1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

41

ἐκεῖνος. Τὸ γὰρ θερμὸν αὐτῆς ἅπαν τὸ ἀπὸ τῆς φιλίας τῆς εἰς τὸν πλησίον ἀνήλωται, καὶ ἔστιν ἀψύχου σώματος νεκροτέρα. Ὁ δὲ πένης οὐ τοιοῦτος, ἀλλ' ἐν αὐτῷ τῷ ἄκρῳ τῆς φιλοσοφίας ἑστὼς διέλαμπε· καὶ λιμῷ παλαίων διηνεκεῖ, καὶ οὐδὲ τῆς ἀναγκαίας εὐπορῶν τροφῆς, οὐδὲ οὕτως εἶπέ τι βλάσφημον εἰς τὸν Θεὸν, ἀλλ' ἔφερεν ἅπαντα γενναίως. Οὐ μικρὸν δὲ τοῦτο ψυχῆς ἔργον, ἀλλὰ καὶ τῆς εὐτονίας καὶ τῆς ὑγείας τεκμήριον μέγιστον. Ὅταν δὲ ταῦτα μὴ ᾖ, δῆλον ὅτι παρὰ τὸ νενεκρῶσθαι ἀπόλωλεν. Ἢ οὐ νεκρὰν ἐκείνην εἶναι φήσομεν, εἰπέ μοι, ᾗ ἔπεισι μὲν ὁ διάβολος πλήττων, κεντῶν, δάκνων, λακτίζων, αἰσθάνεται δὲ ἐκείνη οὐδενὸς τούτων, ἀλλὰ κεῖται νενεκρωμένη, καὶ τῆς περιουσίας αὐτῆς ἀφαιρουμένης οὐκ ἀλγεῖ, ἀλλ' ἐφάλλεται μὲν ἐκεῖνος, μένει δὲ αὕτη ἀκίνητος, ὥσπερ σῶμα ψυχῆς ἀπελθούσης, οὐδὲ αἰσθανομένη; Ὅταν γὰρ ὁ τοῦ Θεοῦ φόβος μὴ παρῇ μετὰ ἀκριβείας, τοιαύτην αὐτὴν εἶναι ἀνάγκη, καὶ νεκρῶν ἀθλιωτέραν Οὐδὲ γὰρ εἰς ἰχῶρα διαλύεται καὶ τέφραν καὶ κόνιν ἡ ψυχὴ, καθάπερ τὸ σῶμα, ἀλλ' εἰς τὰ τούτων δυσωδέστερα, εἰς μέθην καὶ θυμὸν καὶ πλεονεξίαν, εἰς ἀτόπους ἔρωτας καὶ ἀκαίρους ἐπιθυμίας. Εἰ δὲ βούλει αὐτῆς ἀκριβέστερον ἰδεῖν τὸ δυσῶδες, δός μοι ψυχὴν καθαρὰν, καὶ τότε ὄψει σαφῶς πῶς ἐστι δυσώδης ἡ αἰσχρὰ αὕτη καὶ ἀκάθαρτος. Νῦν μὲν γὰρ οὐ δυνήσῃ συνιδεῖν· ἕως γὰρ ἂν ὦμεν ἐν συνηθείᾳ δυσωδίας, οὐκ αἰσθανόμεθα· ὅταν δὲ πνευματικοῖς τρεφώμεθα ῥήμασι, τότε εἰσόμεθα ἐκεῖνο τὸ κακόν· καίτοι πολλοῖς ἀδιάφορον τοῦτο εἶναι δοκεῖ. Καὶ οὐδέπω λέγω περὶ γεέννης· ἀλλ', εἰ βούλεσθε, τὰ παρόντα ἐξετάσωμεν, καὶ μὴ τὸν αἰσχρὰ πράττοντα, ἀλλὰ τὸν αἰσχρὰ φθεγγόμενον, πῶς ἐστι καταγέλαστος, πῶς ἑαυτὸν καθυβρίζει πρῶτον· καθάπερ τις βόρβορόν τινα ἀπὸ τοῦ στόματος ἀφιεὶς, οὕτως ἑαυτὸν μολύνει. Εἰ γὰρ τὸ ῥεῖθρον οὕτως ἀκάθαρτον, ἐννόησον οἵα ἡ πηγὴ τοῦ βορβόρου τούτου· Ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ. Ἐγὼ δὲ οὐ διὰ τοῦτο πενθῶ μόνον, ἀλλ' ὅτι οὐδὲ εἶναι δοκεῖ τῶν ἀτόπων τοῦτο παρά τισιν. Ἐντεῦθεν ἅπαντα αὔξεται τὰ κακὰ, ὅταν καὶ ἁμαρτάνωμεν, καὶ μηδὲ πλημμελεῖν νομίζωμεν. Βούλει οὖν μαθεῖν ὅσον κακὸν τὸ αἰσχρὰ φθέγγεσθαι; Ἐννόησον τοὺς ἀκούοντας, πῶς ἐρυθριῶσιν ἐν τῇ ἀσχημοσύνῃ τῇ σῇ. Τί γὰρ εὐτελέστερον ἀνδρὸς αἰσχρολόγου; τί ἀτιμότερον; Εἰς γὰρ τὴν τῶν μίμων ὠθοῦσιν ἑαυτοὺς οἱ τοιοῦτοι τάξιν, καὶ εἰς τὴν τῶν πεπορνευμένων γυναικῶν· μᾶλλον δὲ, ἐκεῖναι ἐρυθριῶσι μᾶλλον, ἢ ὑμεῖς. Πῶς δύνασαι διδάξαι γυναῖκα σωφρονεῖν, παιδεύων αὐτὴν εἰς ἀσέλγειαν διὰ τούτων ἐκβαίνειν τῶν ῥημάτων; Βέλτιον σηπεδόνα ἀπὸ τοῦ στόματος ἀφιέναι, ἢ ῥῆμα αἰσχρόν. Νῦν δὲ, ἂν μὲν ὄζῃ τὸ στόμα, οὐδὲ τῶν κοινῶν μετέχεις σιτίων· τοσαύτης δὲ δυσωδίας οὔσης ἐν τῇ ψυχῇ, μυστηρίων τολμᾷς κοινωνεῖν, εἰπέ μοι; Καὶ εἰ μὲν σκεῦος ἀκάθαρτόν τις λαβὼν, ἐπὶ τῆς τραπέζης κατ 61.441 έθετο τῆς σῆς, ξύλοις αὐτὸν ἂν παίων ἤλασας· τὸν δὲ Θεὸν ἐπὶ τῆς τραπέζης τῆς αὐτοῦ (τράπεζα γὰρ αὐτοῦ, τὸ στόμα τὸ ἡμέτερον εὐχαριστίας πληρούμενον), σκεύους ἀκαθάρτου παντὸς ῥήματα βδελυρώτερα προφέρων, οὐκ οἴει παροξύνειν, εἰπέ μοι; καὶ πῶς ἔνι τοῦτο; Οὐδὲν γὰρ οὕτω παροργίζει τὸν ἅγιον καὶ τὸν καθαρὸν, ὡς τὰ ῥήματα ταῦτα· οὐδὲν οὕτως ἰταμοὺς καὶ ἀναισχύντους ποιεῖ, ὡς τὸ λέγειν τοιαῦτα καὶ ἀκούειν· οὐδὲν οὕτως ἐκλύει τὰ νεῦρα τῆς σωφροσύνης, ὡς ἡ διὰ τούτων ἀναπτομένη φλόξ. Μύρον ἐνέθετό σου τῷ στόματι ὁ Θεός· σὺ δὲ νεκροῦ δυσωδέστερα ἀποτίθεσαι ῥήματα, καὶ αὐτὴν ἀναιρεῖς τὴν ψυχὴν, καὶ ἀκίνητον ποιεῖς. Καὶ γὰρ ὅταν ὑβρίζῃς, οὐκ ἔστι τοῦτο ψυχῆς φωνὴ, ἀλλὰ θυμοῦ· ὅταν αἰσχρὰ λέγῃς, οὐκ ἐκείνη ἐφθέγξατο, ἀλλ' ἡ ἀκολασία· ὅταν κακηγορῇς, ἡ βασκανία· ὅταν ἐπιβουλεύῃς, ἡ πλεονεξία. Ταῦτα γὰρ οὐκ ἐκείνης, ἀλλὰ τῶν παθῶν αὐτῆς, καὶ τῶν νοσημάτων. Ὥσπερ οὖν τὸ φθείρεσθαι οὐχ ἁπλῶς τοῦ σώματος, ἀλλὰ τοῦ θανάτου καὶ τοῦ 61.442 πάθους τοῦ ἐν τῷ σώματι· οὕτω δὴ καὶ ταῦτα, τῶν προσγινομένων αὐτῇ παθῶν. Εἰ γὰρ βούλει ψυχῆς ἀκοῦσαι φωνῆς ζώσης, ἄκουσον Παύλου λέγοντος· Ἔχοντες τροφὰς καὶ σκεπάσματα, τούτοις