν, ῥητόρων, φιλοσόφων, βασιλέων, δήμων, ἰδιῶται τυγχάνοντες, καὶ μηδὲν τῆς ἔξωθεν σοφίας ἐπιφερόμενοι. Οὐχ ἡ τυχοῦσα δὲ αὕτη παράκλησίς τε καὶ καύχησις τοῦ συνειδέναι ἑαυτοῖς, ὅτι οὐκ ἀνθρωπίνῃ δυνάμει ἐκέχρηντο, ἀλλὰ θείᾳ χάριτι πάντα κατώρθουν. Ἐν τῷ κόσμῳ. Οὕτως οὐκ ἐν Κορίνθῳ μόνον, ἀλλὰ καὶ πανταχοῦ τῆς οἰκουμένης. Περισσοτέρως δὲ πρὸς ὑμᾶς. Τί περισσοτέρως πρὸς ὑμᾶς; Ἐν χάριτι Θεοῦ ἀνεστράφημεν. Καὶ γὰρ σημεῖα καὶ θαύματα παρ' ὑμῖν ἐπεδειξάμεθα, καὶ πλείονα ἀκρίβειαν καὶ βίον ἄληπτον. Καὶ γὰρ καὶ τοῦτο χάριν Θεοῦ καλεῖ, καὶ τὰ οἰκεῖα κατορθώματα αὐτῇ λογιζόμενος. Ἐκεῖ γὰρ καὶ τὰ σκάμματα ὑπερέβη, ἀδάπανον τιθεὶς τὸ Εὐαγγέλιον, διὰ τὸ τῆς ἀσθενείας αὐτῶν φείδεσθαι. Οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν, ἀλλ' ἢ ἃ ἀναγινώσκετε ἢ καὶ ἐπιγινώσκετε. Ἐπειδὴ γὰρ μεγάλα ἐφθέγξατο ὑπὲρ ἑαυτοῦ, καὶ ἔδοξεν ἑαυτῷ μαρτυρεῖν, ὅπερ ἦν φορτικὸν, πάλιν αὐτοὺς παράγει μάρτυρας τῶν λεγομένων. Μὴ γάρ τις νομιζέτω πραγμάτων εἶναι κόμπον τὰ λεγόμενα, φησί· ταῦτα γὰρ ὑμῖν δηλοῦμεν, ἃ αὐτοὶ ὑμεῖς ἴστε· καὶ ὅτι οὐ ψευδόμεθα, πρὸ τῶν ἄλλων ἂν ἡμῖν μαρτυρήσετε. Ἀναγινώσκοντες γὰρ ἐπιγινώσκετε, ὅτι ἃ σύνιστε ἡμῖν ἐν τοῖς ἔργοις, ταῦτα καὶ ἐν τοῖς γράμμασι λέγομεν· καὶ οὐκ ἐναντιοῦται ὑμῶν ἡ μαρτυρία ταῖς Ἐπιστολαῖς, ἀλλὰ συνᾴδει τῇ ἀναγνώσει ἡ γνῶσις, ἣν προλαβόντες εἴχετε περὶ ἡμῶν. Καθὼς καὶ ἐπέγνωτε ἡμᾶς ἀπὸ μέρους. Οὐδὲ γὰρ ἐξ ἀκοῆς ἴστε, φησὶ, τὰ καθ' ἡμᾶς, ἀλλ' ἀπ' αὐτῆς τῆς πείρας. Τὸ δὲ, Ἀπὸ μέρους, μετριάζων εἶπεν. Ἔθος γὰρ αὐτῷ τοῦτο, ἐπειδὰν μέγα τι φθέγξηται κατεπειγούσης ἀνάγκης (οὐδὲ γὰρ ἄλλως αὐτὸ ποιεῖ), ταχέως συστέλλειν πάλιν τὸν ἐκ τῶν εἰρημένων ὄγκον βουλόμενος. Ἐλπίζω δὲ ὅτι καὶ ἕως τέλους ἐπιγνώσεσθε. βʹ. Εἶδες πάλιν ἀπὸ τῶν παρελθόντων τὰ μέλλοντα πιστούμενον, καὶ οὐκ ἀπὸ τῶν παρελθόντων μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς τοῦ Θεοῦ δυνάμεως; Οὐ γὰρ ἁπλῶς ἀπεφήνατο, ἀλλὰ τὸ πᾶν ἐπ' αὐτὸν ἔῤῥιψε καὶ 61.407