1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

29

οὐχ ὡς διδάσκαλος, ἀλλ' ὡς ὁμότιμος, κἀκείνους ἐπὶ τοῦ θρόνου καθίσας τοῦ δικαστικοῦ, ἑαυτὸν ἔστησεν ἐν τάξει συνηγόρου. Ἐπειδὴ γὰρ κατώρθωσεν ὅπερ ἐβούλετο, ἀπλήστως ὑπὸ χαρᾶς τῇ ἱκετηρίᾳ κέχρηται. Καὶ τί ποτέ ἐστιν ὃ παρακαλεῖς, εἰπέ μοι; Κυρῶσαι εἰς αὐτὸν ἀγάπην. Τουτέστι, βεβαιῶσαι, μὴ ἁπλῶς μηδὲ ὡς ἔτυχε προσέσθαι. Τοῦτο δὲ πάλιν μαρτυροῦντός ἐστιν αὐτοῖς ἀρετὴν μεγίστην· εἴ γε οἱ οὕτω φιλοῦντες αὐτὸν καὶ συγκροτοῦντες, ὡς καὶ φυσιωθῆναι, οὕτως ἀπεστράφησαν, ὡς τοσαῦτα κάμνειν τὸν Παῦλον, ἵνα 61.423 κυρώσωσιν εἰς αὐτὸν ἀγάπην. Τοῦτο ἀρετὴ μαθητῶν, τοῦτο ἀρετὴ διδασκάλων, τὸ οὕτως ἐκείνους εὐηνίους εἶναι, τὸ οὕτως αὐτὸν ῥυθμίζειν αὐτούς. Τοῦτο εἰ καὶ νῦν ἐγίνετο, οὐκ ἂν οἱ ἁμαρτάνοντες ἀναισθήτως ἐπλημμέλησαν. Οὔτε γὰρ φιλεῖν ἁπλῶς δεῖ, οὔτε ἀποστρέφεσθαι ἄνευ λόγου τινός. Εἰς τοῦτο γὰρ καὶ ἔγραψα ὑμῖν, ἵνα γνῶ τὴν δοκιμὴν ὑμῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε· μὴ μόνον ἐν τῷ ἀποτέμνειν, ἀλλὰ καὶ ἐν τῷ συνάπτειν. Εἶδες πῶς πάλιν καὶ ἐνταῦθα αὐτοῖς περιίστησι τὸν ἀγῶνα; Ὥσπερ γὰρ, ἡνίκα ἥμαρτεν, ἐναγωνίους αὐτοὺς ἐποίησεν, εἰ μὴ ἐκτέμοιεν, εἰπὼν, Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ, καὶ ἕτερα πλείονα· οὕτω καὶ ἐνταῦθα πάλιν τὸν τῆς παρακοῆς αὐτοῖς ἐφίστησι φόβον, μονονουχὶ λέγων, ὅτι Ὥσπερ τότε οὐχ ὑπὲρ αὐτοῦ, ἀλλὰ καὶ ὑπὲρ ὑμῶν, καὶ νῦν οὐχ ὑπὲρ ἐκείνου μᾶλλον ἢ ὑμῶν αὐτῶν βουλευτέον ὑμῖν ἐστι, μὴ δόξητε φιλόνεικοί τινες εἶναι καὶ ἀπάνθρωποι, καὶ οὐκ ἐν ἅπασιν ὑπήκοοι. ∆ιό φησιν, Εἰς τοῦτο γὰρ καὶ ἔγραψα ὑμῖν, ἵνα γνῶ τὴν δοκιμὴν ὑμῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε. Ἐκεῖνο μὲν γὰρ ἔδοξεν ἂν καὶ φθόνου εἶναι, καὶ βασκανίας· τοῦτο δὲ δείκνυσιν καθαρὰν μάλιστα τὴν ὑπακοὴν, καὶ εἰ πρὸς φιλανθρωπίαν ἐστὲ ἐπιτήδειοι. Τοῦτο γὰρ μαθητῶν εὐγνωμόνων, τὸ μὴ μόνον ἐκεῖνα, ἀλλὰ καὶ τὰ ἐναντία κελεύσαντι πείθεσθαι. ∆ιὰ τοῦτο εἶπεν, Εἰς πάντα, δεικνὺς ὅτι, ἐὰν μὴ ὑπακούσωσιν, οὐχ οὕτως ἐκεῖνον ὡς ἑαυτοὺς καταισχύνουσι, φιλονείκων λαμβάνοντες δόξαν. Ποιεῖ δὲ τοῦτο, ἵνα κἀντεῦθεν αὐτοὺς ὠθήσῃ πρὸς τὸ πεισθῆναι· διὸ καὶ λέγει, Εἰς τοῦτο γὰρ ἔγραψα ὑμῖν. Καίτοι οὐ διὰ τοῦτο ἔγραψε, λέγει δὲ διὰ τοῦτο, ὥστε αὐτοὺς ἐπισπάσασθαι· τὸ γὰρ προηγούμενον ἦν ἡ ἐκείνου σωτηρία. Ἀλλ' ἔνθα μηδὲν βλάπτεται, κἀκείνοις χαρίζεται. Τῷ δὲ εἰπεῖν, Εἰς πάντα, πάλιν ἐγκωμιάζει, τῆς προτέρας ὑπακοῆς ἀναμνήσας, καὶ εἰς μέσον αὐτὴν ἀγαγών. Ὧ δέ τι χαρίζεσθε, κἀγώ. Ὁρᾷς πῶς πάλιν τὰ δευτερεῖα ἑαυτῷ δίδωσιν, ἐκείνους μὲν ἄρχοντας, ἑαυτὸν δὲ ἑπόμενον δεικνύς; Τοῦτό ἐστι μαλάξαι τραχυνομένην γνώμην, τοῦτο ἐκλῦσαι φιλονεικοῦσαν. Εἶτα ἵνα μὴ ὑπτίους ποιήσῃ, ὡς κυρίους ὄντας, καὶ μὴ ἀφῶσιν αὐτὸν, πάλιν αὐτοὺς ἄγχει πρὸς τοῦτο, λέγων, ὅτι καὶ αὐτὸς ἐχαρίσατο. Καὶ γὰρ ἐγὼ εἴ τι κεχάρισμαι, ὃ κεχάρισμαι, δι' ὑμᾶς. Καὶ τοῦτο γὰρ αὐτὸ δι' ὑμᾶς ἐποίησα, φησί. Καὶ ὥσπερ ἡνίκα ἐκέλευεν ἀποτεμεῖν, οὔτε ἀφῆκεν αὐτοὺς γενέσθαι κυρίους χαρίσασθαι, εἰπὼν, Ἤδη κέκρικα παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ, καὶ ἔλαβε πάλιν κοινωνοὺς αὐτοὺς τῆς ψήφου εἰπὼν, Συναχθέντων ὑμῶν παραδοῦναι αὐτὸν, δύο τὰ μέγιστα κατασκευάζων, καὶ τὸ ἐξενεχθῆναι τὴν ἀπόφασιν, καὶ τὸ μὴ χωρὶς ἐκείνων, ὥστε μὴ δόξαι ταύτῃ πλήττειν, καὶ οὔτε μόνος αὐτὴν ἐκφέρει, ἵνα μὴ νομίσωσιν αὐθάδη εἶναι καὶ ὑπερῶφθαι αὐτοὶ, οὔτε τὸ πᾶν αὐτοῖς ἐπιτρέπει, ἵνα μὴ κύριοι γενόμενοι προδῶσι τὸν ἡμαρτηκότα, ἀκαίρως αὐτῷ χαριζόμενοι· οὕτω καὶ ἐνταῦθα ποιεῖ λέγων, ὅτι Ἐγὼ 61.424 ἤδη ἐχαρισάμην, ὃς ἐν τῇ προτέρᾳ ἤδη κέκρικα Εἶτα ἵνα μὴ πληγῶσιν, ὡς ὑπεροφθέντες, φησὶ, ∆ι' ὑμᾶς. Τί οὖν; δι' ἀνθρώπους συνεχώρησεν; Οὐχί· διὰ γὰρ τοῦτο καὶ προσέθηκεν, Ἐν προσώπῳ Χριστοῦ. Τί ἐστιν, Ἐν προσώπῳ Χριστοῦ; Ἢ κατὰ Θεὸν, φησὶν, ἢ εἰς δόξαν τοῦ Χριστοῦ. Ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ σατανᾶ· οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. Εἶδες πῶς καὶ τὴν ἐξουσίαν αὐτοῖς ἐπιτρέπει, καὶ πάλιν ἀφαιρεῖται αὐτὴν, ἵνα ἐκείνῳ μὲν μαλάξῃ, τούτῳ δὲ τὸ αὔθαδες αὐτῶν ἐκκόψῃ; Οὐ τοῦτο δὲ μόνον ἐντεῦθεν κατασκευάζει, ἀλλὰ καὶ τὸ δεῖξαι κοινὴν τὴν βλάβην οὖσαν, εἰ παρακούσαιεν· ὅπερ