1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

47

πάλιν ἐν τάξει τοῦ Θεοῦ τὸ Πνεῦμα τίθησι, καὶ αὐτοὺς εἰς τὴν τάξιν ἀναβιβάζει τῶν ἀποστόλων; Καὶ γὰρ ἔμπροσθεν εἴρηκεν, Ἐπιστολή ἐστε Χριστοῦ· καὶ ἐνταῦθα, Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ. Καίτοι αὐτοὶ ἦλθον φέροντες κατὰ Μωϋσέα νόμον. Ἀλλ' ὥσπερ ἡμεῖς, φησὶν, οὐκ ἐδεήθημεν καλύμματος, οὕτως οὐδὲ ὑμεῖς οἱ δεξάμενοι. Καίτοι γε πολλῷ μείζων αὕτη ἡ δόξα, οὐ γὰρ τοῦ προσώπου ἡμῶν αὕτη, ἀλλὰ τοῦ Πνεύματος· ἀλλ' ὅμως ἡμῖν ὁμοίως ἀτενίσαι δύνασθε εἰς ταύτην. Ἐκεῖνοι μὲν γὰρ οὐδὲ διὰ μεσίτου, ὑμεῖς δὲ καὶ χωρὶς μεσίτου δύνασθε τὴν μείζονα· ἐκεῖνοι εἰς τὴν Μωϋσέως οὐκ ἴσχυσαν, ὑμεῖς καὶ εἰς τὴν τοῦ Πνεύματος· οὐκ ἂν δὲ, εἰ καταδεέστερον τὸ Πνεῦμα ἦν, ὡς μείζονα ταῦτα ἐκείνων ἔθηκε. εʹ. Τί δέ ἐστι, Τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα; Σαφέστερον μὲν τοῦτο ἐδείκνυτο, ἡνίκα τῶν σημείων τὰ χαρίσματα ἐνήργει· πλὴν οὐδὲ νῦν δύσκολον αὐτὸ κατιδεῖν τῷ πιστοὺς ὀφθαλμοὺς ἔχοντι. Ὁμοῦ τε γὰρ βαπτιζόμεθα, καὶ ὑπὲρ τὸν ἥλιον ἡ ψυχὴ λάμπει, τῷ Πνεύματι καθαιρομένη· καὶ οὐ μόνον ὁρῶμεν εἰς τὴν δόξαν τοῦ Θεοῦ, ἀλλὰ καὶ ἐκεῖθεν δεχόμεθά τινα αἴγλην. Ὥσπερ ἂν εἰ ἄργυρος καθαρὸς πρὸς τὰς ἀκτῖνας κείμενος, καὶ αὐτὸς ἀκτῖνας ἐκπέμψειεν, οὐκ ἀπὸ τῆς οἰκείας φύσεως μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς λαμπηδόνος τῆς ἡλιακῆς· οὕτω καὶ ἡ ψυχὴ καθαιρομένη, καὶ ἀργύρου λαμπροτέρα γινομένη, δέχεται ἀκτῖνα ἀπὸ τῆς δόξης τοῦ Πνεύματος, καὶ ταύτην ἀντιπέμπει. ∆ιὸ καί φησι, Κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης, τῆς τοῦ Πνεύματος, εἰς δόξαν, τὴν ἡμετέραν, τὴν ἐγγινομένην, καὶ τοιαύτην οἵαν εἰκὸς, ἀπὸ Κυρίου Πνεύματος. Ὅρα πῶς καὶ ἐνταῦθα τὸ Πνεῦμα Κύριον καλεῖ. 61.449 Καὶ ἀλλαχοῦ δὲ αὐτοῦ τὴν κυριότητα ἔστιν ἰδεῖν· Λειτουργούντων γὰρ αὐτῶν, καὶ νηστευόντων τῷ Κυρίῳ, φησὶν, εἶπε τὸ Πνεῦμα· Ἀφορίσατέ μοι Παῦλον καὶ Βαρνάβαν. ∆ιὰ γὰρ τοῦτο εἶπε, Λειτουργούντων αὐτῶν τῷ Κυρίῳ, Ἀφορίσατέ μοι, ἵνα τὸ ὁμότιμον δείξῃ. Καὶ πάλιν ὁ Χριστός φησιν, Ὁ δοῦλος οὐκ οἶδε τί ποιεῖ ὁ κύριος αὐτοῦ· τὸ δὲ Πνεῦμα, ὡς ἄνθρωπος οἶδε τὰ ἑαυτοῦ, οὕτως οἶδε τὰ τοῦ Θεοῦ, οὐχὶ διδασκόμενον· ἐπεὶ ἡ εἰκὼν οὐ μένει. Καὶ τὸ ἐνεργεῖν δὲ καθὼς βούλεται, δείκνυσιν αὐτοῦ τὴν ἐξουσίαν καὶ τὴν κυριότητα. Τοῦτο μεταμορφοῖ, τοῦτο οὐκ ἐᾷ συσχηματίζεσθαι ἡμᾶς τῷ αἰῶνι τούτῳ, τοῦτο δημιουργὸν τῆς τοιαύτης κτίσεως. Ὥσπερ γάρ φησι, Κτισθέντες ἐν Χριστῷ Ἰησοῦ· οὕτω φησὶ, Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Βούλει σοι δείξω τοῦτο καὶ ἀπὸ τῶν ἀποστόλων αἰσθητικώτερον; Ἐννόησον Παῦλον, οὗ τὰ ἱμάτια ἐνήργει, Πέτρον, οὗ καὶ αἱ σκιαὶ ἴσχυον. Οὐ γὰρ ἂν, εἰ μὴ βασιλέως ἔφερον εἰκόνα, καὶ ἀπρόσιτοι ἦσαν αὐτῶν αἱ μαρμαρυγαὶ, τοσοῦτον τὰ ἱμάτια αὐτῶν καὶ αἱ σκιαὶ ἐνήργησαν. Βασιλέως γὰρ ἱμάτια καὶ τοῖς λῃσταῖς ἐστι φοβερά. Θέλεις ἰδεῖν καὶ διὰ τοῦ σώματος λάμπουσαν ταύτην; Ἀτενίσαντες, φησὶν, εἰς τὸ πρόσωπον Στεφάνου, εἶδον ὡς πρόσωπον ἀγγέλου. Ἀλλ' οὐδὲν τοῦτο πρὸς τὴν ἔνδοθεν ἀστράπτουσαν δόξαν. Ὅπερ γὰρ Μωϋσῆς ἐπὶ τοῦ προσώπου εἶχε, τοῦτο οὗτοι ἐπὶ τῆς ψυχῆς περιέφερον, μᾶλλον δὲ καὶ πολλῷ πλέον. Τὸ μὲν γὰρ Μωϋσέως αἰσθητικώτερον ἦν, τοῦτο δὲ ἀσώματον. Καὶ καθάπερ πυραυγῆ σώματα ἀπὸ τῶν λαμπρῶν σωμάτων ἐπὶ τὸ πλησίον ἀποῤῥέοντα, καὶ ἐκείνοις μεταδίδωσι τῆς οἰκείας αὐγῆς· οὕτω δὴ καὶ ἐπὶ τῶν πιστῶν συμβαίνει. ∆ιὰ δὴ τοῦτο τῆς γῆς ἀπαλλάττονται οἱ τοῦτο πάσχοντες, καὶ τὰ ἐν τοῖς οὐρανοῖς ὀνειροπολοῦσιν. Οἴμοι· καλὸν γὰρ ἐνταῦθα καὶ στενάξαι πικρὸν, ὅτι τοσαύτης ἀπολαύοντες εὐγενείας, οὐδὲ τὰ λεγόμενα ἴσμεν, διὰ τὸ ταχέως ἀπολλύναι τὰ πράγματα, καὶ πρὸς τὰ αἰσθητὰ ἐπτοῆσθαι. Αὕτη γὰρ ἡ δόξα ἡ ἀπόῤῥητος καὶ φρικώδης μέχρι μὲν μιᾶς καὶ δευτέρας ἡμέρας ἐν ἡμῖν μένει, λοιπὸν δὲ αὐτὴν κατασβέννυμεν, τὸν χειμῶνα ἐπάγοντες τῶν βιωτικῶν πραγμάτων, καὶ τῇ πυκνότητι τῶν νεφῶν ἀποκρουόμενοι τὰς ἀκτῖνας. Χειμὼν γὰρ τὰ βιωτικὰ, καὶ χειμῶνος σκυθρωπότερα. Οὐ γὰρ κρυμὸς τίκτεται ἐντεῦθεν, οὐδὲ ὑετὸς, οὐδὲ πηλὸν ποιεῖ καὶ τέλμα βαθὺ, ἀλλὰ τὰ πάντων