1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

42

ἀρκεσθησόμεθα· καὶ, Ἔστι πορισμὸς μέγας ἡ εὐσέβεια· καὶ, Ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ. Ἄκουσον Πέτρου λέγοντος, Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι· ἄκουσον τοῦ Ἰὼβ εὐχαριστοῦντος καὶ λέγοντος, Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο. Ταῦτα ψυχῆς ζώσης τὰ ῥήματα, ταῦτα ἐνεργούσης τὴν οἰκείαν ἐνέργειαν. Οὕτω καὶ Ἰακὼβ ἔλεγεν· Ἐὰν δῷ μοι Κύριος ἄρτον φαγεῖν, καὶ ἱμάτιον περιβαλέσθαι· οὕτω καὶ Ἰωσὴφ, Πῶς ποιήσω τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο, καὶ ἁμαρτήσομαι ἐνώπιον τοῦ Θεοῦ; Ἀλλ' οὐχ ἡ βάρβαρος ἐκείνη, ἀλλ' ὥσπερ μεθύουσα καὶ παραπαίουσα, οὕτως ἐφθέγγετο λέγουσα, Κοιμήθητι μετ' ἐμοῦ. Ταῦτ' οὖν εἰδότες, ζηλώσωμεν τὴν ζῶσαν ψυχὴν, φύγωμεν τὴν νενεκρωμένην, ἵνα καὶ τῆς μελλούσης ἐπιτύχωμεν ζωῆς· ἧς γένοιτο πάντας ἡμᾶς μετασχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

ΟΜΙΛΙΑ Ζʹ. Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐν τετυπωμένη ἐν λίθοις,

ἐγενήθη ἐν δόξῃ ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως, διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην· πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ· αʹ. Εἶπεν, ὅτι λίθιναι αἱ πλάκες αἱ Μωϋσέως, ὡς ὅτι γράμματα εἶχον, καὶ ὅτι σάρκιναι αὗται, αἱ καρδίαι τῶν ἀποστόλων, καὶ πνεύματι ἦσαν ἐγγεγραμμέναι· καὶ ὅτι τὸ μὲν γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ· ἐλείπετο λοιπὸν τῇ συγκρίσει ταύτῃ προσθεῖναι καὶ ἕτερον οὐ μικρὸν, τὸ τῆς δόξης Μωϋσέως· ὅπερ ἐνταῦθα οὐδεὶς εἶδεν ἐπὶ τῆς Καινῆς τοῖς τοῦ σώματος ὀφθαλμοῖς. ∆ιὸ καὶ μέγα ἐδόκει εἶναι, ἐπειδὴ αἰσθητὴ ἦν δόξα· ὀφθαλμοῖς γὰρ ἑωρᾶτο σώματος, εἰ καὶ ἀπρόσιτος ἦν· ἡ δὲ τῆς Καινῆς νοητή. Οὐ γὰρ σαφὴς τοῖς ἀσθενεστέροις τῆς τοιαύτης ὑπεροχῆς ἡ κατάληψις· ἀλλ' ἐκείνη μᾶλλον αὐτοὺς ἦρε, καὶ ἐπέστρεφε πρὸς ἑαυτήν. Ἐπεὶ οὖν εἰς ταύτην ἐνέπεσε τὴν σύγκρισιν, καὶ σπουδάζει δεῖξαι τὴν ὑπεροχὴν, σφόδρα δὲ δύσκολον ἦν διὰ τὸ παχὺ τῶν ἀκροατῶν· ὅρα τί ποιεῖ, καὶ πῶς αὐτὸ μεθοδεύει, πρῶτον ἀπὸ λογισμῶν τὴν διαφορὰν εἰσάγων, καὶ πλέκων αὐτοὺς ἀπὸ τῶν ἔμπροσθεν εἰρημένων. Εἰ γὰρ ἐκείνη μὲν θανάτου, αὕτη δὲ ζωῆς ἡ διακονία, ἀναμφίβολον ὅτι καὶ ἡ δόξα αὕτη μείζων ἐκείνης, φησίν. Ἐπειδὴ γὰρ οὐκ εἶχεν αὐτὴν δεῖξαι τοῖς ὀφθαλμοῖς τοῖς σωματικοῖς, τῷ συλλογισμῷ παρέστησεν αὐτῆς τὸ ὑπερέχον, λέγων· Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐγενήθη ἐν δόξῃ, πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ; ∆ιακονίαν δὲ θανά 61.442 του τὸν νόμον λέγει. Καὶ σκόπει πῶς καὶ ἐν τῇ συγκρίσει πολλὴν ποιεῖται τὴν ἀσφάλειαν, ὥστε μηδεμίαν δοῦναι τοῖς αἱρετικοῖς λαβήν. Οὐ γὰρ εἶπεν, Ὁ ποιητικὸς τοῦ θανάτου, ἀλλ', Ἡ διακονία τοῦ θανάτου· διακονεῖ γὰρ εἰς θάνατον, οὐκ ἔτικτε θάνατον. Ἡ γὰρ τοῦ θανάτου ποιητικὴ, ἡ ἁμαρτία ἦν· οὗτος δὲ τὴν κόλασιν ἐπῆγε, καὶ τῆς ἁμαρτίας δεικτικὸς ἦν, οὐ ποιητικός· ἀπεκάλυπτε γὰρ σαφέστερον τὸ κακὸν καὶ ἐκόλαζεν, οὐκ ὤθει εἰς τὸ κακόν· καὶ διηκόνει, οὐ πρὸς τὸ γενέσθαι ἁμαρτίαν ἢ θάνατον, ἀλλὰ πρὸς τὸ δοῦναι δίκην τὸν ἁμαρτόντα· ὥστε καὶ ἀναιρετικὸς ἦν ταύτῃ τῆς ἁμαρτίας. Ὁ γὰρ οὕτω φοβερὰν αὐτὴν δεικνὺς, εὔδηλον ὅτι καὶ φευκτὴν ποιεῖ. Ὥσπερ οὖν ὁ τὸ ξίφος μεταχειρίζων, καὶ τὸν κατάδικον ἀποτέμνων, διακονεῖ τῷ δικαστῇ ἀποφαινομένῳ, καὶ οὐκ αὐτός ἐστιν ὁ ἀναιρῶν, καίτοι γε αὐτὸς ἀποτέμνων, ἀλλ' οὐδὲ ὁ ἀποφαινόμενος καὶ καταδικάζων, ἀλλ' ἡ τοῦ κολαζομένου πονηρία· οὕτω δὴ καὶ ἐνταῦθα οὐκ αὐτὸς ἀναιρεῖ, ἀλλ' ἡ ἁμαρτία· αὕτη καὶ ἀνῄρει καὶ κατεδίκαζε· τιμωρούμενος δὲ οὗτος, ἐκείνης ὑπετέμνετο τὴν ἰσχὺν, τῷ φόβῳ τῆς τιμωρίας ἀναστέλλων αὐτήν. Οὐκ ἠρκέσθη δὲ τούτῳ μόνῳ εἰς τὴν παράστασιν τῆς ὑπεροχῆς, ἀλλὰ καὶ ἕτερον προστίθησι, λέγων· Ἐν γράμμασιν ἐντετυπωμένη ἐν λίθοις. Ὅρα πῶς πάλιν ὑποτέμνεται τὸ φρόνημα τὸ Ἰουδαϊκόν. Οὐδὲν γὰρ ἕτερον ἦν ἢ γράμματα ὁ νόμος· οὐ βοήθειά τις ἀπὸ τῶν γραμμάτων ἐκπηδῶσα, καὶ ἐμπνέουσα