1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

32

προτέρου φησὶν, Εἶδον ὅτι ἐπορεύθη στυγνὸς, καὶ ἰασάμην τὰς ὁδοὺς αὐτοῦ· καὶ ἐπὶ τοῦ Ἀχαὰβ δὲ τοῦτο τὴν ὀργὴν ἔλυσε τοῦ Θεοῦ· περὶ δὲ τοῦ δευτέρου, Ἄφετε, καὶ ἀφεθήσεται ὑμῖν. Ἔστι καὶ πάλιν ἄλλη ὁδὸς τοῦτο φέρουσα τὸ φάρμακον ἡμῖν, ἡ κατάγνωσις τῶν πεπλημμελημένων· Λέγε γὰρ σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς. Καὶ τὸ κακῶς πάσχοντα εὐχαριστεῖν λύει τὰ ἁμαρτήματα, καὶ ἡ πασῶν μείζων ἐλεημοσύνη. Ἀρίθμει τοίνυν τὰ φάρμακα τὰ ἰώμενά σου τὰ τραύματα, καὶ πάντα ἐπιτίθει συνεχῶς, ταπεινοφροσύνην, ἐξομολόγησιν, τὸ μὴ μνησικακεῖν, τὸ πάσχοντα κακῶς εὐχαριστεῖν, τὸ ἐλεεῖν διὰ χρημάτων, διὰ πραγμάτων, τὸ εὔχεσθαι καρτερικῶς. Οὕτως ἡ χήρα τὸν ὠμὸν καὶ ἀπηνῆ ἐξιλεώσατο δικαστήν. Εἰ δὲ ἐκείνη τὸν ἄδικον, πολλῷ μᾶλλον σὺ τὸν ἥμερον. Ἔστι καὶ ἑτέρα μετὰ τούτων ὁδὸς, τὸ προΐστασθαι τῶν ἀδικουμένων· Κρίνατε γὰρ, φησὶν, 61.428 ὀρφανῷ, καὶ δικαιώσατε χήραν· καὶ δεῦτε, καὶ διαλεχθῶμεν, καὶ ἐὰν ὦσι αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ. Ποίας οὖν ἂν εἴημεν ἀπολογίας ἄξιοι, εἰ τοσαύτας ἔχοντες ὁδοὺς εἰς τὸν οὐρανὸν ἀναγούσας, καὶ τοιαῦτα φάρμακα ἰώμενα τὰ τραύματα, καὶ μετὰ τὸ λουτρὸν τοῖς αὐτοῖς ἐπιμένομεν; Μὴ τοίνυν ἐπιμένωμεν, ἀλλ' οἱ μὲν μηδέπω πεσόντες, ἐν τῷ οἰκείῳ μενέτωσαν κάλλει, μᾶλλον δὲ ἐπιπλέον ἀσκείτωσαν τοῦτο· κἂν γὰρ μὴ εὕρῃ ἁμαρτήματα, ταυτὶ τὰ κατορθώματα πλείονα ποιεῖ τὴν εὐμορφίαν· ἡμεῖς δὲ οἱ πολλὰ πεπλημμεληκότες, εἰς τὴν τῶν ἁμαρτημάτων διόρθωσιν χρησώμεθα τοῖς εἰρημένοις, ἵνα τῷ βήματι τοῦ Χριστοῦ μετὰ παῤῥησίας παραστῶμεν πολλῆς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Εʹ.

Ἐλθὼν δὲ εἰς τὴν Τρωάδα εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ θύρας μοι

ἀνεῳγμένης ἐν Κυρίῳ, οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου, τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου. αʹ. Ταῦτα δοκεῖ μὲν ἀνάξια εἶναι Παύλου τὰ ῥήματα, εἰ δι' ἀπουσίαν ἀδελφοῦ τοσαύτην προήκατο σωτηρίαν· δοκεῖ δὲ καὶ τῆς ἀκολουθίας ἀπηρτῆσθαι. Τί οὖν; βούλεσθε πρότερον ἀποδείξωμεν, ὅτι τῆς ἀκολουθίας ἤρτηται, ἢ ὅτι οὐδὲν ἀνάξιον εἴρηκεν ἑαυτοῦ; Ἐμοὶ δοκεῖ τὸ δεύτερον· οὕτω γὰρ κἀκεῖνο ἡμῖν εὐκολώτερον ἔσται καὶ σαφέστερον. Πῶς οὖν ἤρτηται τῶν προτέρων ταῦτα; Ἀναμνησθῶμεν αὐτῶν ἐκείνων, καὶ οὕτως εἰσόμεθα τοῦτο. Τίνα οὖν ἦν τὰ πρότερα; Ἅπερ ἔλεγεν ἀρχόμενος· Οὐ θέλω ὑμᾶς ἀγνοεῖν ὑπὲρ τῆς θλίψεως, φησὶ, τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ, ὅτι καθ' ὑπερβολὴν ἐβαρήθημεν ὑπὲρ δύναμιν· καὶ δείξας πῶς ἀπηλλάγη, καὶ τὰ ἐν μέσῳ παρενθεὶς, ἀναγκαίως διδάσκει πάλιν ὅτι καὶ ἑτέρως ἐθλίβη. Πῶς καὶ τίνι τρόπῳ; Τῷ μὴ εὑρεῖν Τίτον. ∆εινὸν μὲν γὰρ καὶ ἱκανὸν καταβαλεῖν ψυχὴν, καὶ τὸ πειρασμοὺς ὑπομένειν· ὅταν δὲ καὶ ὁ παραμυθούμενος μὴ ᾖ, καὶ δυνάμενος τὸ φορτίον συνδιενεγκεῖν, μείζων γίνεται ὁ χειμών. Τίτος δὲ αὐτός ἐστιν, ὅν φησι προϊὼν παρ' αὐτῶν ἀφῖχθαι πρὸς αὐτὸν, καὶ περὶ οὗ πολλὰ καὶ μεγάλα διεξέρχεται ἐγκώμια, καὶ ὃν ἔφησεν ἀπεσταλκέναι. ∆εῖξαι τοίνυν βουλόμενος ὅτι καὶ ταύτῃ δι' αὐτοὺς ἐθλίβη, ταῦτα εἴρηκεν. Ὅτι μὲν οὖν ἤρτηται τῶν προτέρων τὰ εἰρημένα, δῆλον ἐκ τούτων· ὅτι δὲ οὐδὲ ἀνάξια Παύλου, καὶ τοῦτο δεῖξαι πειράσομαι. Οὐ γὰρ λέγει, ὅτι ἐνεπόδισε τῇ σωτηρίᾳ τῶν προσιέναι μελλόντων ἡ ἀπουσία Τίτου, οὐδ' ὅτι παρεῖδε τοὺς πιστεύσαντας διὰ τοῦτο, ἀλλ' ὅτι οὐκ ἔσχηκεν ἄνεσιν, 61.428 τουτέστιν ἐθλίβη, ὠδυνήθη διὰ τὴν ἀπουσίαν τοῦ ἀδελφοῦ, δεικνὺς ὅσον ἐστὶν ἀδελφοῦ ἀπουσία· καὶ διὰ τοῦτο ἀπῆλθεν ἐκεῖθεν. Τί δέ ἐστιν, Ἐλθὼν δὲ εἰς τὴν Τρωάδα εἰς τὸ εὐαγγέλιον; Οὐχ ἁπλῶς, φησὶν, ἐπεδήμησα, ἀλλ' ὥστε κηρῦξαι. Ἀλλ' ὅμως καὶ διὰ τοῦτο ἐλθὼν, καὶ εὑρὼν ἔργον μέγιστον·