1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

49

ἀκολάστων ὀφθαλμῶν· ὅταν γὰρ ἰδὼν περιέργως θαυμάσῃς καὶ ἐρασθῇς, ἐδέξω τὸ βέλος. Καὶ τίς ἂν δύναιτο καλὴν γυναῖκα ὁρῶν, μὴ ἐπαινέσαι τὴν ὁρωμένην; φησίν. Εἰ τοίνυν οὐ τῆς προαιρέσεως ἡμῶν τὸ τὰ τοιαῦτα θαυμάζειν, οὐκ ἐν ἡμῖν ἄρα ὁ ἔρως. Ἐπίσχες, ἄνθρωπε. Τί πάντα φύρεις ὁμοῦ, πανταχοῦ περιτρέχων, καὶ τοῦ κακοῦ τὴν ῥίζαν οὐκ ἐθέλων ἰδεῖν; καὶ γὰρ πολλοὺς ὁρῶ θαυμάζοντας καὶ ἐπαινοῦντας, οὐκ ἐρῶντας δέ. Καὶ πῶς ἔνι θαυμάζοντας μὴ ἐρᾷν; Μὴ θορύβει· τοῦτο γὰρ ἔρχομαι εἰπεῖν· ἀλλ' ἀνάμεινον, καὶ ἀκούσῃ τοῦ Μωϋσέως θαυμάζοντος τὸν παῖδα τοῦ Ἰακὼβ, καὶ λέγοντος· Καὶ ἦν Ἰωσὴφ καλὸς τῷ εἴδει, καὶ ὡραῖος τῇ ὄψει σφόδρα. Ἆρα οὖν ἤρα ὁ ταῦτα λέγων; Οὐδαμῶς. Οὐδὲ γὰρ ἑώρα, φησὶ, τὸν ἐπαινούμενον. Ἀλλὰ καὶ πρὸς τὰ ἀκουόμενα κάλλη πάσχομέν τι τοιοῦτον, οὐ πρὸς τὰ ὁρώμενα μόνον. Ἵνα δὲ μὴ φιλονεικῇς ἡμῖν ἐν τούτοις, ὁ ∆αυῒδ οὐκ ἦν ὡραῖος σφόδρα, καὶ ὑπέρυθρος μετὰ κάλλους ὀφθαλμῶν; ὃ δὴ μάλιστά ἐστι τυραννικώτερον μέρος τῆς εὐμορφίας, τῶν ὀφθαλμῶν τὸ κάλλος. Ἆρ' οὖν ἠράσθη τις αὐτοῦ; Οὐδαμῶς. Οὐκ ἄρα μετὰ τοῦ θαυμάζειν καὶ τὸ ἐρᾷν γίνεται. Καὶ γὰρ καὶ μητέρας ἔσχον πολλοὶ σφόδρα ἀνθούσας τῇ τοῦ σώματος ὥρᾳ. Τί οὖν; ἠράσθησαν αὐτῶν οἱ παῖδες; Ἄπαγε· ἀλλὰ θαυμάζουσι μὲν τὸ ὁρώμενον, οὐκ ἐμπίπτουσι δὲ εἰς ἔρωτα αἰσχρόν. Πάλιν γὰρ τῆς φύσεως τὸ κατόρθωμά ἐστι. Ποίας φύσεως, εἰπέ μοι; Ὅτι μητέρες εἰσὶ, φησίν. Εἶτα οὐκ ἀκούεις, ὅτι Πέρσαι, μηδενὸς καταναγκάζοντος, ταῖς αὐτῶν μίγνυνται μητράσι, καὶ οὐχ εἷς οὐδὲ δεύτερος, ἀλλ' ὁλόκληρον ἔθνος; Χωρὶς δὲ τούτων, κἀκεῖθεν δῆλον, ὅτι τὸ νόσημα τοῦτο οὐ τῆς ὥρας τοῦ σώματος, οὐδὲ τῆς εὐμορφίας ἐστὶν ἁπλῶς, ἀλλὰ τῆς ῥᾳθύμου καὶ πλανωμένης ψυχῆς. Πολλοὶ γοῦν πολλάκις μυρίας εὐπρεπεῖς παραδραμόντες γυναῖκας, ταῖς αἰσχροτέραις ἔδωκαν ἑαυτούς· ὅθεν δῆλον ὅτι οὐ τῆς εὐμορφίας τὸ ἐρᾷν· ἢ γὰρ ἂν εἷλον ἐκεῖναι πρὸ τούτων τοὺς ἐμπεσόντας. Τί οὖν τὸ αἴτιον; εἰ γὰρ μὴ τῆς εὐμορφίας τὸ ἐρᾷν, πόθεν ἔχει τὴν ἀρχὴν καὶ τὴν ῥίζαν, φησίν; Ἀπὸ δαίμονος πονηροῦ; Ἔχει μὲν καὶ ἐκεῖθεν· ἀλλ' οὐ τοῦτό ἐστι τὸ ζητούμενον, ἀλλ' εἰ μὴ καὶ ἡμεῖς αἴτιοι. Οὐ γὰρ ἐκείνων μόνον ἡ ἐπιβουλὴ, ἀλλὰ μετ' ἐκείνων καὶ 61.452 ἡμῶν πρώτων. Οὐδαμόθεν γὰρ ἑτέρωθεν οὕτω τίκτεται τὸ πονηρὸν τοῦτο νόσημα, ὡς ἀπὸ συνηθείας, καὶ κολακείας ῥημάτων, καὶ σχολῆς καὶ ἀργίας καὶ τοῦ μηδὲν ἔχειν ποιεῖν. ζʹ. Μεγάλη γὰρ, μεγάλη τῆς συνηθείας ἡ τυραννὶς, καὶ τοσαύτη, ὡς εἰς φύσεως ἀνάγκην καθίστασθαι. Εἰ δὲ συνήθεια τὸ τίκτειν αὐτὴν, εὔδηλον ὅτι καὶ τὸ σβεννύναι. Πολλοὶ γοῦν ἐρῶντες οὕτως ἐπαύσαντο, μὴ ὁρωμένων τῶν ἐρωμένων. Τοῦτο δὲ πρὸς βραχὺ μὲν δοκεῖ πικρὸν εἶναι, καὶ σφόδρα ἀηδές· τῷ χρόνῳ δὲ ἡδὺ γίνεται, καὶ οὐδὲ βουλομένοις λοιπὸν ἔνι ἀνακτήσασθαι τὸ πάθος. Τί οὖν ὅταν συνηθείας χωρὶς ἀπὸ πρώτης τῆς ὄψεως ἁλῶ; Κἀνταῦθα ἀργία τοῦ σώματος, ἢ τρυφὴ, καὶ τὸ μὴ φροντίζειν τῶν προσηκόντων, μηδὲ ἐν ἀναγκαίοις εἶναι πράγμασι. Καθάπερ γὰρ πλάνος τις ὁ τοιοῦτος περιερχόμενος, παντὶ περιπείρεται πονηρῷ· καὶ καθάπερ παιδίον ἄφετον, ὁ βουλόμενος ἀνδραποδίζει τὴν τοιαύτην ψυχήν. Ἐπειδὴ γὰρ ἔθος αὐτῇ ἐνεργεῖν, ὅταν αὐτῆς παύσῃς τὴν ἐνέργειαν τὴν ἐν τοῖς ἀγαθοῖς, ἐπειδὴ ἀργεῖν οὐ δύναται, ἀναγκάζεται ἕτερα τίκτειν. Καθάπερ ἡ γῆ, ὅταν μὴ σπείρηται μηδὲ φυτεύηται, βοτάνην ἀναδίδωσιν ἁπλῶς· οὕτω καὶ ἡ ψυχὴ, ὅταν μὴ ἔχῃ τι πρᾶξαι τῶν ἀναγκαίων, πάντως τοῦ πράττειν ἐπιθυμοῦσα, πονηροῖς ἑαυτὴν δίδωσι πράγμασι. Καὶ ὥσπερ ὀφθαλμὸς τοῦ μὲν ὁρᾷν οὐ παύεται, καὶ διὰ τοῦτο ὄψεται πονηρὰ, ὅταν ἀγαθὰ μὴ ᾖ ὑποκείμενα· οὕτω καὶ ὁ λογισμὸς, ὅταν τῶν ἀναγκαίων ἑαυτὸν ἀπαγάγῃ, περὶ τὰ ἄχρηστα στρέφεται λοιπόν· ἐπεὶ ὅτι καὶ τὴν πρώτην προσβολὴν δύναται ἀποκρούσασθαι ἀσχολία καὶ φροντὶς, πολλαχόθεν δῆλον. Ὅταν οὖν ἴδῃς γυναῖκα καλὴν, καὶ πάθῃς τι πρὸς αὐτὴν, μηκέτι ἴδῃς, καὶ ἀπηλλάγης. Καὶ πῶς δυνήσομαι μηκέτι ἰδεῖν ὑπὸ τῆς ἐπιθυμίας ἑλκόμενος, φησίν; Ἑτέροις σεαυτὸν δὸς, περιέλκουσι τὴν ψυχὴν, βιβλίοις, φροντίσιν ἀναγκαίαις, προστασίαις, βοηθείαις ἀδικουμένων,