1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

34

φῶς, κἂν σκοτίζῃ τοὺς ἀσθενεῖς, φῶς ἐστι, καίτοι σκοτίζον· καὶ τὸ μέλι κἂν πικρὸν ᾖ τοῖς νοσοῦσι, γλυκὺ τὴν φύσιν ἐστιν· οὕτω καὶ τὸ εὐαγγέλιον εὐῶδές ἐστι, κἂν ἀπολλύωνταί τινες ἀπιστοῦντες. Οὐ γὰρ αὐτοῦ ἔργον ἡ ἀπώλεια, ἀλλὰ τῆς ἐκείνων ἀγνωμοσύνης. Καὶ ταύτῃ δὲ μάλιστα ἡ εὐωδία αὐτοῦ φαίνεται, ᾗ οἱ διεφθαρμένοι καὶ πονηροὶ ἀπόλλυνται. Ὥστε οὐκ ἀπὸ τῆς τῶν ἀγαθῶν σωτηρίας μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς τῶν πονηρῶν ἀπωλείας δείκνυται αὐτοῦ ἡ ἀρετή. Ἐπεὶ καὶ ὁ ἥλιος, ἐπειδὴ σφόδρα φαιδρός ἐστι, διὰ τοῦτο μάλιστα πλήττει τῶν ἀσθενούντων τὰς ὄψεις· καὶ ὁ Σωτὴρ εἰς πτῶσιν πολλῶν καὶ ἀνάστασίν ἐστιν, ἀλλ' ὅμως μένει Σωτὴρ ὢν, καὶ μυρίων πιπτόντων· καὶ ἡ παρουσία αὐτοῦ μειζόνως ἐκόλασε τοὺς μὴ πειθομένους, ἀλλ' ὅμως μένει σωτήριος οὖσα. ∆ιὰ τοῦτο καὶ αὐτός φησιν, ὅτι Τῷ Θεῷ εὐωδία ἐσμέν· τουτέστι, Κἂν ἀπολλύωνταί τινες, ἡμεῖς μένομεν τοῦτο ὄντες ὅπερ ἐσμέν. Καὶ οὐχ ἁπλῶς εἶπεν, Εὐωδία, ἀλλὰ, Τῷ Θεῷ. Ὅταν δὲ τῷ Θεῷ εὐωδία ὦμεν, κἀκεῖνος ταῦτα ψηφίζηται, τίς ἀντερεῖ λοιπόν; Καὶ τὸ, Χριστοῦ δὲ εὐωδία, διπλῆν μοι τὴν ἐξήγησιν ἔχειν δοκεῖ. Ἢ γὰρ τοῦτό φησιν, ὅτι ἑαυτοὺς θυσίαν προσέφερον ἀποθνήσκοντες, ἢ ὅτι τῆς τοῦ Χριστοῦ σφαγῆς εὐωδία ἐσμέν· ὡς ἂν εἴποι τις, Τοῦδε τοῦ ἱερείου εὐωδία ἐστὶ τόδε τὸ θυμίαμα. Ἢ τοῦτο οὖν ἐμφαίνει τῆς εὐωδίας τὸ ὄνομα· ἢ, ὅπερ ἔφθην εἰπὼν, ὅτι καθ' ἡμέραν θύονται διὰ τὸν Χριστόν. Εἶδες ποῦ τοὺς πειρασμοὺς ἀνήγαγε, θρίαμβον καὶ εὐωδίαν καλῶν, καὶ θυσίαν τῷ Θεῷ προσαγομένην; Εἶτα, ἐπειδὴ εἶπεν, Εὐωδία ἐσμὲν, καὶ ἐν τοῖς ἀπολλυμένοις, ἵνα μὴ νομίσῃς, ὅτι κἀκεῖνοι εὐπρόσδεκτοί εἰσιν, ἐπήγαγε· Τοῖς μὲν ὀσμὴ θανάτου εἰς θάνατον, τοῖς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν. Τὴν γὰρ εὐωδίαν ταύτην οἱ μὲν οὕτω προσίενται, ὥστε σωθῆναι, οἱ δὲ οὕτως, ὥστε ἀπολέσθαι. Ὥστε κἂν ἀπολλύηταί τις, παρ' αὐτοῦ ἡ αἰτία· ἐπεὶ καὶ τὰς ὗς τὸ μύρον λέγεται πνίγειν, καὶ τὸ φῶς, ὅπερ ἔφθην εἰπὼν, τοὺς ἀσθενεῖς σκοτίζειν. Καὶ τοιαύτη τῶν ἀγαθῶν ἡ φύσις· οὐ τὰ οἰκεῖα διορθοῦται μόνον, ἀλλὰ καὶ τὰ ἐναντία ἀπόλλυσι· καὶ ταύτῃ μάλιστα διαδείκνυται αὐτῶν ἡ δύναμις. Καὶ γὰρ καὶ τὸ πῦρ οὐχ ὅταν φωτίζῃ μόνον, οὐδ' ὅταν χρυσίον καθαίρῃ, ἀλλὰ καὶ ὅταν ἀκάνθας δαπανᾷ, μάλιστα τὴν οἰκείαν ἰσχὺν ἐπιδείκνυται, καὶ ταύτῃ φαίνεται πῦρ· καὶ ὁ Χριστὸς δὲ ταύτῃ τὴν μεγαλωσύνην αὑτοῦ ἐνδείκνυται, ὅταν ἀναλώσῃ τὸν ἀντίχριστον τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσῃ τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ. Καὶ πρὸς ταῦτα τίς ἱκανός; Ἐπειδὴ γὰρ μεγάλα ἐφθέγξατο, ὅτι Θυσία ἐσμὲν τοῦ Χριστοῦ καὶ εὐωδία, καὶ θριαμβευόμεθα πανταχοῦ, πάλιν μετριάζει, τῷ Θεῷ πάντα ἀνατιθείς· διὸ καί φησι, Καὶ πρὸς ταῦτα τίς ἱκανός; Τὸ γὰρ πᾶν τοῦ Χριστοῦ, φησὶν, ἐστίν· οὐδὲν ἡμέτερον. Ὁρᾷς ἀπ' ἐναντίας τοῖς ψευδαποστόλοις φθεγγόμενον; Οἱ μὲν γὰρ καυχῶνται ὡς παρ' ἑαυτῶν εἰσφέροντές τι εἰς τὸ κήρυγμα, οὗτος δὲ διὰ τοῦτό φησι καυχᾶσθαι, ἐπειδὴ οὐδὲν αὐτοῦ φησιν εἶναι· 61.431 Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστὶ, τὸ μαρτύριον τῆς συνειδήσεως, ὅτι οὐκ ἐν σοφίᾳ σαρκικῇ, ἀλλ' ἐν χάριτι Θεοῦ ἀνεστράφημεν ἐν τῷ κόσμῳ. Καὶ οὗ τὴν κτῆσιν ἐνόμιζον ἐκεῖνοι εἶναι καύχημα, τῆς σοφίας λέγω τῆς ἔξωθεν, οὗτος τὴν ἀναίρεσιν· διὸ καὶ ἐνταῦθά φησι, Καὶ πρὸς ταῦτα τίς ἱκανός; Εἰ δὲ μὴ ἱκανοὶ, χάριτος τὸ γινόμενον. Οὐ γάρ ἐσμεν, ὥσπερ οἱ λοιποὶ καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ. γʹ. Εἰ γὰρ καὶ μεγάλα φθεγγόμεθα, ἀλλ' οὐδὲν ἡμέτερον ἔφαμεν εἶναι κατόρθωμα, ἀλλὰ τὰ πάντα τοῦ Χριστοῦ· οὐδὲ γὰρ μιμησόμεθα τοὺς ψευδαποστόλους, τοὺς τὰ πολλὰ αὑτῶν εἶναι λέγοντας. Τοῦτο γάρ ἐστι καπηλεῦσαι, ὅταν τις νοθεύῃ τὸν οἶνον, ὅταν τις χρημάτων πωλῇ, ὅπερ δωρεὰν ἔδει δοῦναι. Ἐνταῦθα γὰρ καὶ εἰς χρήματα αὐτοὺς σκώπτειν μοι δοκεῖ, καὶ ὅπερ εἶπον αἰνίττεσθαι πάλιν, οἷον, ὅτι τὰ αὑτῶν ἀναμιγνύουσι τοῖς θείοις· ὅπερ καὶ Ἡσαΐας ἐγκαλῶν ἔλεγεν, Οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι. Εἰ γὰρ καὶ περὶ οἴνου τοῦτο εἴρηται, οὐκ ἄν τις ἁμάρτοι καὶ εἰς διδασκαλίαν αὐτὸ ἐκλαμβάνων. Ἀλλ' οὐχ ἡμεῖς, φησὶν, οὕτως· ἀλλ' οἷα ἐπιστεύθημεν, τοιαῦτα παρέχομεν, ἄκρατον κιρνῶντες τὸν