1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

28

τέμνειν. Ὥστε ὃ νομίζετε εἶναι τοῦ μισεῖν ὑμᾶς σημεῖον, τοῦτο τοῦ σφόδρα φιλεῖν ἦν. Εἰ δὲ τὸ λυπῆσαι ἐξ ἀγάπης, πολλῷ μᾶλλον τὸ εὐφραίνεσθαι λυπουμένων. Ἀπολογησάμενος τοίνυν ὑπὲρ ἑαυτοῦ (καὶ γὰρ ἀπολογεῖται πολλαχοῦ· καὶ οὐκ αἰσχύνεται· εἰ γὰρ ὁ Θεὸς αὐτὸ ποιεῖ λέγων, Λαός μου, τί ἐποίησά σοι; πολλῷ μᾶλλον Παῦλος)· ἀπολογησάμενος οὖν ὑπὲρ ἑαυτοῦ, καὶ μέλλων μετιέναι λοιπὸν ἐπὶ τὴν ἀπολογίαν τὴν ὑπὲρ τοῦ πεπορνευκότος· ἵνα μὴ διαστραφῶσιν ὡς τἀναντία κελευόμενοι, καὶ προσφιλονεικήσωσιν, ἐπειδὴ αὐτὸς ἦν ὁ καὶ τότε ὀργισθεὶς, καὶ νῦν κελεύων αὐτὸν ἀφιέναι· ὅρα πῶς αὐτὸ προῳκονόμησεν, ἀπό τε τῶν εἰρημένων, ἀπό τε τῶν ῥηθησομένων. Τί γάρ φησιν; Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκε. Πρῶτον αὐτοὺς ἐπαινέσας, ὡς τὰ αὐτὰ χαίροντας, καὶ τὰ αὐτὰ λυπουμένους, τότε ἐμβάλλει εἰς τὸν περὶ τούτου λόγον, εἰπὼν πρῶτον, ὅτι Ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν. Εἰ δὲ ἡ χαρὰ πάντων ὑμῶν χαρὰ, δεῖ μετ' ἐμοῦ καὶ νῦν ἡσθῆναι, ὥσπερ ἠλγήσατε μετ' ἐμοῦ τότε. Καὶ γὰρ δι' ὧν ἐλυπήθητε, ηὐφράνατε· καὶ δι' ὧν χαίρετε νῦν, ἂν ἄρα ἡσθῆτε, τὸ αὐτὸ ποιήσετε. Καὶ οὐκ εἶπεν, Ἡ ἐμὴ λύπη πάντων ὑμῶν ἐστιν· ἀλλ' ἐν τοῖς ἄλλοις κατασκευάσας τοῦτο, νῦν μόνον οὗ ἔχρῃζε, τοῦτο τέθεικε, τὴν χαρὰν, εἰπὼν, ὅτι Ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν. Εἶτα καὶ τῶν προτέρων μέμνηται λέγων· Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, ἀλλὰ ἀπὸ μέρους, ἵνα μὴ ἐπιβαρῶ πάντας ὑμᾶς. Οἶδα, φησὶν, ὅτι συνωργίσθητέ μοι καὶ συνηγανακτήσατε ἐπὶ τῷ πεπορνευκότι, καὶ ἐκ μέρους πάντας ὑμᾶς ἐλύπησε τὸ συμβάν. ∆ιὰ τοῦτο δὲ εἶπον, Ἐκ μέρους, οὐχ ὡς ὑμῶν ἐλάττονα ἀλγησάντων, ἢ ἐγὼ, ἀλλ' ἵνα μὴ βαρήσω ἐκεῖνον τὸν πορνεύσαντα. Οὐκ ἐμὲ τοίνυν μόνον ἐλύπησεν, ἀλλὰ καὶ ὑμᾶς 61.422 ὁμοίως, καὶ φειδόμενος αὐτοῦ εἶπον· Ἀπὸ μέρους. Εἶδες πῶς αὐτῶν εὐθέως ἐχάλασε τὸν θυμὸν, δείξας καὶ τῆς ἀγανακτήσεως κοινωνοὺς γενομένους; Ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων. Καὶ οὐ λέγει, Τῷ πεπορνευκότι, ἀλλὰ πάλιν, Τῷ τοιούτῳ, ὡς καὶ ἐν τῇ προτέρᾳ· ἀλλ' οὐ διὰ τὴν αὐτὴν αἰτίαν, ἀλλ' ἐκεῖ μὲν αἰσχυνόμενος, ἐνταῦθα δὲ φειδόμενος. ∆ιὸ οὐδὲ μέμνηται λοιπὸν οὐδαμοῦ τῆς ἁμαρτίας· καιρὸς γὰρ ἀπολογίας ἦν. Ὥστε τοὐναντίον μᾶλλον ὑμᾶς χαρίσασθαι καὶ παρακαλέσαι, μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. Οὐ γὰρ μόνον κελεύει λῦσαι τὴν ἐπιτίμησιν, ἀλλὰ καὶ ἐπὶ τὰ πρότερα ἐπανάγει. Τὸν γὰρ μαστιγωθέντα ἂν μόνον τις ἀφῇ, καὶ οὐ θεραπεύσῃ, οὐδὲν ἐποίησεν. Ὅρα δὲ πῶς κἀκεῖνον πάλιν καταστέλλει, ἵνα μὴ τῇ συγχωρήσει γένηται χείρων. Εἰ γὰρ καὶ ἐξωμολογήσατο, καὶ μετενόησε, δείκνυσιν ὅτι οὐ τοσοῦτον ἀπὸ τῆς μετανοίας, ὅσον ἀπὸ τῆς δωρεᾶς λαμβάνει τὴν ἄφεσιν. ∆ιό φησι· Χαρίσασθαι καὶ παρακαλέσαι. Καὶ τὸ ἑξῆς πάλιν τὸ αὐτὸ δηλοῖ. Οὐ γὰρ ἐπειδὴ ἄξιός ἐστιν, οὐδὲ ἐπειδὴ ἀρκοῦσαν μετάνοιαν ἐπεδείξατο, ἀλλ' ἐπειδὴ ἀσθενής ἐστι, διὰ τοῦτό φησιν· Ἀξιῶ· διὸ καὶ ἐπήγαγε, Μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. Τοῦτο δὲ καὶ μαρτυροῦντος ἦν αὐτῷ πολλὴν τὴν μετάνοιαν, καὶ οὐκ ἀφιέντος εἰς ἀπόνοιαν ἐλθεῖν. Τί δέ ἐστι τὸ, Καταποθῇ; Ἢ τοῦτο ποιήσας ὅπερ καὶ Ἰούδας ἐποίησεν, ἢ καὶ ἐν τῷ ζῇν χείρων γενόμενος. Κἂν γὰρ ἀποσκιρτήσῃ, φησὶ, τῷ μὴ φέρειν ἐπιπλέον τὴν ἐκ τῆς ἐπιτεινομένης ἐπιπλήξεως ὀδύνην· πολλάκις καὶ ἀπογνοὺς, ἢ εἰς ἀγχόνην, ἢ εἰς μείζονα λοιπὸν ἥξει κακίαν. ∆εῖ τοίνυν προκαταλαβεῖν, ἵνα μὴ χαλεπώτερον τὸ ἕλκος γένηται, μηδὲ, ὅπερ κατωρθώσαμεν, ἀπολέσωμεν τῇ ἀμετρίᾳ. Ταῦτα δὲ ἔλεγεν, ἐκεῖνον, ὅπερ ἔφθην εἰπὼν, καὶ καταστέλλων καὶ παιδεύων μὴ γενέσθαι μετὰ τὴν ἄφεσιν ῥᾳθυμότερον. Οὐ γὰρ ὡς ἀπονιψάμενον τέλεον, ἀλλ' ὡς δεδοικὼς μὴ χαλεπώτερόν τι ἐργάσηται, οὕτω ἐδεξάμην, φησίν. Ὅθεν μανθάνομεν, ὅτι οὐ δεῖ μόνον πρὸς τὴν φύσιν τῶν ἁμαρτημάτων, ἀλλὰ καὶ πρὸς τὴν διάνοιαν καὶ τὴν ἕξιν τῶν ἁμαρτανόντων τὴν μετάνοιαν ὁρίζειν· ὃ καὶ τότε ὁ Ἀπόστολος ἐποίησε. Καὶ γὰρ ἐφοβεῖτο αὐτοῦ τὸ ἀσθενές· καὶ διὰ τοῦτο ἔλεγε, Μὴ καταποθῇ, ὡς ἐπὶ θηρίου, ὡς ἐπὶ χειμῶνος, ὡς ἐπὶ κλύδωνος. ∆ιὸ παρακαλῶ ὑμᾶς. Οὐκέτι ἐπιτάττει, ἀλλὰ παρακαλεῖ,