1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

48

χαλεπώτερα τούτων, γέενναν συνίστησι, καὶ τὰ τῆς γεέννης κακά. Καὶ καθάπερ ἐν κρυμῷ σφοδρῷ πέπηγε πάντα τὰ μέλη, καὶ ἔστι νεκρά· οὕτω δὴ καὶ ἐν τῷ χειμῶνι τῶν ἁμαρτημάτων φρίττουσα ἡ ψυχὴ, οὐδὲν τῶν αὐτῆς ἐργάζεται, πεπηγυῖα καθάπερ ὑπὸ κρυμοῦ τοῦ συνειδότος. Ὅπερ γὰρ τῷ σώματι ψῦχος, τοῦτο πονηρὸν συνειδὸς τῇ ψυχῇ· ὅθεν καὶ δειλία γίνεται. Οὐδὲν γὰρ δειλότερον τοῦ τοῖς βιωτικοῖς προσηλωμένου· τὸν γὰρ τοῦ Κάϊν βίον ὁ τοιοῦτος ζῇ, καθ' ἑκάστην ἡμέραν τρέμων. Καὶ τί λέγω 61.450 θανάτους καὶ ζημίας καὶ προσκρούματα καὶ κολακείας καὶ θεραπείας; καὶ γὰρ καὶ τούτων χωρὶς μυρίας δέδοικε μεταβολάς. Καὶ τὸ μὲν ταμιεῖον γέμει χρυσίου, ἡ ψυχὴ δὲ οὐκ ἀπήλλακται τοῦ τῆς πενίας φόβου· καὶ μάλα εἰκότως. Ὡς ἐπὶ πραγμάτων γὰρ ὁρμεῖ σαθρῶν, καὶ εὐμεταπτώτων· κἂν μὴ αὐτὸς ὑπομείνῃ τὴν μεταβολὴν, ἐν ἑτέροις γινομένην ὁρῶν, ἀπόλωλε· καὶ πολλὴ μὲν ἡ δειλία, πολλὴ δὲ ἡ ἀνανδρία. Οὐδὲ γὰρ μόνον πρὸς κινδύνους ἄτολμος ὁ τοιοῦτος, ἀλλὰ καὶ πρὸς τὰ ἄλλα πάντα· κἂν ἐπιθυμία χρημάτων ἐμπέσῃ, οὐχ ὡς ἀνὴρ ἐλεύθερος ἀποκρούεται τὴν προσβολὴν, ἀλλ' ὡς ἀργυρώνητος πάντα πράττει, καθάπερ δεσποίνῃ χαλεπῇ τῇ φιλαργυρίᾳ δουλεύων· κἂν εὔμορφόν τινα κόρην ἴδῃ, κατέπτηχεν εὐθέως ἁλοὺς, καὶ ὥσπερ κύων λυττῶν ἕπεται, δέον τοὐναντίον ποιεῖν. ϛʹ. Ὅταν γὰρ ἴδῃς γυναῖκα ὡραίαν, μὴ τοῦτο σκόπει ὅπως ἀπολαύσῃς τῆς ἐπιθυμίας, ἀλλὰ πῶς ἀπαλλαγῇς τῆς ἐπιθυμίας. Καὶ πῶς τοῦτο ἔνι, φησίν; οὐ γάρ ἐστι τὸ ἐρᾷν ἐμόν. Ἀλλὰ τίνος, εἰπέ μοι; Τῆς τοῦ δαίμονος ἐπηρείας. Ὅλως δαίμονα εἶναι νομίζεις τὸ ἐπιβουλεῦον; Οὐκοῦν πύκτευε καὶ μάχου νοσήματι. Ἀλλ' οὐ δύναμαι, φησί. Φέρε οὖν, πρῶτον τοῦτό σε διδάξομεν, ὅτι τῆς σῆς ῥᾳθυμίας τὸ γινόμενον, καὶ ὅτι σὺ παρὰ τὴν ἀρχὴν τῷ δαίμονι δέδωκας πάροδον, καὶ νῦν, ἂν ἐθέλῃς, μετὰ πολλῆς αὐτὸν ἀπώσῃ τῆς εὐκολίας. Εἰπὲ γάρ μοι, οἱ μοιχεύοντες, ἐρῶντες μοιχεύουσιν, ἢ ἁπλῶς κινδύνων ἐπιθυμοῦντες; Εὔδηλον ὅτι ἐρῶντες. Ἆρ' οὖν συγγνώμης τυγχάνουσιν; Οὐδαμῶς. Τί δήποτε; Ὅτι αὐτῶν ἐστι τὸ ἁμάρτημα. Ἀλλὰ τί μοι συλλογισμοὺς πλέκεις, φησίν; ἐγὼ σύνοιδα ἐμαυτῷ βουλόμενος ἀποκρούσασθαι τὸ πάθος, καὶ οὐκ ἰσχύω, ἀλλ' ἐφέστηκε καὶ πιέζει καὶ ὀδυνᾷ χαλεπῶς. Βούλει μὲν ἀποκρούσασθαι, ἄνθρωπε, οὐ ποιεῖς δὲ ἃ τῶν ἀποκρουομένων ἐστίν· ἀλλὰ ταὐτὸν πάσχεις, οἷον ἂν εἴ τις πυρέττων, καὶ ψυχρῶν ἐμφορούμενος ναμάτων, λέγοι· Πόσα ἐπινοῶ βουλόμενος σβέσαι τὸν πυρετὸν καὶ οὐκ ἰσχύω, ἀλλὰ μᾶλλόν μου τὴν φλόγα ἀνάπτω; Ἴδωμεν οὖν μήποτε καὶ σὺ τὰ μὲν ἐκκαίοντα ποιεῖς, νομίζεις δὲ ἐπινοεῖν τὰ σβεννύντα. Οὒ, φησίν. Εἰπὲ οὖν, τί ποτε ἐπεχείρησας ποιῆσαι πρὸς τὸ σβέσαι τὸ πάθος; τί δέ ἐστιν ὅλως τοῦ πάθους αὐξητικόν; Εἰ γὰρ καὶ μὴ πάντες ὑπεύθυνοι τοῖς ἐγκλήμασι τούτοις ἐσμὲν (πλείους γὰρ ἂν εὕροιμεν τῷ τῶν χρημάτων, ἢ τῷ τῶν σωμάτων ἁλισκομένους ἔρωτι), ἀλλὰ κοινὸν πᾶσι προκείσεται τὸ φάρμακον, καὶ τούτοις κἀκείνοις. Καὶ γὰρ κἀκεῖνο ἔρως ἄτοπος, καὶ τοῦτο, ἀλλ' οὗτος ἐκείνου δριμύτερος καὶ ὀξύτερος. Ὅταν οὖν τοῦ μείζονος περιγενώμεθα, εὔδηλον ὅτι καὶ τὸν ἐλάττω ῥᾳδίως αἱρήσομεν. Καὶ πῶς, εἰ δριμύτερος οὗτος, φησὶν, οὐ πάντες ἁλίσκονται τῷ κακῷ, ἀλλ' οἱ πλείους περὶ χρήματα μεμήνασιν; Ὅτι πρῶτον μὲν ἀκίνδυνος αὕτη εἶναι δοκεῖ ἡ ἐπιθυμία· ἔπειτα, εἰ καὶ ὀξυτέρα ἐστὶν ἡ τῶν σωμάτων, ἀλλὰ 61.451 θᾶττον ἐκείνη σβέννυται· ὡς εἴ γε παρέμενεν, ὡς ἡ τῶν χρημάτων, κἂν ἀπώλεσε τὸν ἁλόντα ἄρδην. Φέρε οὖν, περὶ τούτου ὑμῖν διαλεχθῶμεν, τοῦ τῶν σωμάτων, καὶ ἴδωμεν πόθεν αὔξεται τὸ κακόν· οὕτω γὰρ εἰσόμεθα, εἴτε ἡμέτερον τοῦτο ἔγκλημα, εἴτε οὐχ ἡμέτερον· καὶ εἰ μὲν ἡμέτερον, πάντα πράξωμεν, ὥστε περιγενέσθαι· εἰ δὲ οὐχ ἡμέτερον, τί μάτην κόπτομεν ἑαυτούς; τί δὲ οὐ συγγινώσκομεν, ἀλλ' ἐγκαλοῦμεν τοῖς ἁλισκομένοις; Πόθεν οὖν τίκτεται οὗτος ὁ ἔρως; Ἀπὸ εὐμορφίας προσώπου, φησὶν, ὅταν καλὴ καὶ εὐειδὴς ἡ τιτρώσκουσα ᾖ. Εἰκῆ ταῦτα λέγεις καὶ μάτην. Εἰ γὰρ τῆς εὐμορφίας τὸ ἐραστὰς ἐπισπάσασθαι, πάντας ἂν ἔσχεν ἐραστὰς ἡ τοιαύτη κόρη· εἰ δὲ οὐ πάντας ἔχει, οὐ τῆς φύσεως τοῦτο, οὐδὲ ἐξ εὐμορφίας, ἀλλ' ἐξ