1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

44

πιστοί. Πολλῇ παῤῥησίᾳ χρώμεθα. Πρὸς τίνα, εἰπέ μοι; πρὸς τὸν Θεὸν, ἢ πρὸς τοὺς μαθητάς; Πρὸς ὑμᾶς τοὺς μαθητευομένους, φησί· τουτέστι, Μετ' ἐλευθερίας πανταχοῦ φθεγγόμεθα, οὐδὲν ὑποστελλόμενοι, οὐδὲν ἀποκρυπτόμενοι, οὐδὲν ὑφορώμενοι, ἀλλὰ σαφῶς λέγοντες· καὶ οὐ δεδοίκαμεν μὴ πλήξωμεν ὑμῶν τὰς ὄψεις, καθάπερ Μωϋσῆς τὰς Ἰουδαίων. Ὅτι γὰρ τοῦτο ᾐνίξατο, ἄκουσον τῶν ἑξῆς· μᾶλλον δὲ τὴν ἱστορίαν πρῶτον ἀναγκαῖον εἰπεῖν. Καὶ γὰρ αὐτὸς αὐτὴν συνεχῶς περιστρέφει. Τίς οὖν ἡ ἱστορία; Ὅτε ἐκ δευτέρου τὰς πλάκας κατῄει λαβὼν ὁ Μωϋσῆς, δόξα τις ἐκπηδῶσα τοῦ προσώπου αὐτοῦ τοσοῦτον ἀπέλαμπεν, ὡς μὴ δύνασθαι τοὺς Ἰουδαίους προσιέναι αὐτῷ καὶ διαλέγεσθαι, ἕως ὅτε ἐπέθηκε κάλυμμα τῷ προσώπῳ. Καὶ γέγραπται οὕτως ἐν τῇ Ἐξόδῳ· Ἡνίκα κατέβη Μωϋσῆς ἐκ τοῦ ὄρους, αἱ δύο πλάκες ἐν ταῖς χερσὶν αὐτοῦ. Καὶ οὐκ ᾔδει Μωϋσῆς ὅτι δεδόξασται ἡ ὄψις τοῦ χρωτὸς τοῦ προσώπου αὐτοῦ· καὶ ἐφοβήθησαν ἐγγίσαι αὐτῷ. Καὶ ἐκάλεσεν αὐτοὺς Μωϋσῆς, καὶ ἐλάλησε πρὸς αὐτούς. Καὶ ἐπειδὴ κατέπαυσε Μωϋσῆς λαλῶν πρὸς αὐτοὺς, ἐπέθηκεν ἐπὶ τὸ πρόσωπον αὐτοῦ κάλυμμα. Ἡνίκα δὲ εἰσεπορεύετο ἐναντίον τοῦ Κυρίου λαλεῖν, περιῄρει τὸ κάλυμμα ἕως τοῦ ἐκπορεύεσθαι αὐτόν. Ταύτης οὖν ἀναμνήσας τῆς ἱστορίας, φησί· Καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον ἑαυτοῦ, ὥστε μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐ χρεία καλύπτεσθαι ἡμᾶς, καθάπερ Μωϋσῆς· δυνατοὶ γὰρ ὑμεῖς ἰδεῖν τὴν δόξαν ταύτην, ἣν περικείμεθα, καίτοι πολλῷ μείζονα καὶ φαιδροτέραν οὖσαν ἐκείνης. Εἶδες τὴν προκοπήν; Ὁ γὰρ ἐν τῇ προτέρᾳ εἰπὼν, Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα, ἐνταῦθα λέγει, ὅτι Πολλῇ παῤῥησίᾳ χρώμεθα· καὶ Μωϋσέα εἰς μέσον παράγει, κατὰ σύγκρισιν προάγων τὸν λόγον, καὶ ταύτῃ τὸν ἀκροατὴν ἀνάγων. Καὶ τέως Ἰουδαίων αὐτοὺς προτίθησι λέγων, ὅτι Οὐ δεόμεθα καλύμματος, καθάπερ ἐκεῖνος ἐπὶ τῶν ἀρχομένων· τὰ δὲ μετὰ ταῦτα καὶ εἰς αὐτὸ τοῦ νομοθέτου τὸ ἀξίωμα ἀνάγει, ἢ καὶ πολλῷ μεῖζον. Τέως δὲ τῶν ἑξῆς ἀκούσωμεν· Ἀλλ' ἐπωρώθη τὰ νοήματα αὐτῶν. Ἄχρι γὰρ τῆς σή 61.445 μερον τὸ αὐτὸ κάλυμμα ἐν τῇ ἀναγνώσει τῆς Παλαιᾶς ∆ιαθήκης μένει μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται. Ὅρα τί κατασκευάζει διὰ τούτων. Ὅπερ γὰρ γέγονεν ἐπὶ Μωϋσέως τότε ἅπαξ, τοῦτο ἐπὶ τοῦ νόμου γίνεται διηνεκῶς. Οὐκ ἄρα τοῦ νόμου διαβολὴ τὸ εἰρημένον, ὥσπερ οὐδὲ Μωϋσέως τότε καλυπτομένου, ἀλλὰ τῶν ἀγνωμόνων Ἰουδαίων· ἐκεῖνος μὲν γὰρ ἔχει τὴν οἰκείαν δόξαν, οὗτοι δὲ αὐτὴν ἰδεῖν οὐκ ἠδυνήθησαν. Τί τοίνυν διαπορεῖτε, φησὶν, εἰ τὴν δόξαν ταύτην ἰδεῖν οὐ δύνανται τὴν τῆς χάριτος, ὅπου γε τὴν ἐλάττω τὴν Μωϋσέως οὐκ εἶδον, οὐδὲ πρὸς τὸ πρόσωπον ἴσχυσαν ἀτενίσαι τὸ ἐκείνου; τί δὲ ταράττεσθε, εἰ οὐ πιστεύουσιν Ἰουδαῖοι Χριστῷ, ὅπου γε οὐδὲ τῷ νόμῳ πιστεύουσι; ∆ιὰ γὰρ τοῦτο καὶ τὴν χάριν ἠγνόησαν. ἐπειδὴ οὐδὲ τὴν παλαιὰν ∆ιαθήκην εἶδον, οὐδὲ τὴν ἐν αὐτῇ δόξαν· δόξα γὰρ νόμου, πρὸς Χριστὸν ἐπιστρέψαι. γʹ. Ὁρᾷς πῶς κἀντεῦθεν καθαιρεῖ τὸ τῶν Ἰουδαίων φύσημα; Ἀφ' ὧν γὰρ ἐδόκουν πλεονεκτεῖν, τοῦ τὴν ὄψιν Μωϋσέως ἐξαστράπτειν, ἀπὸ τούτων δείκνυσιν αὐτῶν τὸ παχὺ καὶ χαμαίζηλον. Μὴ τοίνυν τούτῳ καλλωπιζέσθωσαν· τί γὰρ τοῦτο πρὸς Ἰουδαίους τοὺς μὴ ἀπολαύσαντας; ∆ιὸ καὶ συνεχῶς αὐτὸ περιστρέφει, νῦν μὲν λέγων, ὅτι Τὸ αὐτὸ κάλυμμα ἐν τῇ ἀναγνώσει τῆς Παλαιᾶς ∆ιαθήκης μένει μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται· νῦν δὲ, ὅτι Ἕως σήμερον, ἡνίκα ἀναγινώσκεται Μωϋσῆς, τὸ αὐτὸ κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται, καὶ ἐν τῇ ἀναγνώσει καὶ ἐν τῇ καρδίᾳ αὐτῶν δεικνὺς ἐπικείμενον· ἀνωτέρω δὲ, Ὥστε μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως, διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην· οὗ τί γένοιτ' ἂν εὐτελέστερον; ὅταν μηδὲ καταργουμένης δόξης, μᾶλλον δὲ τῆς μηδὲ οὔσης τῇ συγκρίσει, δύνωνται θεαταὶ γενέσθαι, ἀλλὰ καλύπτηται ἀπ' αὐτῶν, εἰς τὸ μὴ ἀτενίσαι εἰς τὸ τέλος τοῦ καταργουμένου, τουτέστι, τοῦ νόμου, ὅ τι τέλος ἔχει.