25
τὸν βασιλέα πόσων ἐκράτησε στρατοπέδων, πόσων πολέμων ἐπιόντων; Οὐδὲ γὰρ οὕτως ἦσαν οἱ βάρβαροι τῇ πόλει τῶν Ἱεροσολύμων φοβεροὶ, ὅτε ἐπῆλθον αὐτῇ πολλάκις, ὡς οἱ λογισμοὶ τούτων πάντοθεν αὐτὸν περικαθήμενοι· ἀλλ' ὅμως ἁπάντων 61.417 περιεγένετο. Βούλει καὶ τὸν ἱερέα ἰδεῖν; οὐ πόῤῥωθεν τὸ ὑπόδειγμα. Ὅταν γὰρ αὐτὸν ἴδῃς πῦρ ἔχοντα καὶ μάχαιραν καὶ θυσιαστηρίῳ ἐφεστῶτα, τί λοιπὸν ἀμφιβάλλεις ὑπὲρ τῆς ἱερωσύνης; Εἰ δὲ βούλει καὶ τὴν θυσίαν ἰδεῖν, ὅρα διπλῆν. Προσήνεγκε γοῦν παῖδα, προσήνεγκε καὶ πρόβατον, μᾶλλον δὲ πρὸ πάντων, τὴν ἑαυτοῦ γνώμην· καὶ τῷ μὲν αἵματι τοῦ προβάτου τὴν δεξιὰν, τῇ δὲ σφαγῇ τοῦ παιδὸς τὴν ψυχὴν ἡγίασεν. Οὕτως ἐχειροτονήθη ἱερεὺς, αἵματι μονογενοῦς, θυσίᾳ ἀμνοῦ. Καὶ γὰρ καὶ οἱ ἱερεῖς αἵματι ἡγιάζοντο τῶν ἱερείων τῶν τῷ Θεῷ προσαγομένων. Βούλει καὶ προφήτην ἰδεῖν; Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν· καὶ εἶδε, καὶ ἐχάρη, φησίν. Οὕτω καὶ σὺ γίνῃ βασιλεὺς, καὶ ἱερεὺς, καὶ προφήτης ἐν τῷ λουτρῷ· βασιλεὺς μὲν, πάσας χαμαὶ ῥίψας τὰς πονηρὰς πράξεις, καὶ τὰ ἁμαρτήματα κατασφάξας· ἱερεὺς δὲ, 61.418 ἑαυτὸν προσενεγκὼν τῷ Θεῷ, καὶ καταθύσας τὸ σῶμα, καὶ σφαγεὶς καὶ αὐτός· Εἰ γὰρ συναπεθάνομεν αὐτῷ, φησὶ, καὶ συζήσομεν αὐτῷ· προφήτης δὲ, τὰ μέλλοντα μανθάνων, καὶ ἔνθους γινόμενος καὶ σφραγισάμενος. Καθάπερ γὰρ στρατιώταις σφραγὶς, οὕτω καὶ τοῖς πιστοῖς τὸ Πνεῦμα ἐπιτίθεται· κἂν λειποτακτήσῃς, κατάδηλος γίνῃ πᾶσιν. Ἰουδαῖοι μὲν γὰρ εἶχον σφραγῖδα τὴν περιτομὴν, ἡμεῖς δὲ τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος. Ταῦτα οὖν εἰδότες, καὶ τὸ ἀξίωμα τὸ ἑαυτῶν ἐννοήσαντες, ἄξιον τῆς χάριτος ἐπιδειξώμεθα βίον, ἵνα καὶ τῆς μελλούσης ἐπιτύχωμεν βασιλείας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ∆ʹ. Ἐγὼ δὲ μάρτυρα τὸν Θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχὴν, ὅτι φειδόμενος
ὑμῶν, οὐκέτι ἦλ θον εἰς Κόρινθον. αʹ. Τί φὴς, ὦ μακάριε Παῦλε; φειδόμενος αὐτῶν οὐκ ἦλθες εἰς Κόρινθον; Οὐκοῦν ἐναντιολογίαν τινὰ ἡμῖν εἰσάγεις ἐνταῦθα. Ἀνωτέρω μὲν γὰρ ἔλεγες, ὅτι διὰ τοῦτο οὐκ ἦλθες, ἐπειδὴ οὐ κατὰ σάρκα βουλεύῃ, οὐδὲ κύριος εἶ σαυτοῦ, ἀλλ' ὑπὸ τῆς τοῦ Πνεύματος ἐξουσίας πανταχοῦ περιάγῃ, καὶ τὰς θλίψεις εἰς μέσον ἦγες· ἐνταῦθα δὲ σὸν φὴς εἶναι τὸ μὴ ἐλθεῖν, οὐκέτι τῆς τοῦ Πνεύματος ἐξουσίας· καὶ γάρ φησιν, ὅτι Φειδόμενος ὑμῶν, οὐκ ἦλθον εἰς Κόρινθον. Τί οὖν ἔστιν εἰπεῖν; Ἢ ὅτι καὶ τοῦτο αὐτὸ τοῦ Πνεύματος ἦν, καὶ ἠθέλησε μὲν αὐτὸς ἐλθεῖν, ὑπέβαλε δὲ τὸ Πνεῦμα μὴ παραγενέσθαι, τὴν φειδὼ τὴν αὐτῶν προβαλλόμενον· ἢ περὶ ἑτέρας λέγει παρουσίας, δηλῶν ὅτι πρὶν ἢ γράψαι τὴν προτέραν ἐπιστολὴν, ἠθέλησεν ἐλθεῖν, καὶ κατέσχεν ἑαυτὸν δι' ἀγάπην, ὥστε μὴ ἀδιορθώτοις ἐπιστῆναι. Εἰκὸς δὲ καὶ μετὰ τὴν δευτέραν Ἐπιστολὴν, τοῦ Πνεύματος μηκέτι κωλύοντος αὐτὸν, ἑκόντα διὰ τὴν αἰτίαν ταύτην μεῖναι. Ὁ καὶ μᾶλλόν ἐστιν ὑποπτεῦσαι, ὅτι παρὰ μὲν τὴν ἀρχὴν τὸ Πνεῦμα ἐκώλυεν· ὕστερον δὲ καὶ αὐτὸς ἐπιλογισάμενος ὅτι τοῦτο βέλτιον, ἔμεινε. Σὺ δέ μοι σκόπει πῶς πάλιν ἑαυτοῦ μέμνηται, ὃ συνεχῶς λέγειν οὐ παύσομαι, ἀπὸ τῶν ἐναντίων ἑαυτῷ συνιστάμενος. Ἐπειδὴ γὰρ καὶ τοῦτο εἰκὸς ἦν ὑποπτεύειν αὐτοὺς, καὶ λέγειν, ὅτι ∆ιὰ τοῦτο οὐκ ἠθέλησας ἐλθεῖν· ἐμίσησας γὰρ ἡμᾶς· δείκνυσι τοὐναντίον, ὅτι διὰ τοῦτο οὐκ ἠθέλησεν, ἐπειδὴ ἐφίλει αὐτούς. Τί δέ ἐστι τὸ, Φειδόμενος; Ἤκουσα, φησὶν, ὅτι ἐπόρνευσάν τινες παρ' ὑμῖν· οὐκ ἤθελον οὖν ἐλθὼν λυπῆσαι ὑμᾶς. Καὶ γὰρ ἀνάγκη παρόντα ἐξετάσαι τὸ πρᾶγμα, καὶ ἐπεξελθεῖν καὶ κολάσαι, καὶ πολλοὺς ἀπαιτῆσαι δίκην. Βέλτιον οὖν εἶναι ἐνόμισα ἀπεῖναι, καὶ ἐνδοῦναι μετανοῆσαι, ἢ παρὼν ἐπεξελθεῖν, καὶ παροξυνθῆναι μειζόνως. Καὶ γὰρ πρὸς τῷ τέλει τῆς Ἐπιστολῆς