1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

38

σκυθρωπὸν, τὰς θλίψεις λέγω, οὕτως ἐπῆρε, καὶ ἔδειξε λαμπρὸν ὂν καὶ περιφανὲς, ὡς ταύτην αὐτῷ τὴν ἀντίθεσιν ἐκ τῶν εἰρημένων ἀνακύψαι. Ποιεῖ δὲ αὐτὸ καὶ πρὸς τῷ τέλει. Μετὰ γὰρ τὸ μυρίους ἀριθμῆσαι κινδύνους, ὕβρεις, στενοχωρίας, ἀνάγκας, καὶ ὅσα τοιαῦτα, ἐπήγαγε λέγων, Οὐχ ἑαυτοὺς συνιστάνομεν, ἀλλ' ἀφορμὴν διδόντες ὑμῖν καυχήματος. Καὶ τίθησιν αὐτὸ πάλιν ἐκεῖ σφοδρῶς, καὶ μετὰ πλείονος παραμυθίας. Ἐνταῦθα μὲν γὰρ ἀγάπης ἐστὶ τὰ ῥήματα, Εἰ μὴ χρῄζομεν ὥς τινες συστατικῶν ἐπιστολῶν; ἐκεῖ δὲ γέμει τινὸς τοῦ φρονήματος τὰ λεγόμενα ἀναγκαίως καὶ χρησίμως καὶ θυμοῦ. Οὐ γὰρ πάλιν, φησὶν, ἑαυτοὺς συνιστάνομεν, ἀλλ' ἀφορμὴν διδόντες ὑμῖν καυχήματος· καὶ, Πάλιν δοκεῖτε, ὅτι ὑμῖν ἀπολογούμεθα; Ὅτι κατενώπιον τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν. Φοβοῦμαι γὰρ μή πως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς, καὶ ἐγὼ εὑρεθῶ ὑμῖν οἶον οὐ θέλετε. Ἵνα γὰρ μὴ δόξῃ κολακείας δόξαν λαμβάνειν, ὡς ἐφιέμενος τῆς παρ' αὐτῶν τιμῆς, ταῦτά φησι, Φοβοῦμαι μή πως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς, κἀγὼ εὑρεθῶ ὑμῖν, οἷον οὐ θέλετε. Ἀλλὰ ταῦτα μὲν μετὰ κατηγορίας πολλῆς· ἐν ἀρχῇ δὲ οὐχ οὕτως, ἀλλ' ἡμερώτερον. Τί δέ ἐστιν ὅ φησιν; Εἶπε περὶ τῶν πειρασμῶν καὶ τῶν κινδύνων, καὶ ὅτι πανταχοῦ πομπεύεται παρὰ τοῦ 61.436 Θεοῦ ἐν τῷ Χριστῷ, καὶ ἡ οἰκουμένη πᾶσα τοὺς θριάμβους οἶδε τούτους. Ἐπεὶ οὖν μεγάλα περὶ αὑτοῦ ἐφθέγξατο, ἀνθυποφέρει ἑαυτῷ λέγων· Ἀρχόμεθα πάλιν ἑαυτοὺς συνιστάνειν; Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἴσως τις ἡμῖν ἀντερεῖ, Τί τοῦτο, ὦ Παῦλε; ταῦτα περὶ σεαυτοῦ λέγεις, καὶ σαυτὸν ἐπαίρεις; Ταύτην οὖν λύων τὴν ὑπόνοιαν, φησὶν, ὅτι Οὐ τοῦτο βουλόμεθα, οἷον κομπάζειν καὶ ἑαυτοὺς ἐπαίρειν· ἀλλὰ τοσοῦτον ἀπέχομεν τοῦ δεηθῆναι πρὸς ὑμᾶς συστατικῶν ἐπιστολῶν, ὡς ὑμᾶς ἀντὶ ἐπιστολῆς ἔχειν. Ἡ γὰρ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, φησί. Τί ἐστιν, Ὑμεῖς ἐστε; Εἰ ἔδει πρὸς ἑτέρους ἡμᾶς συσταθῆναι, ὑμᾶς ἂν παρηγάγομεν εἰς μέσον ἀντ' ἐπιστολῆς· ὃ καὶ ἐν τῇ προτέρᾳ Ἐπιστολῇ ἔλεγεν· Ἡ γὰρ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε. Ἀλλ' οὕτω μὲν ἐνταῦθα οὐ λέγει, μετ' εἰρωνείας δὲ, ὥστε πληκτικώτερον ποιῆσαι τὸν λόγον· Εἰ μὴ χρῄζομεν συστατικῶν ἐπιστολῶν; Καὶ αἰνιττόμενος τοὺς ψευδαποστόλους, ἐπήγαγεν· Ὥς τινες, πρὸς ὑμᾶς, ἢ ἐξ ὑμῶν συστατικῶν ἐπιστολῶν, πρὸς ἄλλους. Εἶτα, ἐπειδὴ βαρὺ ἦν τὸ εἰρημένον, παραμυθεῖται αὐτὸ ἐπάγων καὶ λέγων· Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη ὑπὸ πάντων· φανερούμενοι, ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ. Ἐνταῦθα οὐ μόνον αὐτοῖς ἀγάπην, ἀλλὰ καὶ κατορθώματα μαρτυρεῖ, εἴ γε ἱκανοί εἰσι δεῖξαι πᾶσιν ἀνθρώποις διὰ τῆς οἰκείας ἀρετῆς τοῦ διδασκάλου τὸ ἀξίωμα. Τοῦτο γάρ ἐστιν, Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε. Ὅπερ ἂν ἐποίησε τὰ γράμματα συνιστῶντα ἡμᾶς καὶ αἰδεσίμους ποιοῦντα, τοῦτο ὑμεῖς ποιεῖτε, καὶ ὁρώμενοι καὶ ἀκουόμενοι. Μαθητῶν γὰρ ἀρετὴ τὸν διδάσκαλον εἴωθε κοσμεῖν καὶ συνιστᾷν πάσης μᾶλλον ἐπιστολῆς. Ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν. Τουτέστιν, ἣν πάντες ἴσασιν· οὕτως ὑμᾶς πανταχοῦ περιφέρομεν, καὶ ἐν νῷ ἔχομεν· ὡς ἂν εἰ ἔλεγεν, Ἡ σύστασις ἡμῶν πρὸς ἑτέρους ὑμεῖς ἐστε· καὶ γὰρ ἔχομεν ὑμᾶς ἐν τῇ καρδίᾳ διηνεκῶς, καὶ πρὸς ἅπαντας τὰ ὑμέτερα ἀνακηρύττομεν κατορθώματα. Οὐ τοίνυν τῷ καὶ πρὸς ἑτέρους ὑμᾶς εἶναι σύστασιν ἡμῶν, δεόμεθα ἐπιστο 61.437 λῶν παρ' ὑμῶν· ἀλλὰ καὶ τῷ σφόδρα φιλεῖν ὑμᾶς, οὐ δεόμεθα πρὸς ὑμᾶς συστάσεως· πρὸς γὰρ τοὺς ἀγνῶτάς τις δεῖται γραμμάτων· ὑμεῖς δὲ ἐν τῇ διανοίᾳ ἡμῶν ἐστε. Καὶ οὐκ εἶπεν, Ἐστὲ, ἁπλῶς, ἀλλὰ, Ἐγγεγραμμένη· τουτέστιν, οὐδὲ ἀποπεσεῖν δύνασθε. Ὥσπερ γὰρ ἀπὸ γραμμάτων ἀναγινώσκοντες, οὕτως ἀπὸ τῆς καρδίας ἡμῶν γινώσκοντες ἴσασι πάντες τὴν ἀγάπην ἡμῶν, ἣν ἔχομεν περὶ ὑμᾶς. βʹ. Εἰ τοίνυν τὰ γράμματα διὰ τοῦτό ἐστιν, ἵνα δηλώσῃ ὅτι ὁ δεῖνά μοι φίλος, καὶ ἀπολαυέτω παῤῥησίας, ἀρκεῖ ἡ ὑμετέρα ἀγάπη τὸ πᾶν ἀνύσαι. Ἄν τε γὰρ πρὸς ὑμᾶς ἴωμεν, οὐ δεόμεθα ἑτέρων τῶν συνιστώντων ἡμᾶς, τῆς φιλίας ὑμῶν προλαμβανούσης· ἄν τε πρὸς ἑτέρους, οὐ χρῄζομεν πάλιν γραμμάτων, τῆς αὐτῆς ἀγάπης ἀντὶ τούτων