1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

36

ἐκεῖνος ἀνέβη, ἔνθα ἀναβῆναι θέμις οὐδένα ἕτερον. Κἂν ἐπιχειρῶσι συναναβαίνειν τινὲς τῶν τοιούτων ἐννοιῶν, ἐπίταξον αὐταῖς μετ' ἐξουσίας, καὶ εἰπὲ, Καθίσατε αὐτοῦ, ἐγὼ δὲ καὶ τὸ παιδίον προσκυνήσαντες ὑποστρέψομεν· καὶ τὴν ὄνον καὶ τοὺς παῖδας ἀφεὶς κάτω, καὶ εἴ τι ἄλογον καὶ ἀνόητον· εἴ τι λογικὸν, λαβὼν ἀνάβηθι, ὥσπερ ἐκεῖνος τὸν Ἰσαάκ. Καὶ τὸ θυσιαστήριον οἰκοδόμησον οὕτως ὡς ἐκεῖνος, ὡς μηδὲν ἔχων ἀνθρώπινον, ἀλλ' ἔξω τῆς φύσεως γενόμενος· ἐπεὶ καὶ ἐκεῖνος, εἰ μὴ ἔξω τῆς φύσεως ἦν, οὐκ ἂν τὸν παῖδα κατέσφαξε. Καὶ μηδὲν ἐνοχλείτω 61.433 σοι τότε, ἀλλ' αὐτῶν γίνου τῶν οὐρανῶν ὑψηλότερος· στέναξον πικρὸν, κατάθυσον ἐξομολόγησιν· Λέγε γὰρ σὺ τὰς ἀνομίας σου πρῶτος, φησὶν, ἵνα δικαιωθῇς· κατάθυσον συντριβὴν καρδίας. Ταῦτα τὰ ἱερεῖα οὐκ εἰς τέφραν τελευτᾷ, οὐδὲ εἰς καπνὸν διαλύεται, οὐδὲ ξύλων δεῖται καὶ πυρὸς, ἀλλὰ κατανενυγμένης διανοίας μόνης· τοῦτο ξύλα, τοῦτο πῦρ καῖον αὐτὰ, καὶ οὐ κατακαῖον. Ὁ γὰρ μετὰ θερμότητος εὐχόμενος, καίεται, καὶ οὐ κατακαίεται, ἀλλ' ὥσπερ χρυσίον πυρὶ βασανιζόμενον, λαμπρότερος γίνεται. Μετὰ δὲ τούτων κἀκεῖνο φυλάττου, τὸ μηδὲν εἰπεῖν εὐχόμενος τῶν παροξυνόντων σου τὸν ∆εσπότην, μηδὲ κατ' ἐχθρῶν προσέλθῃς. Εἰ γὰρ τὸ ἔχειν ἐχθροὺς ὄνειδος, τὸ κατεύχεσθαι αὐτῶν ἐννόησον ἡλίκον κακόν. ∆έον γάρ σε ἀπολογήσασθαι διὰ τί ἐχθροὺς ἔχεις, σὺ δὲ αὐτῶν καὶ κακηγορεῖς. Καὶ ποίας τεύξῃ συγγνώμης, καὶ κακηγορῶν, καὶ ἐν καιρῷ τοιούτῳ, ὅτε ἐλέου σοι δεῖ πολλοῦ; Καὶ γὰρ ὑπὲρ οἰκείων προσῆλθες ἁμαρτημάτων δεόμενος· μὴ τοίνυν μνημονεύσῃς τῶν ἀλλοτρίων, ἵνα μὴ τῶν ἰδίων ἀναμνήσῃς. Ἂν γὰρ εἴπῃς, Πάταξον τὸν ἐχθρὸν, ἐνέφραξάς σου τὸ στόμα· οὐκέτι γὰρ παῤῥησίαν ἔδωκας τῇ γλώττῃ· πρῶτον μὲν, ὅτι παρώργισας τὸν δικαστὴν ἐκ προοιμίων εὐθέως· δεύτερον, ὅτι ἐναντία αἰτεῖς τῷ σχήματι τῆς εὐχῆς. Εἰ γὰρ ὑπὲρ ἀφέσεως ἁμαρτημάτων προσεύχῃ, πῶς ὑπὲρ κολάσεως διαλέγῃ; Τοὐναντίον μὲν οὖν ἔδει ποιεῖν, καὶ δεῖσθαι ὑπὲρ αὐτῶν, ἵνα τοῦτο καὶ ὑπὲρ ἑαυτῶν μετὰ παῤῥησίας παρακαλέσωμεν. Νυνὶ δὲ προκατέλαβες τοῦ δικαστοῦ τὴν ψῆφον διὰ τῆς σῆς, ἀξιῶν τοὺς ἁμαρτάνοντας κολάζειν· ὃ καὶ συγγνώμης ἀποστερεῖ πάσης. Ἂν δὲ ὑπὲρ αὐτῶν εὔξῃ, κἂν μηδὲν ὑπὲρ τῶν σῶν εἴπῃς, τὸ πᾶν ἤνυσας. Ἐννόησον πόσαι θυσίαι εἰσὶν ἐν τῷ νόμῳ· θυσία αἰνέσεως, θυσία ἐξομολογήσεως, θυσία σωτηρίου, θυσία καθαρμῶν, καὶ ἕτεραι μυρίαι, καὶ οὐδεμία κατ' ἐχθρῶν, ἀλλ' ὑπὲρ τῶν οἰκείων ἁμαρτημάτων ἑκάστη, ἢ καὶ κατορθωμάτων. Μὴ γὰρ ἄλλῳ προσέρχῃ Θεῷ; Ἐκείνῳ προσέρχῃ τῷ εἰπόντι, Εὔχεσθε ὑπὲρ τῶν ἐχθρῶν ὑμῶν. Πῶς οὖν αὐτῶν καταβοᾷς; πῶς παρακαλεῖς τὸν Θεὸν τὸν οἰκεῖον λῦσαι νόμον; Οὐκ ἔστι τοῦτο ἱκέτου σχῆμα· οὐδεὶς ἱκετεύει ἵνα ἄλλος ἀπόληται, ἀλλ' ἵνα αὐτὸς σωθῇ. Τί τοίνυν σχῆμα μὲν ἱκέτου περίκεισαι, ῥήματα δὲ ἔχεις κατηγόρου; Καὶ ὅταν μὲν ὑπὲρ ἑαυτῶν εὐχώμεθα, καὶ κνώμεθα καὶ χασμώμεθα, καὶ εἰς μυρίους ἐμπίπτομεν λογισμούς· ὅταν δὲ κατ' ἐχθρῶν, νήφοντες τοῦτο ποιοῦμεν. Ἐπειδὴ γὰρ οἶδεν ὁ διάβολος, ὅτι καθ' ἑαυτῶν τὸ ξίφος ὠθοῦμεν, οὐ περιέλκει οὐδὲ περισπᾷ τότε, ἵνα μειζόνως ἡμῖν λυμήνηται. Ἀλλὰ ἠδίκημαι, φησὶ, καὶ θλίβομαι. Οὐκοῦν κατὰ τοῦ διαβόλου εὖξαι, τοῦ μάλιστα πάντων ἀδικοῦντος ἡμᾶς. Τοῦτο καὶ ἐπετάγης λέγειν, Ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἐκεῖνός ἐστιν ὁ ἀκατάλλακτος ἐχθρός· ἄνθρωπος δὲ, ὅσα ἂν ποιῇ, φίλος ἐστὶ καὶ ἀδελφός. Ἐκείνῳ τοίνυν πάντες ὀργι 61.434 ζώμεθα, κατ' αὐτοῦ παρακαλῶμεν τὸν Θεὸν λέγοντες, Σύντριψον τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ἡμῶν. Οὗτος γὰρ τίκτει καὶ τοὺς ἐχθρούς. Ἂν δὲ κατ' ἐχθρῶν εὔξῃ, τὴν εὐχὴν, ἣν ἐκεῖνος βούλεται, εὔχῃ· ὥσπερ οὖν ἂν ὑπὲρ ἐχθρῶν, κατὰ τούτου. Τί τοίνυν τὸν ὄντως ἐχθρὸν ἀφεὶς, τὰ μέλη δάκνεις τὰ σὰ, θηρίων χαλεπώτερος ταύτῃ γινόμενος; Ἀλλ' ὕβρισε, φησὶ, καὶ χρήματα ἀπεστέρησε. Καὶ τίνα δεῖ πενθεῖν, τὸν παθόντα κακῶς, ἢ τὸν ποιήσαντα κακῶς; Ὅτι χρήματα κερδάνας, τῆς εὐνοίας ἑαυτὸν ἐξέβαλε τοῦ Θεοῦ, καὶ μείζονα ἀπώλεσεν ἢ ἔλαβεν· ὥστε ἐκεῖνός ἐστιν ὁ ἠδικημένος. Οὐκοῦν οὐχὶ κατεύχεσθαι δεῖ, ἀλλ' ὑπερεύχεσθαι