1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

21

ἡμᾶς εἰς Χριστὸν, τουτέστιν, ὁ μὴ ἐῶν ἡμᾶς παρασαλεύεσθαι ἐκ τῆς πίστεως τῆς εἰς τὸν Χριστὸν, καὶ αὐτὸς ὁ χρίσας ἡμᾶς, καὶ δοὺς τὸ Πνεῦμα ἐν ταῖς καρδίαις ἡμῶν· πῶς τὰ μέλλοντα οὐ δώσει; Εἰ γὰρ τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις ἔδωκε καὶ τὴν ῥίζαν καὶ τὴν πηγὴν, οἷον τὴν ἀληθῆ περὶ αὐτοῦ γνῶσιν, τὴν τοῦ Πνεύματος μετάληψιν· πῶς τὰ ἐκ τούτων οὐ δώσει; Εἰ γὰρ ἐκεῖνα διὰ ταῦτα δίδονται, πολλῷ μᾶλλον ὁ ταῦτα δοὺς, καὶ ἐκεῖνα παρέξει· καὶ εἰ ταῦτα ἐχθροῖς οὖσιν ἔδωκε, πολλῷ μᾶλλον ἐκεῖνα φίλοις γενομένοις χαριεῖται. ∆ιὰ τοῦτο οὐδὲ Πνεῦμα εἶπεν ἁπλῶς, ἀλλ' ἀῤῥαβῶνα ὠνόμασεν, ἵνα ἀπὸ τούτου καὶ περὶ τοῦ παντὸς θαῤῥῇς. Οὐ γὰρ, εἰ μὴ ἔμελλε τὸ πᾶν διδόναι, εἵλετο ἂν τὸν ἀῤῥαβῶνα παρασχεῖν, καὶ ἀπολέσαι εἰκῆ καὶ μάτην. Καὶ ὅρα εὐγνωμοσύνην Παύλου. Τί γὰρ δεῖ λέγειν, φησὶν, ὅτι οὐκ ἐν ἡμῖν ἡ τῶν ἐπαγγελιῶν ἀλήθεια; αὐτὸ τοῦτο τὸ ἑστάναι ἀπεριτρέπτως καὶ πεπηγέναι ὑμᾶς, οὐκ ἐν ἡμῖν, ἀλλὰ καὶ τοῦτο τοῦ Θεοῦ· Ὁ γὰρ βεβαιῶν ὑμᾶς, φησὶ, Θεός. Οὐκ ἄρα ἡμεῖς ἐσμεν οἱ στηρίζοντες ὑμᾶς· καὶ γὰρ καὶ ἡμεῖς δεόμεθα τοῦ βεβαιοῦντος. Ὥστε μηδεὶς ἐν ἡμῖν νομιζέτω κινδυνεύεσθαι τὸ κήρυγμα· αὐτὸς τὸ πᾶν ἀνεδέξατο, αὐτῷ μέλει τοῦ παντός. εʹ. Τί δέ ἐστι, Χρίσας, καὶ σφραγισάμενος; Τὸ Πνεῦμα δοὺς, δι' οὗ ταῦτα ἀμφότερα ἐποίησεν, ὁμοῦ προφήτας καὶ ἱερεῖς καὶ βασιλέας ἐργαζόμενος· ταῦτα γὰρ τὸ παλαιὸν ἐχρίετο τὰ γένη. Ἀλλ' ἡμεῖς οὐχ ἓν, ἀλλὰ τὰ τρία μεθ' ὑπεροχῆς ἔχομεν ἀξιώματα νῦν· καὶ γὰρ βασιλείας μέλλομεν ἀπολαύειν, καὶ ἱερεῖς γινόμεθα προσφέροντες θυσίαν τὰ σώματα ἡμῶν. Παραστήσατε γὰρ τὰ μέλη ὑμῶν, θυσίαν ζῶσαν, εὐάρεστον τῷ Θεῷ, φησί· καὶ μετὰ τούτων καὶ προφῆται καθιστάμεθα· Ἃ γὰρ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, ταῦτα ἐκκεκαλυμμένα ἡμῖν ἐστι. Καὶ ἄλλως δὲ βασιλεῖς γινόμεθα, ἐὰν βουληθῶμεν κρατεῖν τῶν ἀτόπων λογισμῶν. Ὅτι γὰρ ὁ τοιοῦτος βασιλεύει, καὶ μᾶλλον ἢ ὁ τὸ διάδημα περικείμενος, ἤδη τοῦτο ποιήσω δῆλον ὑμῖν· Πολλὰ ἔχει στρατόπεδα ἐκεῖνος, ἀλλὰ καὶ ἡμεῖς τούτων πλείους ἔχομεν λογισμούς· οὐ γὰρ ἔστιν ἀριθμῆσαι τὸ ἄπειρον τῶν ἐννοιῶν πλῆθος τῶν ἐν ἡμῖν. Οὐ πλῆθος δὲ μόνον ἔστιν ἰδεῖν, ἀλλὰ καὶ πολλοὺς ἐν τῷ πλήθει τούτῳ τῶν λογισμῶν καὶ στρατηγοὺς καὶ ταξιάρχους καὶ λοχαγοὺς καὶ τοξότας καὶ σφενδονήτας. Τί ἕτερον ποιεῖ βασιλέα; τὰ 61.412 ἱμάτια; Ἀλλὰ καὶ οὗτος βελτίω περίκειται καὶ ἀμείνω στολὴν, ἣν οὔτε σὴς ἐσθίει, οὔτε χρόνος δαπανᾷ· καὶ στέφανον ἔχει ποικίλον τὸν τῆς δόξης, τὸν τῶν οἰκτιρμῶν τοῦ Θεοῦ· Εὐλόγει γὰρ, ἡ ψυχή μου, φησὶ, τὸν Κύριον, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς· καὶ τὸν τῆς δόξης· ∆όξῃ γὰρ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν· καὶ [τὸν τῆς εὐδοκίας]· Ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς· καὶ τὸν τῶν χαρίτων· Στέφανον γὰρ χαρίτων δέξῃ σῇ κεφαλῇ. Εἶδες πολύπλοκον καὶ χαριέστερον τουτὶ τὸ διάδημα; Πλὴν ἀλλ' ἄνωθεν αὐτὰ ἀκριβέστερον ἐξετάσωμεν πάλιν τὰ τῶν βασιλέων τούτων. Ἐκεῖνος κρατεῖ τῶν δορυφόρων καὶ πᾶσιν ἐπιτάττει, καὶ πάντες ὑπακούουσι καὶ διακονοῦσιν αὐτῷ· ἀλλ' ἐγὼ δείκνυμι μείζονα ἐνταῦθα τὴν ἀρχήν. Τὸ μὲν γὰρ πλῆθος ἴσον, ἢ καὶ πλεῖον· λοιπὸν δὲ περὶ τῆς ὑποταγῆς ἐξετάζειν δεῖ. Καὶ μή μοι εἰς μέσον ἀγάγῃς τοὺς ἐκπεσόντας τῆς βασιλείας, καὶ σφαγέντας ὑπ' αὐτῶν τῶν σωματοφυλάκων. Μὴ τοίνυν τούτους εἰς μέσον ἄγωμεν, ἀλλὰ τοὺς καλῶς ἐν ἀμφοτέροις τὴν ἑαυτῶν διοικήσαντας βασιλείαν ζητήσωμεν. Καὶ σὺ μὲν, οὓς βούλει, τίθει· ἐγὼ δέ σοι τὸν πατριάρχην ἀντιτάττω πᾶσιν. Ὅτε γὰρ τὸν υἱὸν ἐκελεύετο σφαγιάσαι, ἐννόησον πόσοι τότε ἐπανέστησαν αὐτῷ λογισμοί· ἀλλ' ὅμως πάντας ὑπέταξε, καὶ πάντες αὐτὸν ἔτρεμον μᾶλλον, ἢ βασιλέα οἱ δορυφόροι, καὶ βλέμματι μόνῳ πάντας κατέστελλε, καὶ οὐδὲ γρύξαι ἐτόλμα τούτων οὐδεὶς, ἀλλ' ὑπέκυπτον, καὶ ὡς βασιλεῖ παρεχώρουν ἅπαντες, καίτοι γε ὀξύτατοι ὄντες καὶ σφόδρα ἀπότομοι. Οὐδὲ γὰρ οὕτως εἰσὶν αἱ τῶν δοράτων αἰχμαὶ φοβεραὶ, ὀρθαὶ ὑπὸ πολλῶν ἀνιστάμεναι στρατιωτῶν, ὡς ἐκεῖνοι τότε ἦσαν φοβεροὶ οἱ λογισμοί. Οὐ δοράτων ἦν χαλεπωτέρα ἡ τῆς φύσεως συμπάθεια; ∆ιὸ καὶ αἰχμῆς ἠκονημένης μᾶλλον τέμνειν ἠδύναντο τὴν