1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

33

Θύρας γάρ μοι ἀνεῳγμένης ἐν Κυρίῳ, οὐκ ἔσχηκα ἄνεσιν, φησίν· οὐ μὴν διὰ τοῦτο ἐνεπόδισε τὸ ἔργον. Πῶς οὖν φησιν, ὅτι Ἀποταξάμενος αὐτοῖς ἐξῆλθον; Τουτέστιν, οὐ διέτριψα πλείονα χρόνον, στενοχωρούμενος, ὀδυνώμενος. Ἴσως δὲ καὶ ἐνεποδίζετο τὸ ἔργον, ἐκείνου ἀπόντος. Τοῦτο δὲ οὐ μικρὰ καὶ τούτοις παραμυθία. Εἰ γὰρ ἐκεῖ θύρας ἀνεῳγμένης, καὶ εἰς τοῦτο ἐλθὼν, ἐπειδὴ τὸν ἀδελφὸν οὐχ εὗρεν, ἀπεπήδησε ταχέως, πολλῷ μᾶλλον ὑμᾶς, φησὶ, συγγινώσκειν χρὴ ταῖς τῶν πραγμάτων ἀνάγκαις ἀγούσαις καὶ περιαγούσαις ἡμᾶς πανταχοῦ, καὶ οὐκ ἐώσαις, ὡς βουλόμεθα, οὔτε ἀποδημεῖν οὔτε ἐνδιατρίβειν οἷς ἂν ἐθέλωμεν ἐπιπλέον. ∆ιὸ καὶ ἐπάγει πάλιν, ὥσπερ ἄνω τῷ Πνεύματι, οὕτω καὶ ἐνταῦθα τῷ Θεῷ τὰς ἀποδημίας ἀνατιθεὶς, καὶ λέγων· Τῷ δὲ Θεῷ χάρις τῷ πάντοτε ἡμᾶς θριαμβεύοντι ἐν τῷ Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὑτοῦ φανεροῦντι δι' ἡμῶν ἐν παντὶ τόπῳ. Ἵνα γὰρ μὴ δόξῃ ὡς θρηνῶν ταῦτα ἀποδύρεσθαι, χάριν ἀναπέμπει τῷ Θεῷ. Ὃ δὲ λέγει, τοῦτό ἐστι· πανταχοῦ θλῖψις, πανταχοῦ στενοχωρία· ἦλθον εἰς τὴν Ἀσίαν, ἐβαρήθην ὑπὲρ δύναμιν· ἦλθον εἰς τὴν Τρωάδα, οὐχ εὗρον τὸν ἀδελφόν· οὐκ ἦλθον πρὸς ὑμᾶς· οὐ μικράν μοι καὶ τοῦτο ἀθυμίαν ἐνεποίησεν, ἀλλὰ καὶ σφόδρα μεγάλην, καὶ τῷ πολλοὺς ἡμαρτηκέναι παρ' ὑμῖν, καὶ τῷ διὰ τοῦτο ὑμᾶς μὴ ὁρᾷν· Φειδόμενος γὰρ ὑμῶν, οὐκέτι ἦλθον εἰς Κόρινθον, φησίν. Ἵν' οὖν 61.429 μὴ δόξῃ ὀλοφύρεσθαι ταῦτα λέγων, ἐπάγει, ὅτι Οὐ μόνον οὐκ ἀλγοῦμεν ἐν ταῖς θλίψεσι ταύταις, ἀλλὰ καὶ χαίρομεν· καὶ τὸ μεῖζον, οὐ τῶν μελλόντων ἕνεκεν μόνον ἐπάθλων, ἀλλὰ καὶ αὐτῶν τῶν παρόντων· καὶ γὰρ ἐνταῦθά ἐσμεν λαμπροὶ ἐκ τούτων καὶ περιφανεῖς. Τοσοῦτον τοίνυν ἀπέχομεν τοῦ θρηνεῖν, ὅτι καὶ θρίαμβον τὸ πρᾶγμα καλοῦμεν, καὶ ἐγκαλλωπιζόμεθα τοῖς γινομένοις. ∆ιὸ καὶ ἔλεγε, Τῷ δὲ Θεῷ χάρις τῷ πάντοτε ἡμᾶς θριαμβεύοντι· τουτέστι, τῷ πᾶσι ποιοῦντι περιφανεῖς. Ὃ γὰρ δοκεῖ εἶναι ἀτιμίας, τὸ πάντοθεν ἐλαύνεσθαι, τοῦτο τιμῆς ἡμῖν εἶναι φαίνεται μεγίστης. ∆ιὸ οὐκ εἶπε, Τῷ καταδήλους ποιοῦντι, ἀλλὰ, Τῷ θριαμβεύοντι· δεικνὺς, ὅτι οἱ διωγμοὶ οὗτοι τρόπαια συνεχῆ κατὰ τοῦ διαβόλου πανταχοῦ τῆς γῆς ἀνιστῶσιν. Εἶτα μετὰ τοῦ θριαμβεύοντος θεὶς καὶ τὴν ὑπόθεσιν, ἀνίστησι κἀντεῦθεν τὸν ἀκροατήν. Οὐ γὰρ μόνον ὑπὸ τοῦ Θεοῦ θριαμβευόμεθα, ἀλλὰ καὶ ἐν Χριστῷ· τουτέστι, διὰ τὸν Χριστὸν καὶ τὸ κήρυγμα. Ἐπειδὰν γὰρ θριαμβεῦσαι δέῃ, ἀνάγκη πᾶσα καὶ ἡμᾶς τοὺς φέροντας τὸ τρόπαιον καταδήλους εἶναι, ἐπειδὴ αὐτὸν βαστάζομεν. ∆ιὰ τοῦτο περίβλεπτοί ἐσμεν, καὶ περιφανεῖς. Καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι' ἡμῶν ἐν παντὶ τόπῳ. βʹ. Ἄνω εἶπε, Πάντοτε θριαμβεύοντι, ἐνταῦθα, Ἐν παντὶ τόπῳ, φησί· δεικνὺς ὅτι καὶ τόπος καὶ καιρὸς πᾶς τῶν ἄθλων ἐμπέπλησται τῶν ἀποστολικῶν. Καὶ ἑτέρᾳ πάλιν κέχρηται μεταφορᾷ τῇ τῆς εὐωδίας. Καθάπερ γὰρ μύρον βαστάζοντες, οὕτω πᾶσίν ἐσμεν κατάδηλοι, φησί· μύρον πολύτιμον τὴν γνῶσιν λέγων. Καὶ οὐκ εἶπε, Τὴν γνῶσιν, ἀλλ', Ὀσμὴν γνώσεως. Τοιοῦτον γὰρ ἡ παροῦσα γνῶσις, οὐ σφόδρα σαφὴς, οὐδὲ ἐκκεκαλυμμένη. ∆ιὸ καὶ ἐν τῇ προτέρᾳ ἔλεγεν Ἐπιστολῇ, Βλέπομεν γὰρ ἄρτι δι' ἐσόπτρου ἐν αἰνίγματι, καὶ ἐνταῦθα ὀσμὴν τὸ τοιοῦτον μύρον καλεῖ. Ὁ δὲ τὴν ὀσμὴν εἰδὼς, ὅτι μὲν ἔστι μύρον που κείμενον οἶδε, ποταπὸν δὲ τὴν οὐσίαν, οὐκέτι, ἐὰν μὴ πρότερον αὐτὸ εἰδὼς τύχῃ. Οὕτω καὶ ἡμεῖς, ὅτι μὲν ἔστι Θεὸς ἴσμεν, τί δὲ τὴν οὐσίαν, οὐκέτι. Ὥσπερ οὖν θυμιατήριόν ἐσμεν βασιλικὸν, ὅπου ἂν ἀπέλθωμεν τοῦ οὐρανίου πνέοντες μύρου, καὶ τῆς πνευματικῆς εὐωδίας. Ταῦτα δὲ ἔλεγεν, ὁμοῦ καὶ τοῦ κηρύγματος δεικνὺς τὴν ἰσχὺν, ὅτι δι' ὧν ἐπιβουλεύονται, διὰ τούτων λάμπουσι μᾶλλον τῶν διωκόντων αὐτοὺς, καὶ πᾶσαν τὴν οἰκουμένην ποιούντων εἰδέναι καὶ τὰ τρόπαια αὐτῶν καὶ τὴν εὐωδίαν, καὶ παρακαλῶν ὑπὲρ τῶν θλίψεων αὐτοὺς καὶ τῶν πειρασμῶν, ὥστε πάντα φέρειν γενναίως, εἴ γε καὶ πρὸ τῆς ἀντιδόσεως ἄφατον καρποῦνται τὸ κλέος. Ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ ἐν τοῖς σωζομένοις, καὶ ἐν τοῖς ἀπολλυμένοις. Ἄν τε γὰρ σώζηταί τις, φησὶν, ἄν τε ἀπολλύηται, τὸ εὐαγγέλιον τὴν οἰκείαν ἀρετὴν ἔχον μένει. Καὶ καθάπερ τὸ 61.430