1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

39

ἀρκούσης ἡμῖν πάλιν· περιφέρομεν γὰρ τὴν ἐπιστολὴν ἐν ταῖς καρδίαις ἡμῶν. Εἶτα ἐπὶ μεῖζον ἐπαίρων αὐτοὺς, καὶ ἐπιστολὴν Χριστοῦ καλεῖ, λέγων· Φανερούμενοι, ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ. Καὶ τοῦτο εἰπὼν, λαμβάνει λοιπὸν ὑπόθεσιν καὶ ἀρχὴν ἐντεῦθεν ἐξετάσαι τὰ τοῦ νόμου. Καὶ ἄλλως δὲ αὐτοὺς ἐνταῦθά φησιν εἶναι ἐπιστολήν· ἀνωτέρω μὲν γὰρ ὡς συνιστῶντας· διὸ ἐπιστολήν ἐκάλεσεν· ἐνταῦθα δὲ ἐπιστολὴν Χριστοῦ, ὡς ἔχοντας τὸν νόμον ἐγγεγραμμένον τοῦ Θεοῦ. Ἃ γὰρ ἐβούλετο ὁ Θεὸς δηλῶσαι πᾶσι καὶ ὑμῖν, ταῦτα γέγραπται ἐν ταῖς καρδίαις ὑμῶν. Ἡμεῖς δὲ παρεσκευάσαμεν ὑμᾶς, ὥστε δέξασθαι τὰ γράμματα. Καθάπερ Μωϋσῆς τοὺς λίθους καὶ τὰς πλάκας ἐκόλαψεν, οὕτως ἡμεῖς τὰς ὑμετέρας ψυχάς· διό φησι, ∆ιακονηθεῖσα ὑφ' ἡμῶν. Ἀλλ' ἐν τούτῳ τὸ ἴσον εἶχον· καὶ γὰρ ἐκεῖναι ὑπὸ Θεοῦ ἐγράφησαν, καὶ αὗται ὑπὸ τοῦ Πνεύματος. Ποῦ τοίνυν ἡ διαφορά; Ἐγγεγραμμένη, οὐ μέλανι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος· οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ' ἐν πλαξὶ καρδίας σαρκίναις. Ὅσον δὲ τὸ μέσον Πνεύματος καὶ μέλανος, καὶ λιθίνης πλακὸς καὶ σαρκίνης, τοσοῦτον τὸ διάφορον τούτων κἀκείνων· οὐκοῦν καὶ οἱ διακονήσαντες τοῦ διακονήσαντος ἐκείνοις. ∆ιά τοι τοῦτο, ἐπεὶ μέγα ἐφθέγξατο, ταχέως ἐπιλαμβάνεται ἑαυτοῦ, λέγων· Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν Θεόν· καὶ πάλιν ὅλον ἀνατίθησι τῷ Θεῷ· τούτων γὰρ ἡμῖν ὁ Χριστὸς αἴτιος, φησίν. Οὐχ ὅτι ἱκανοί ἐσμεν ἀφ' ἑαυτῶν τι λογίσασθαι, ὡς ἐξ ἑαυτῶν. Ὅρα πάλιν καὶ ἑτέραν ἐπιδιόρθωσιν. Καὶ γὰρ μεθ' ὑπερβολῆς τὴν ἀρετὴν ταύτην μάλιστα κέκτηται, τὴν ταπεινοφροσύνην λέγω. ∆ιόπερ ὅταν εἴπῃ τι μέγα περὶ ἑαυτοῦ, πάσῃ κέχρηται σπουδῇ, ὥστε σφοδρῶς παραμυθήσασθαι τὸ εἰρημένον τρόπῳ παντί· ὃ καὶ ἐνταῦθα ποιεῖ, λέγων, Οὐχ ὅτι ἱκανοί ἐσμεν ἀφ' ἑαυτῶν τι λογίσασθαι ὡς ἐξ ἑαυτῶν. Τουτέστιν, Οὐχ οὕτως εἶπον, Πεποίθησιν ἔχομεν, ὡς τὸ μὲν ἡμέτερον εἶναι, τὸ δὲ τοῦ Θεοῦ· ἀλλὰ τὸ πᾶν αὐτῷ ἀνατίθημι καὶ λογίζομαι. Ἡ γὰρ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ, ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς ∆ιαθήκης. Τί ἐστιν, Ἱκάνωσε; ∆υνατοὺς ἐποίησε καὶ ἐπιτη 61.438 δείους. Οὐ μικρὸν δὲ τοῦτο, τὸ κομίσαι τοιαύτας πλάκας καὶ ἐπιστολὰς τῇ οἰκουμένῃ, πολὺ μείζους τῶν προτέρων. ∆ιὸ καὶ ἐπήγαγεν· Οὐ γράμματος, ἀλλὰ πνεύματος. Ἰδοὺ πάλιν ἄλλη διαφορά. Τί οὖν; ἐκεῖνος οὐκ ἦν πνευματικὸς ὁ νόμος; πῶς οὖν φησιν, Οἴδαμεν ὅτι ὁ νόμος πνευματικός ἐστι; Πνευματικὸς μὲν, ἀλλ' οὐ πνεῦμα παρεῖχεν· οὐ γὰρ πνεῦμα ἐκόμισε Μωϋσῆς, ἀλλὰ γράμματα· ἡμεῖς δὲ ἐπιστεύθημεν πνεῦμα διδόναι. ∆ιὸ καὶ ἐπεξεργάζεται αὐτὸ λέγων· Τὸ γὰρ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ. Ταῦτα δὲ οὐχ ἁπλῶς φησιν, ἀλλ' ἐκείνους αἰνιττόμενος τοὺς μεγαλοφρονοῦντας ἐπὶ τοῖς Ἰουδαϊκοῖς. Γράμμα δὲ ἐνταῦθα τὸν νόμον φησὶ, τὸν κολάζοντα τοὺς πλημμελοῦντας· πνεῦμα δὲ τὴν χάριν τὴν διὰ τοῦ βαπτίσματος τοὺς ὑπὸ τῶν ἁμαρτιῶν νεκρωθέντας ζωοποιοῦσαν. Εἰπὼν γὰρ τὴν διαφορὰν τὴν ἀπὸ τῆς φύσεως τῶν πλακῶν, οὐκ ἐνδιατρίβει αὐτῇ, ἀλλὰ παραδραμὼν αὐτὴν ταύτην ἐπὶ πλεῖον ἐργάζεται, ᾗ μάλιστα ἑλεῖν τὸν ἀκροατὴν ἠδύνατο, ἀπὸ τοῦ συμφέροντος καὶ κούφου. Οὔτε γὰρ πόνον ἔχει, φησὶ, καὶ μείζονα παρέχει τὴν χάριν. Εἰ γὰρ περὶ Χριστοῦ διαλεγόμενος, ἐκεῖνα μάλιστα τίθησιν, ἃ τῆς φιλανθρωπίας αὐτοῦ ἐστι μᾶλλον ἢ τῆς ἀξίας, καὶ ἀλλήλοις συνδέδεται· πολλῷ μᾶλλον ἐπὶ τῆς διαθήκης, ἀναγκαίως τοῦτο ποιεῖ. Τί οὖν ἐστι τὸ, Γράμμα ἀποκτείνει; Εἶπεν ὅτι ἐν πλαξὶ λιθίναις, καὶ καρδίαις σαρκίναις, οὐδέπω δὲ μεγάλην ἐδόκει διαφορὰν λέγειν. Προσέθηκε οὖν ὅτι ἐκείνη γράμματι ἢ μέλανι, αὕτη δὲ πνεύματι. Οὔτε τοῦτο πάνυ αὐτοὺς διήγειρε. Λέγει οὖν λοιπὸν ὅπερ ἱκανὸν αὐτοὺς πτερῶσαι, ὅτι τὸ μὲν ἀποκτείνει, τὸ δὲ ζωοποιεῖ. γʹ. Τί δὲ τοῦτό ἐστιν; Ἐν τῷ νόμῳ ὁ ἁμάρτημα ἔχων, κολάζεται· ἐνταῦθα ὁ ἁμάρτημα ἔχων, προσελθὼν βαπτίζεται, καὶ γίνεται δίκαιος· δίκαιος δὲ γινόμενος ζῇ, τοῦ θανάτου τῆς ἁμαρτίας ἀπαλλαγείς. Ὁ νόμος ἐὰν λάβῃ φονέα, ἀναιρεῖ· ἡ χάρις ἐὰν λάβῃ φονέα, φωτίζει καὶ ζωοποιεῖ. Καὶ τί λέγω φονέα; Ξύλα ἔλαβεν ἐν σαββάτῳ συλλέξαντα ὁ νόμος, καὶ