1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

30

καὶ ἐν ἀρχῇ πεποίηκε. Καὶ γὰρ τότε ἔλεγε, Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ· καὶ ἐνταῦθα πάλιν, Ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ σατανᾶ. Καὶ πανταχοῦ καὶ αὐτοῦ καὶ ἐκείνων ποιεῖ τὴν ἄφεσιν. εʹ. Σκόπει δὲ ἄνωθεν· Εἰ δέ τις λελύπηκε, φησὶν, οὐκ ἐμὲ λελύπηκεν, ἀλλ' ἀπὸ μέρους, ἵνα μὴ ἐπιβαρῶ πάντας ὑμᾶς· εἶτα πάλιν, Ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων. Τοῦτο αὐτοῦ ψῆφος καὶ γνώμη. Ἀλλ' οὐκ ἔστη μέχρι τῆς ψήφου, ἀλλὰ πάλιν αὐτοὺς κοινωνοὺς ποιεῖ, λέγων· Ὥστε τοὐναντίον μᾶλλον ὑμᾶς χαρίσασθαι καὶ παρακαλέσαι. ∆ιὸ παρακαλῶ ὑμᾶς κυρῶσαι εἰς αὐτὸν ἀγάπην. Πάλιν ἐκείνων τὸ ὅλον ποιήσας, εἰς τὴν ἐξουσίαν τὴν ἑαυτοῦ μεταβαίνει, λέγων· Εἰς τοῦτο γὰρ καὶ ἔγραψα ὑμῖν, ἵνα γνῶ τὴν δοκιμὴν ὑμῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε. Εἶτα πάλιν αὐτῶν ποιεῖ τὴν χάριν, λέγων, Ὧ δέ τι χαρίζεσθε· εἶτα αὐτοῦ, Καὶ ἐγὼ, λέγων, εἴ τι κεχάρισμαι, δι' ὑμᾶς· εἶτα καὶ ἐκείνων καὶ ἑαυτοῦ· Καὶ γὰρ ἐγὼ, φησὶν, εἴ τι κεχάρισμαι, δι' ὑμᾶς ἐν προσώπῳ Χριστοῦ· ἢ εἰς δόξαν Χριστοῦ, ἢ ὡς τοῦ Χριστοῦ καὶ τοῦτο κελεύοντος· ὃ μάλιστα αὐτοὺς ἔπειθε. Καὶ γὰρ ἐδεδοίκεισαν λοιπὸν μὴ χαρίσασθαι πρᾶγμα εἰς δόξαν αὐτοῦ διαβαῖνον, καὶ αὐτῷ δοκοῦν. Εἶτα πάλιν τὸ κοινὸν βλάβος, εἰ παρακούσαιεν, τίθησι λέγων, Ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ σατανᾶ· καλῶς πλεονεξίαν ὀνομάσας· οὐ γὰρ τὰ αὐτοῦ λαμβάνει λοιπὸν, ἀλλὰ τὰ ἡμῶν ἁρπάζει. Μὴ δέ μοι τοῦτο εἴπῃς, ὅτι οὗτος μόνος θηριάλωτος γίνεται, ἀλλὰ καὶ τοῦτο σκόπησον, ὅτι ἐλαττοῦται τῆς ἀγέλης ὁ ἀριθμὸς, καὶ νῦν μάλιστα, ὅτε δύναται ὅπερ ἀπέβαλεν ἀνακτήσασθαι. Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν· ὅτι καὶ προσχήματι εὐλαβείας ἀπόλλυσιν. Οὐ γὰρ μόνον τῷ εἰς πορνείαν ἀγαγεῖν, ἀλλὰ καὶ ἀπὸ τοῦ ἐναντίου δύναται διαφθεῖραι, τῆς ἀμέτρου λύπης τῆς ἐπὶ τῇ μετανοίᾳ. Ὅταν οὖν μετὰ τῶν ἰδίων καὶ τοὺς ἡμετέρους λαμβάνῃ, ὅταν καὶ ἁμαρτάνειν κελεύων ἀπολλύῃ, καὶ μετανοεῖν κελευόντων ἡμῶν ἁρπάζῃ, πῶς οὐχὶ πλεονεξία τὸ πρᾶγμα; Οὐ γὰρ ἀρκεῖ αὐτῷ δι' ἁμαρτίας καταβάλλειν, ἀλλὰ καὶ διὰ μετανοίας, ἂν μὴ νήφωμεν, τοῦτο ποιεῖ. ∆ιὸ καὶ πλεονεξίαν εἰκότως ἐκάλεσεν, ὅταν καὶ διὰ τῶν ἡμετέρων κρατῇ. Τὸ γὰρ δι' ἁμαρτίας λαμβάνειν, ἴδιον αὐτοῦ ἐστι· τὸ μέντοι διὰ μετανοίας, οὐκέτι· ἡμέτερον γὰρ, οὐκ ἐκείνου τὸ ὅπλον. Ὅταν οὖν καὶ 61.425 ἐντεῦθεν δύνηται λαμβάνειν, σκόπησον πῶς ἡ ἧττα αἰσχρὰ, πῶς ὡς ἀσθενῶν καὶ ταλαιπώρων καταγελάσεται καὶ καταδραμεῖται, εἴ γε τοῖς ἡμετέροις ὅπλοις ἡμᾶς μέλλει χειροῦσθαι. Καὶ γὰρ σφόδρα καταγέλαστον καὶ τῆς ἐσχάτης αἰσχύνης, διὰ τῶν ἡμετέρων φαρμάκων τὰ τραύματα αὐτὸν κατασκευάζειν. ∆ιὰ τοῦτο ἔλεγεν· Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν· τὸ ποικίλον, τὸ δολερὸν, τὸ κακομήχανον, τὸ κακοῦργον, τὸ ἐπὶ προσχήματι εὐλαβείας ἐπηρεαστικὸν ἐμφαίνων. Ταῦτ' οὖν καὶ ἡμεῖς ἐννοοῦντες, μηδέποτε μηδενὸς καταφρονῶμεν, μηδέποτε ἁμαρτάνοντες ἀπογινώσκωμεν· μηδ' αὖ ῥᾳθυμῶμεν πάλιν, ἀλλὰ συντρίβωμεν τὴν διάνοιαν πλημμελοῦντες, μὴ ἁπλῶς ῥήματα προβαλλώμεθα. Καὶ γὰρ οἶδα πολλοὺς ἐγὼ, οἳ λέγουσι μὲν πενθεῖν τὰ ἁμαρτήματα, οὐδὲν δὲ μέγα ἐργάζονται, ἀλλὰ νηστεύουσι μὲν καὶ τραχέα φοροῦσιν ἱμάτια, χρημάτων δὲ μᾶλλον τῶν καπηλευόντων ἐφίενται, καὶ ὀργῇ πλέον θηρίων ἁλίσκονται, καὶ κακηγορίαις χαίρουσι μᾶλλον, ἢ ἐγκωμίοις ἕτεροι. Οὐκ ἔστι ταῦτα μετάνοια· εἰκών ἐστι μετανοίας ταῦτα καὶ σκιὰ μόνον, οὐ μετάνοια. ∆ιὸ καὶ ἐπὶ τούτων καλὸν εἰπεῖν· Σκοπεῖτε μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ σατανᾶ· οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. Τοὺς μὲν γὰρ δι' ἁμαρτημάτων, τοὺς δὲ διὰ μετανοίας ἀπόλλυσι, τούτους δὲ ἑτέρῳ τρόπῳ πάλιν, τῷ μηδὲν ἀπὸ μετανοίας ἀφεῖναι καρποῦσθαι. Ἐπειδὴ γὰρ ἀπολέσαι ἐξ εὐθείας οὐχ εὗρεν, ἑτέραν ἦλθεν ὁδὸν τοὺς μὲν πόνους ἐπιτείνων, τοὺς δὲ καρποὺς ἀφαιρούμενος, καὶ πείθων ὡς τὸ πᾶν κατωρθωκότας, οὕτω τῶν ἄλλων ἀμελεῖν. Ἵν' οὖν μὴ εἰκῆ κόπτωμεν ἑαυτοὺς, μικρὰ πρὸς τὰς τοιαύτας διαλεχθῶμεν γυναῖκας· γυναικῶν γὰρ μάλιστα τουτὶ τὸ νόσημα. Καλὸν μὲν καὶ τοῦτο ὃ πράττετε νῦν, νηστεία καὶ χαμευνία καὶ σποδός· ἀλλ' ὅταν τὰ ἄλλα μὴ προσῇ, τούτων ὄφελος