1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

26

61.418 σαφῶς αὐτὸ παρεδήλωσεν εἰπών· Φοβοῦμαι μή πως ἐλθόντα με ταπεινώσῃ ὁ Θεός μου πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀσελγείᾳ καὶ ἀκαθαρσίᾳ, ᾗ ἔπραξαν. Τοῦτο τοίνυν καὶ ἐνταῦθα ἐνδείκνυται, καὶ λέγει μὲν αὐτὸς ὡς ἀπολογούμενος, ἐπιστύφει δὲ αὐτοὺς σφοδρότατα, καὶ φοβεῖ. Καὶ γὰρ ᾐνίξατο τιμωρίας ὄντας αὐτοὺς ὑπευθύνους, καί τι καὶ πεισομένους, εἰ μὴ ταχέως διορθωθεῖεν. Ὃ καὶ αὐτὸ πάλιν ἐν τῷ τέλει τῆς Ἐπιστολῆς φησιν, ὅτι Ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι. Πλὴν ἀλλ' ἐκεῖ μὲν σαφέστερον, ἐνταῦθα δὲ, ἐπειδὴ προοίμιον ἦν, οὐχ οὕτως αὐτὸ λέγει, ἀλλ' ὑπεσταλμένως· καὶ οὐδὲ τούτῳ ἀρκεῖται, ἀλλὰ καὶ αὐτὸ τοῦτο πάλιν θεραπεύει, ἐπιδιορθώσει κεχρημένος. Ἐπειδὴ γὰρ ὥσπερ ἐξουσίαν πολλὴν ἐνδεικνυμένου τὸ ῥῆμα ἦν· (φείδεται γάρ τις ἐκείνων, οὓς καὶ κολάσαι κύριός ἐστι), τοῦτο αὐτὸ παραμυθούμενος, καὶ τὸ δοκοῦν εἶναι τραχὺ συσκιάζων φησίν· Οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως. Τουτέστι, Οὐ διὰ τοῦτο εἶπον, ὅτι φειδόμενος ὑμῶν οὐκ ἦλθον, ὡς κυριεύων ὑμῶν. Καὶ οὐκ εἶπεν, Ὑμῶν, ἀλλὰ, Τῆς πίστεως· ὃ καὶ πραότερον ἦν καὶ ἀληθέστερον. Τὸν γὰρ μὴ βουλόμενον πιστεῦσαι τίς κύριος ἀναγκάσαι; Ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν. Ἐπειδὴ γὰρ, φησὶν, ἡ χαρὰ ὑμῶν ἡμετέρα ἐστὶν, οὐκ ἦλθον, ἵνα μὴ ἐμβάλω εἰς λύπην ὑμᾶς, καὶ αὐξήσω τὴν ἀθυμίαν τὴν ἐμήν· ἀλλ' ἔμεινα, ἵνα διορθωθέντες ἀπὸ τῆς ἀπειλῆς, εὐφρανθῆτε. Πάντα γὰρ ποιοῦμεν ὑπὲρ τῆς χαρᾶς τῆς ὑμετέρας, καὶ ὑπὲρ τούτου σπεύδομεν, ἐπειδὴ καὶ αὐτοὶ κοινωνοῦμεν αὐτῇ. Τῇ γὰρ πίστει ἑστήκατε. Ὅρα πάλιν ὑπεσταλμένως διαλεγόμενον. ∆έδοικε γὰρ αὐτῶν καθάψασθαι πάλιν, ἐπειδὴ σφοδρῶς αὐτῶν ἐν τῇ προτέρᾳ 61.419 καθίκετο Ἐπιστολῇ, καί τινα μεταβολὴν ἐπεδείξαντο· καὶ ἔμελλεν αὐτοὺς τοῦτο ἀνατρέπειν, εἰ μεταβαλλόμενοι πάλιν τὴν αὐτὴν ἐπιτίμησιν ὑπέμενον. ∆ιὸ πολλῷ τῆς προτέρας ἡμερωτέρα αὕτη. Ἔκρινα δὲ ἐμαυτῷ τὸ μὴ πάλιν ἐν λύπῃ ἐλθεῖν πρὸς ὑμᾶς. Τὸ, Πάλιν, δείκνυσι καὶ ἤδη λυπηθέντα ἐκεῖθεν· καὶ δοκῶν ἀπολογεῖσθαι, λεληθότως αὐτῶν καθάπτεται. Εἰ δὲ καὶ ἤδη ἐλύπησαν, καὶ πάλιν ἔμελλον λυπεῖν, ἐννόησον ὅσην εἰκὸς γενέσθαι τὴν ἀηδίαν. Ἀλλὰ τοῦτο μὲν οὐ λέγει, ὅτι Ἐλυπήσατε· ἑτέρως δὲ μεθοδεύει τὸν λόγον τὸ αὐτὸ τοῦτο αἰνιττόμενος, καὶ λέγων, ὅτι ∆ιὰ τοῦτο οὐκ ἦλθον, ἵνα μὴ λυπήσω ὑμᾶς· ὃ τὴν αὐτὴν μὲν ἰσχὺν ἔχει τούτῳ ᾧ εἶπον, εὐπαράδεκτον δὲ μᾶλλόν ἐστι. Εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ τίς ἐστιν ὁ εὐφραίνων με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; Ποία αὕτη ἀκολουθία; Μεγίστη μὲν οὖν. Σκόπει δέ· Οὐκ ἠθέλησα, φησὶν, ἐλθεῖν πρὸς ὑμᾶς, ἵνα μὴ λυπήσω ὑμᾶς πλέον, ἐπιτιμῶν, ἀγανακτῶν, ἀποστρεφόμενος. Εἶτα ἐπειδὴ καὶ αὐτὸ σφοδρὸν ἦν, καὶ κατηγορίαν αὐτῶν εἶχεν, εἴ γε οὕτως ἔζων ὡς Παῦλον λυπεῖν, ἐπιδιορθώσει χρώμενος, φησίν· Εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ τίς ἐστιν ὁ εὐφραίνων με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ δὲ καὶ ἐν λύπῃ ἔμελλον εἶναι, ἀναγκαζόμενος ὑμῖν ἐπιτιμᾷν καὶ ὁρᾷν λυπουμένους, ἀλλ' ὅμως καὶ αὐτὸ τοῦτο ηὔφραινέ με. Μεγίστης γὰρ τοῦτο ἀγάπης τεκμήριον, τὸ τοσούτου παρ' ὑμῖν ἄξιον εἶναί με, ὡς δύνασθαι δάκνειν ὑμᾶς ἀποστρεφόμενον. βʹ. Καὶ ὅρα σύνεσιν. Ὃ γὰρ τοῦ νόμου τῶν μαθητῶν ἦν, τὸ ἀλγεῖν καὶ αἰσθάνεσθαι ἐπιτιμωμένους, τοῦτο ὡς χαριζομένους αὐτοὺς εἰσάγει. Οὐδεὶς γάρ με οὕτως εὐφραίνει, φησὶν, ὡς ἐκεῖνος ὁ ἐπιστρεφόμενος τῶν ἐμῶν ῥημάτων, καὶ λυπούμενος ὅταν βλέπῃ με ὀργιζόμενον. Καίτοι τὸ ἀκόλουθον ἦν εἰπεῖν. Εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ τίς ἐστιν ὁ δυνάμενος ὑμᾶς εὐφρᾶναι; ἀλλ' οὐ λέγει τοῦτο, ἀλλ' ἀντιστρέφει πάλιν αὐτὸ, θεραπεύων αὐτοὺς, καὶ λέγων· Εἰ καὶ λυπῶ ὑμᾶς, χάριν μοι παρέχετε κἀν τούτῳ μεγίστην, ὅτι δάκνεσθε ὑπὸ τῶν παρ' ἐμοῦ λεγομένων. Καὶ γὰρ ἔγραψα ὑμῖν αὐτὸ τοῦτο. Ποῖον; Ὅτι διὰ τοῦτο οὐκ ἦλθον, φειδόμενος ὑμῶν. Πότε ἔγραφεν; ἐν τῇ προτέρᾳ, ὅτε ἔλεγεν· Οὐ θέλω ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν; Οὐκ ἔγωγε οἶμαι, ἀλλ' ἐν αὐτῇ τῇ Ἐπιστολῇ, ὅτε εἶπε. Μὴ ἐλθόντα με πάλιν ταπεινώσῃ ὁ Θεός μου πρὸς ὑμᾶς. Ἔγραψα οὖν αὐτὸ τοῦτο πρὸς τῷ τέλει, φησί· Μή πως ἐλθόντα με