1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

24

ἀριστείᾳ ταύτῃ λοιπόν; μὴ γὰρ προῄδει τὸ μέλλον ὁ Ἀβραάμ; μὴ γὰρ ἐπραγματεύετο τοῦ Θεοῦ τὴν φιλανθρωπίαν; Εἰ γὰρ καὶ προφήτης ἦν, ἀλλ' οὐ πάντα ὁ προφήτης οἶδεν. Ὥστε περιττὴ λοιπὸν ἦν ἡ σφαγὴ, καὶ ἀναξία Θεοῦ. Εἰ δὲ ἔδει μαθεῖν, ὅτι ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεὸς, ἀπὸ τῆς μήτρας πολλῷ θαυμαστότερον τοῦτο ἔμαθε· μᾶλλον δὲ, καὶ πρὸ τῆς ἀποδείξεως ἐκείνης· πιστὸς γὰρ ἦν. Σὺ δὲ μὴ θαύμαζε τὸν δίκαιον μόνον, ἀλλὰ καὶ ζήλου· καὶ ὁρῶν αὐτὸν ἐν τοσούτῳ θορύβῳ καὶ ζάλῃ κυμάτων, ὡς ἐν γαλήνῃ πλέοντα, ὁμοίως καὶ σὺ μεταχειρίζου τῆς ὑπακοῆς καὶ τῆς ἀνδρείας τὸ πηδάλιον. Μὴ γάρ μοι τοῦτο εἴπῃς μόνον, ὅτι θυσιαστήριον ᾠκοδόμησε, καὶ τὰ ξύλα· ἀλλὰ ἀναμνήσθητι καὶ τῆς φωνῆς τοῦ παιδίου, καὶ λόγισαι πόσαι νιφάδες ἐπῆλθον αὐτῷ στρατοπέδων ἐκδειματοῦσαι, ὅτε ἤκουσε τοῦ παιδίου λέγοντος ὁ πατήρ· Τὸ πρόβατον ποῦ; ἐννόησον πόσοι τότε ἐκινήθησαν λογισμοὶ, οὐ σιδήρῳ, ἀλλὰ φλογίνοις δόρασιν ὡπλισμένοι, καὶ πάντοθεν κατακεντοῦντες αὐτὸν καὶ διατέμνοντες. Εἰ γὰρ καὶ νῦν κατακλῶνται πολλοὶ καὶ μὴ πατέρες ὄντες, καὶ ἐδάκρυσαν, εἰ μὴ τὸ τέλος ᾔδεισαν· πολλοὺς δὲ, καίτοι τοῦτο εἰδότας, δακρύοντας ὁρῶ· τί πάσχειν ἐκεῖνον εἰκὸς ἦν, τὸν αὐτὸν γεννήσαντα, τὸν θρέψαντα, τὸν ἐν γήρᾳ, τὸν μόνον ἔχοντα τοιοῦτον, 61.416 τὸν ὁρῶντα, τὸν ἀκούοντα, τὸν εὐθέως μέλλοντα ἀναιρεῖν; τίς ἡ σύνεσις τῶν ῥημάτων; τίς ἡ ἐπιείκεια τῆς πεύσεως; Τίς ἄρα ὁ ἐνεργῶν, ὁ διάβολος, ὥστε ἐμπρῆσαι τὴν φύσιν; Μὴ γένοιτο, ἀλλ' ὁ Θεὸς, ἵνα μᾶλλον βασανίσῃ τὴν χρυσῆν τοῦ δικαίου ψυχήν. Ὅταν μὲν γὰρ ἡ γυνὴ φθέγγηται τοῦ Ἰὼβ, διάβολος ἐνεργεῖ· τοιαύτη γὰρ ἡ συμβουλή· οὗτος δὲ οὐδὲν βλάσφημον φθέγγεται, ἀλλὰ καὶ σφόδρα εὐσεβὲς καὶ μεμεριμνημένον· καὶ πολλὴ ἡ χάρις ἐπήνθει τοῖς ῥήμασι, πολὺ τὸ μέλι τῶν λόγων ἀπέσταξεν ἀπὸ γαλήνης καὶ ἡμέρου ῥέον ψυχῆς· καὶ λιθίνην ἱκανὰ ταῦτα ἦν μαλάξαι διάνοιαν τὰ ῥήματα. Ἀλλ' οὐ τὸν ἀδάμαντα ἐκεῖνον περιέτρεψεν, ἀλλ' οὐδὲ ἔσεισεν, οὐδὲ εἶπε· Τί πατέρα καλεῖς τὸν μικρὸν ὕστερον οὐκ ἐσόμενόν σου πατέρα, τὸν ἤδη ταύτην ἀπολέσαντα τὴν τιμήν; Τίνος δὲ ἕνεκεν καὶ ὁ παῖς ἐρωτᾷ; Οὐ περιεργαζόμενος ἁπλῶς οὐδὲ πολυπραγμονῶν, ἀλλ' ἀγωνιῶν ὑπὲρ τῶν προκειμένων. Καὶ γὰρ ἐνενόει ὅτι, εἰ μὴ ἐβούλετο λαβεῖν κοινωνὸν τῶν γινομένων, οὐκ ἂν τοὺς μὲν παῖδας ἀφῆκε κάτω μένειν, αὐτὸν δὲ μόνον παρέλαβε. ∆ιὰ δὴ τοῦτο καὶ ὅτε μόνοι γεγόνασι, τότε αὐτὸν ἐρωτᾷ, ὅτε οὐδεὶς ἤκουε τῶν λεγομένων· τοσαύτη τοῦ παιδὸς ἡ σύνεσις ἦν. Ἆρα οὐ διεθερμάνθητε πάντες, καὶ ἄνδρες καὶ γυναῖκες; οὐχὶ ἕκαστος ὑμῶν περιπτύσσεται τῇ διανοίᾳ καὶ καταφιλεῖ τὸ παιδίον, καὶ θαυμάζει τὴν σύνεσιν, καὶ αἰδεῖται τὴν εὐλάβειαν, μεθ' ἧς καὶ συμποδιζόμενος καὶ ἐπὶ τοῖς ξύλοις ἐπιτιθέμενος, οὐκ ἐξεπλήττετο, οὐκ ἐσκίρτα, οὐ κατεγίνωσκε τοῦ πατρὸς ὡς μαινομένου, ἀλλὰ καὶ ἐδεσμεῖτο καὶ ἀνεβιβάζετο καὶ ἐπετίθετο, καὶ πάντα ἔφερε σιγῇ, καθάπερ τις ἀρνειὸς, μᾶλλον δὲ, καθάπερ ὁ κοινὸς πάντων ∆εσπότης; Καὶ γὰρ ἐκείνου ἐμιμεῖτο τὴν ἐπιείκειαν, καὶ τὸν τύπον ἐφύλαττεν· Ὡς πρόβατον γὰρ ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος. Καίτοι γε ἐφθέγξατο οὗτος· καὶ γὰρ καὶ ὁ ∆εσπότης αὐτοῦ ἐφθέγξατο· πῶς οὖν ἄφωνος; Τουτέστιν, οὐδὲν αὔθαδες εἶπεν, οὐδὲ τραχὺ, ἀλλὰ πάντα ἥμερα καὶ προσηνῆ, καὶ μᾶλλον τῆς σιγῆς τὰ ῥήματα τὴν ἐπιείκειαν ἐδήλου. Ἐπεὶ καὶ ὁ Χριστὸς ἔλεγεν· Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; καὶ τὴν ἐπιείκειαν μᾶλλον ἐδήλωσεν, ἢ εἰ ἐσίγησε. Καὶ ὥσπερ οὗτος τῷ πατρὶ ἀπὸ τοῦ θυσιαστηρίου, οὕτω καὶ ἐκεῖνος ἀπὸ τοῦ σταυροῦ διαλέγεται, Πάτερ, ἄφες αὐτοῖς, λέγων· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Τί οὖν ὁ πατριάρχης; Ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον. Ἑκάτεροι τὰ ὀνόματα τῆς φύσεως καλοῦσιν· ἐκεῖνος Πατέρα, καὶ τέκνον οὗτος. Καὶ χαλεπὸς ἑκατέρωθεν ὁ πόλεμος διεγείρεται, καὶ πολλὴ ἡ ζάλη, καὶ ναυάγιον οὐδαμοῦ· ἡ γὰρ φιλοσοφία πάντων κρατεῖ. Εἶτα ἐπειδὴ ἤκουσε τὸν Θεὸν, οὐκέτι εἶπεν οὐδὲν, οὐδὲ περιειργάσατο· οὕτω συνετὸν ἦν τὸ παιδίον, καὶ ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει. Εἶδες