1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

23

μεταφορᾶς τῶν ἀνθρώπων τὴν ἀκριβῆ λέγει γνῶσιν. Οὕτω καὶ ἐνταῦθα, Νῦν ἔγνων, φησὶ, τοῦτο δεικνὺς μεῖζον ἁπάντων ὂν τῶν ἔμπροσθεν. Τούτου καὶ ἀπόδειξιν αὐτοῦ παρέχεται ἐπάγων καὶ λέγων, ὅτι Οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐμέ. Οὐκ εἶπε, Τοῦ υἱοῦ, μόνον, ἀλλὰ καὶ, Τοῦ ἀγαπητοῦ. Οὐδὲ γὰρ φύσεως μόνον, ἀλλὰ καὶ φιλοστοργίας, ἧς καὶ διὰ τὸν οἰκεῖον τρόπον, καὶ τὴν ἀρετὴν τοῦ παιδὸς πολλὴν οὖσαν ἐν αὐτῷ, κατετόλμησεν. Εἰ δὲ φαύλων παίδων οὐκ ἂν εὐκόλως καταφρονήσαιεν πατέρες, ἀλλὰ καὶ τούτους πενθοῦσιν· ὅταν καὶ υἱὸς ᾖ, καὶ γνήσιος, καὶ μονογενὴς, καὶ ἀγαπητὸς, καὶ Ἰσαὰκ, καὶ ὑπ' αὐτοῦ μέλλῃ σφάττεσθαι τοῦ πατρὸς, τίς ἂν εἴπῃ τὴν ὑπερβολὴν τῆς φιλοσοφίας; Οὗτος μυρίων διαδημάτων καὶ στεφάνων ἀπείρων ὁ ἆθλος φαιδρότερος. Τῷ μὲν γὰρ τὸν στέφανον ἐκεῖνον περικειμένῳ καὶ θάνατος ἐπελθὼν πολλάκις ἐπηρεάζει, καὶ πρὸ τοῦ θανάτου μυρίαι πραγμάτων ἐπιβουλαί· τοῦτο δὲ οὐδεὶς οὐδὲ μετὰ τελευτὴν τὸ διάδημα ἀφελέσθαι δυνήσεται τὸν περικείμενον, οὐ τῶν ἰδίων, οὐ τῶν ἀλλοτρίων. Θέα δέ μοι καὶ τὸν τιμιώτατον λίθον τοῦ διαδήματος τούτου. Ὥσπερ γὰρ λίθος τίμιος, οὕτως αὐτὸ συνδεῖ πρὸς τῷ τέλει. Τί δὲ τοῦτό ἐστι, τὸ, ∆ι' ἐμέ; Οὐδὲ γὰρ τὸ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι οὐκ ἐφείσατο, ἀλλ' ὅτι δι' αὐτόν. Ὢ δεξιᾶς μακαρίας, οἵας κατηξιώθη μαχαίρας! ὢ μαχαίρας θαυμαστῆς, ποίας κατηξιώθη δεξιᾶς! ὢ μαχαίρας θαυμαστῆς, εἰς ποίαν παρεσκευάσθη χρείαν, καὶ ποίαν ἤνυσε διακονίαν, καὶ ποίῳ ὑπηρέτησε τύπῳ! πῶς ᾑμάχθη, πῶς οὐχ ᾑμάχθη! Οὐδὲ γὰρ οἶδα τί εἴπω· οὕτω φρικτὸν τὸ μυστήριον ἦν. Οὐχ ἥψατο τῆς τοῦ παιδὸς δέῤῥης, οὐδὲ διῆλθε διὰ τοῦ λαιμοῦ τοῦ ἁγίου ἐκείνου, οὐδὲ ἐφοινίχθη αἵματι δικαίου· μᾶλλον δὲ καὶ ἥψατο καὶ διῆλθε καὶ ἐφοινίχθη καὶ ἐβαπτίσθη, καὶ οὐκ ἐβαπτίσθη. Τάχα ἐξεστηκέναι ὑμῖν δοκῶ οὕτως ἐναντιολογῶν. Καὶ γὰρ ἐξέστηκα, τὸ θαῦμα ἐννοῶν τοῦ δικαίου, ἀλλ' οὐκ ἐναντιολογῶ. Ἡ μὲν γὰρ τοῦ δικαίου χεὶρ ἐνέπηξεν αὐτὴν τῷ φάρυγγι τοῦ παιδός· ἡ δὲ τοῦ Θεοῦ χεὶρ καὶ ἐμπαγεῖσαν οὐκ ἀφῆκεν αἵματι μολυνθῆναι τοῦ παιδός. Καὶ γὰρ οὐχ ὁ Ἀβραὰμ αὐτὴν κατεῖχε μόνον, ἀλλὰ καὶ ὁ Θεός· καὶ ὁ μὲν ὤθει διὰ τῆς γνώμης, ὁ δὲ Θεὸς ἀνέστελλε διὰ τῆς φωνῆς. Ἡ γὰρ αὐτὴ φωνὴ καὶ ὥπλισε τὴν δεξιὰν, καὶ κατέστειλε· καὶ καθάπερ ὑπὸ στρατηγῷ ταττομένη τῷ Θεῷ, πάντα τῷ ἐκείνου νεύματι διεπράττετο, καὶ 61.415 πάντα τῇ ἐκείνου φωνῇ διηκόνηται. Σκόπει δέ· Εἶπε, Σφάξον, καὶ εὐθέως ὡπλίζετο· εἶπε, Μὴ σφάξῃς, καὶ εὐθέως ἀφωπλίζετο· καὶ γὰρ ἦν πάντα ἀπηρτισμένα. Καὶ ἐδείκνυ λοιπὸν ὁ Θεὸς τὸν στρατιώτην καὶ στρατηγὸν τῇ οἰκουμένῃ, τὸν στεφανίτην τῷ θεάτρῳ τῶν ἀγγέλων, τὸν ἱερέα, τὸν βασιλέα, τὸν διαδήματος μᾶλλον τῇ μαχαίρᾳ στεφανούμενον, τὸν τροπαιοῦχον, τὸν ἀριστέα, τὸν χωρὶς συμβολῆς νικητήν. Καὶ γὰρ ὥσπερ ἂν εἴ τις στρατηγὸς ἄριστον ἔχων στρατιώτην, ἀπὸ τῆς ὁπλοδεξιᾶς, ἀπὸ τῆς στάσεως, ἀπὸ τῆς ῥώμης καταπλήξειε τὸν ἀντίδικον· οὕτω καὶ ὁ Θεὸς, ἀπὸ τῆς γνώμης, ἀπὸ τοῦ σχήματος, ἀπὸ τῆς στάσεως μόνης τοῦ δικαίου τὸν κοινὸν ἁπάντων ἡμῶν ἐχθρὸν διάβολον κατέπληξε καὶ ἐφυγάδευσε. Καὶ γὰρ οἶμαι κἀκεῖνον τότε φρίξαντα ἀναχωρῆσαι. Εἰ δὲ λέγοι τις· Καὶ τίνος ἕνεκεν οὐκ εἴασε βαπτισθῆναι τὴν δεξιὰν, εἶτα ἀθρόον ἀνέστησε τὸν σφαγιασθέντα; Ὅτι Θεῷ θέμις οὐκ ἦν αἵματα δέχεσθαι τοιαῦτα, ἀλλὰ ἀλαστόρων δαιμόνων ἡ τοιαύτη τράπεζα. Ἐνταῦθα δὲ ἀμφότερα ἐδείκνυτο, καὶ ἡ τοῦ ∆εσπότου φιλανθρωπία καὶ ἡ τοῦ δούλου εὐγνωμοσύνη. Καὶ πρότερον μὲν ἐξῆλθεν ἀπὸ τῆς γῆς· τότε δὲ ἀπὸ τῆς φύσεως αὐτῆς ἀνεχώρησε. ∆ιὸ καὶ ἔλαβε μετὰ τόκου τὸ κεφάλαιον· καὶ μάλα εἰκότως· εἵλετο γὰρ μὴ κληθῆναι πατὴρ, ὥστε δοῦλος εὐγνώμων φανῆναι. ∆ιὰ τοῦτο οὐχὶ πατὴρ μόνον, ἀλλὰ καὶ ἱερεὺς ἐγίνετο· καὶ ἐπειδὴ ἀπέστη τῶν ἑαυτοῦ διὰ τὸν Θεὸν, διὰ τοῦτο καὶ ὁ Θεὸς μετὰ τούτων ἐχαρίσατο αὐτῷ καὶ τὰ αὑτοῦ. Ὅταν μὲν οὖν πολέμιοι ἐπιβουλεύωσι, καὶ μέχρι τῆς πείρας πρόεισι θαυματουργῶν· οἷον ἐπὶ τῆς καμίνου, καὶ τῶν λεόντων· ὅταν δὲ αὐτὸς ἐπιτάττῃ, μέχρι προθυμίας ἵστησι τὸ ἐπίταγμα. ζʹ. Τί γὰρ ἔλειπεν, εἰπέ μοι, τῇ