1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

40

ἐλίθασε· τοῦτό ἐστι, Τὸ γράμμα ἀποκτείνει. Μυρίους ἀνδροφόνους καὶ λῃστὰς λαμβάνει ἡ χάρις, καὶ βαπτίζουσα ἀπαλλάττει τῶν προτέρων κακῶν· τοῦτό ἐστι, Τὸ πνεῦμα ζωοποιεῖ. Ἐκεῖνος ἀπὸ ζῶντος νεκρὸν ἐργάζεται τὸν ἁλόντα· αὕτη ἀπὸ νεκροῦ ζῶντα κατασκευάζει τὸν ὑπεύθυνον. ∆εῦτε γὰρ πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι· καὶ οὐκ εἶπε, Κολάσω ὑμᾶς, ἀλλ', Ἀναπαύσω ὑμᾶς. Ἐν γὰρ τῷβαπτίσματι θάπτεται τὰ ἁμαρτήματα, ἐξαλείφεται τὰ πρότερα, ζωοποιεῖται ὁ ἄνθρωπος, ὥσπερ εἰς πλάκα αὐτοῦ τὴν καρδίαν ἐγγράφεται πᾶσα ἡ χάρις. Ἐννόησον τοίνυν ὅση τοῦ Πνεύματος ἡ ἀξία, ὅταν αἱ πλάκες αὐτοῦ βελτίους τῶν προτέρων, ὅταν μεῖζόν τι καὶ αὐτῆς τῆς ἀναστάσεως ἐπιδεικνύηται. Καὶ γὰρ ἡ νέκρωσις αὕτη τῆς προτέρας χαλεπωτέρα, ἧς καὶ ἀπαλλάττει, καὶ τοσούτῳ, ὅσῳ ψυχὴ σώματος βελτίων· καὶ αὕτη δι' ἐκείνης συνίσταται ἡ ζωὴ, ἣν τὸ Πνεῦμα δίδωσιν· εἰ δὲ ταύτην δυνατὸν χαρίσασθαι, πολλῷ μᾶλλον τὴν ἐλάττονα· ἐκείνην μὲν γὰρ προφῆται εἰργάσαντο, ταύτην δὲ οὐκέτι. Οὐδεὶς γὰρ δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ μόνος ὁ Θεός. Οὐδὲ 61.439 ἐκείνην δὲ χωρὶς Πνεύματος παρεῖχον οἱ προφῆται. Οὐ τοῦτο δέ ἐστι μόνον τὸ θαυμαστὸν, ὅτι ζωοποιεῖ, ἀλλ' ὅτι καὶ ἑτέροις τοῦτο παρέσχε ποιεῖν. Λάβετε γὰρ, φησὶ, Πνεῦμα ἅγιον. ∆ιὰ τί; χωρὶς Πνεύματος γὰρ οὐκ ἐνῆν; Ἀλλὰ δεικνὺς ὁ Θεὸς, ὅτι τοῦτο τῆς ἐξουσίας ἐστὶ τῆς ἀνωτάτω, καὶ τῆς οὐσίας τῆς βασιλικῆς ἐκείνης καὶ τὴν αὐτὴν ἔχει ἰσχὺν, καὶ τοῦτό φησι· διὸ καὶ ἐπάγει, Ὧν ἐὰν ἀφῆτε τὰς ἁμαρτίας, ἀφέωνται, καὶ ὧν ἐὰν κρατῆτε, κεκράτηνται. Ἐπεὶ οὖν ἐζωοποίησεν ἡμᾶς, μένωμεν ζῶντες, καὶ μὴ πάλιν ἐπὶ τὴν προτέραν ἐπανίωμεν νεκρότητα· Ὁ Χριστὸς γὰρ οὐκέτι ἀποθνήσκει. Ὃ γὰρ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· καὶ οὐ βούλεται ἀεὶ χάριτι ἡμᾶς σώζεσθαι, ἐπεὶ κενοὶ πάντων ἡμεῖς ἐσόμεθα· διὸ καὶ παρ' ἡμῶν εἰσφέρεσθαί τι βούλεται. Εἰσενέγκωμεν τοίνυν, καὶ τὴν ψυχὴν ζῶσαν διατηρῶμεν. Τί δέ ἐστι ψυχῆς ζωὴ, ἀπὸ τοῦ σώματος μάνθανε. Καὶ γὰρ τὸ σῶμα τότε λέγομεν ζῇν, ὅταν βαδίζῃ ὑγιῆ τινα βάδισιν· ὅταν δὲ κατακέηται διαλυθὲν, καὶ παρὰ τάξιν κινῆται, κἂν δοκῇ ζῇν ἢ βαδίζειν, παντὸς θανάτου χαλεπωτέρα ἡ τοιαύτη ζωή. Κἂν φθέγγηται μηδὲν ὑγιὲς, ἀλλὰ τῶν παραπλήγων ῥήματα, καὶ ἕτερα ἀνθ' ἑτέρων βλέπῃ, πάλιν τῶν τετελευτηκότων ἐλεεινότερος ὁ τοιοῦτος. Οὕτω καὶ ἡ ψυχὴ, ὅταν μηδὲν ὑγιὲς ἔχῃ, κἂν δοκῇ ζῇν, τέθνηκεν· ὅταν τὸ χρυσίον μὴ βλέπῃ ὡς χρυσίον, ἀλλ' ὡς μέγα τι καὶ τίμιον, ὅταν τὰ μέλλοντα μὴ ἐννοῇ, ἀλλὰ χαμαὶ σύρηται, ὅταν ἀνθ' ἑτέρων ἕτερα πράττῃ. Πόθεν γὰρ δῆλον ὅτι ψυχὴν ἔχομεν; οὐκ ἀπὸ τῶν ἐνεργειῶν; Ὅταν οὖν τὰ αὐτῆς μὴ ἐνεργῇ, οὐχὶ τέθνηκεν; Οἷον, ὅταν μὴ ἐπιμελῆται ἀρετῆς, ἀλλὰ ἁρπάζῃ καὶ παρανομῇ, πόθεν δύναμαι εἰπεῖν ὅτι ψυχὴν ἔχεις; ὅτι βαδίζεις; Ἀλλὰ τοῦτο καὶ τῶν ἀλόγων. Ἀλλ' ὅτι ἐσθίεις καὶ πίνεις; Ἀλλὰ τοῦτο καὶ τῶν θηρίων. Ἀλλ' ὅτι ὀρθὸς ἕστηκας ἐπὶ δύο ποσί; Τοῦτό μοι μᾶλλον δείκνυσιν, ὅτι θηρίον εἶ ἀνθρωπόμορφον. Ὅταν μὲν γὰρ τὰ ἄλλα ἔχῃς ἐκείνου, τὴν δὲ διανάστασιν μηκέτι, μᾶλλόν με ταράττεις καὶ ἐκδειματοῖς, καὶ μᾶλλον τέρας εἶναι νομίζω τὸ φαινόμενον. Καὶ γὰρ εἰ θηρίον εἶδον ἀνθρωπίνῃ φθεγγόμενον τῇ φωνῇ, οὐκ ἂν δι' αὐτὸ τοῦτο ἔφην ἄνθρωπον εἶναι, ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο θηρίον θηρίου τερατωδέστερον. Πόθεν οὖν δυνήσομαι μαθεῖν, ὅτι ψυχὴν ἔχεις ἀνθρώπου, ὅταν λακτίζῃς ὡς οἱ ὄνοι, ὅταν μνησικακῇς ὡς αἱ κάμηλοι, ὅταν δάκνῃς ὡς αἱ ἄρκτοι, ὅταν ἁρπάζῃς ὡς οἱ λύκοι, ὅταν κλέπτῃς ὡς αἱ ἀλώπεκες, ὅταν δολερὸς ᾖς ὡς οἱ ὄφεις, ὅταν ἀναισχυντῇς ὡς ὁ κύων; πόθεν δυνήσομαι μαθεῖν ὅτι ψυχὴν ἔχεις ἀνθρώπου; Βούλεσθε δείξω νεκρὰν ψυχὴν καὶ ζῶσαν; Ἄγωμεν τὸν λόγον πάλιν ἐπὶ τοὺς ἀρχαίους ἄνδρας ἐκείνους, καὶ, εἰ δοκεῖ, τὸν πλούσιον εἰς μέσον καταθώμεθα τὸν ἐπὶ τοῦ Λαζάρου, καὶ εἰσόμεθα τίποτέ ἐστι ψυχῆς νέκρωσις. Καὶ γὰρ ἐκεῖνος νεκρὰν εἶχε ψυχὴν, καὶ δῆλον ἀφ' ὧν ἐποίει· τῶν μὲν γὰρ 61.440 ψυχῆς ἔργων οὐδὲν ἔπραττεν, ἤσθιε δὲ καὶ ἔπινε καὶ ἐτρύφα μόνον. δʹ. Τοιοῦτοί εἰσι καὶ νῦν οἱ ἀνελεήμονες καὶ ὠμοί· νεκρὰν γὰρ ἔχουσι καὶ οὗτοι ψυχὴν, ὥσπερ