1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

50

εὐχαῖς, φιλοσοφίᾳ τῇ περὶ τῶν μελλόντων· τοιούτοις κατάδησον τὴν ψυχήν. Οὕτως οὐχὶ νεαρὸν ἕλκος διορθώσῃ μόνον, ἀλλὰ παγὲν καὶ χρόνιον γενόμενον ἀποτρίψῃ ῥᾳδίως. Εἰ γὰρ ὕβρις τὸν ἐρῶντα πείθει καταλύειν τὸν ἔρωτα, κατὰ τὴν παροιμίαν, πῶς οὐ πολλῷ μᾶλλον αἱ πνευματικαὶ αὗται ἐπῳδαὶ περιέσονται τοῦ κακοῦ, μόνον ἂν ἐθέλωμεν ἀποστῆναι; Ἂν δὲ ἀεὶ προσομιλῶμεν καὶ συναναστρεφώμεθα ταῖς τοξευούσαις ἡμᾶς τὰ τοιαῦτα τοξεύματα, καὶ λέγοντες καὶ ἀκούοντες τὰ παρ' ἐκείνων, τρέφομεν τὸ νόσημα. Πῶς οὖν ἀξιοῖς σβεσθῆναι τὸ πῦρ, καθ' ἑκάστην ἡμέραν τὴν φλόγα ἀνάπτων; Καὶ ταῦτα μὲν ἡμῖν τὰ τῆς συνηθείας πρὸς τοὺς νέους εἰρήσθω· ὡς τοῖς γε ἀνδράσι, καὶ φιλοσοφεῖν ἐπισταμένοις, πάντων μείζων ὁ τοῦ Θεοῦ φόβος, ἡ τῆς γεέννης μνήμη, ἡ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιθυμία· ἱκανὰ γὰρ ταῦτα σβέσαι τὸ πῦρ. Μετὰ δὲ τούτων κἀκεῖνο ἐννόει, ὅτι οὐδὲν ἕτερόν ἐστι τὸ ὁρώμενον, ἢ φλέγμα καὶ αἷμα καὶ τροφῆς διασεσηπυίας χυμός. Ἀλλὰ φαιδρὸν τὸ ἄνθος τῆς ὄψεως, φησίν. Ἀλλ' 61.453 οὐδὲν τῶν ἀνθῶν τῶν ἀπὸ τῆς γῆς φαιδρότερον· ἀλλὰ καὶ ταῦτα σήπεται καὶ μαραίνεται. Μὴ τοίνυν μηδὲ ἐνταῦθα τῷ ἄνθει πρόσεχε· ἀλλ' ἐνδότερον διάβηθι τῷ λογισμῷ, καὶ τὸ δέρμα τὸ καλὸν ἐκεῖνο περιελὼν τῷ λογισμῷ, περιεργάζου τὰ ὑπὸ τοῦτο κείμενα. Ἐπεὶ καὶ τὸ τῶν ὑδεριώντων σῶμα ἀποστίλβει λαμπρὸν, καὶ οὐδὲν ἡ ἐπιφάνεια φαῦλον ἔχει, ἀλλὰ τῇ ἐννοίᾳ τοῦ ἔνδον ἀποκειμένου χυμοῦ πληττόμενοι, φιλεῖν τοὺς τοιούτους οὐ δυνάμεθα. Ἀλλ' ὑγρὸς ὁ ὀφθαλμὸς, καὶ γοργὸς, καὶ καλῶς ἀποτεταμένη ἡ ὀφρὺς, καὶ κυαναῖ αἱ βλεφαρίδες, καὶ ἥμερος ἡ κόρη, καὶ γαληνὸν τὸ ὄμμα. Ἀλλ' ὅρα ὅτι αὐτὸ τοῦτο πάλιν οὐδὲν ἕτερόν ἐστιν, ἢ νεῦρα καὶ φλέβες καὶ ὑμένες καὶ ἀρτηρίαι. Σὺ δέ μοι τὸν καλὸν τοῦτον ὀφθαλμὸν ἐννόησον νοσοῦντα, γηρῶντα, ὑπὸ ἀθυμίας μαραινόμενον, ὑπὸ ὀργῆς οἰδοῦντα, πῶς εἰδεχθὴς, πῶς ταχέως ἀπόλλυται, καὶ τῶν γεγραμμένων τάχιον ἀφανίζεται. Ἀπὸ τούτων μετάγαγε τὴν διάνοιαν ἐπὶ τὸ κάλλος τὸ ἀληθινόν. Ἀλλ' οὐχ ὁρῶ, φησὶ, κάλλος ψυχῆς. Ἀλλ' ἂν ἐθέλῃς, ὄψει· καὶ ὥσπερ τοὺς ἀπόντας καλοὺς ἔστιν ὀφθαλμοῖς μὴ ἰδόντα τῷ νῷ 61.454 θαυμάσαι· οὕτω δυνατὸν ψυχῆς κάλλος χωρὶς ὀφθαλμῶν ἰδεῖν. Οὐχ ὑπέγραψας πολλάκις μορφὴν εὐειδῆ, καὶ ἔπαθές τι πρὸς τὴν διάπλασιν; Ἀνατύπωσον καὶ νῦν ψυχῆς κάλλος, καὶ ἐντρύφα τῇ εὐμορφίᾳ. Ἀλλ' οὐχ ὁρῶ, φησὶν, ἀσώματα. Καὶ μὴν τῶν σωμάτων αὐτὰ μᾶλλον ὁρῶμεν τῷ νῷ. ∆ιὰ τοῦτο γοῦν θαυμάζομεν καὶ ἀγγέλους καὶ ἀρχαγγέλους, καίτοι γε μὴ ὁρῶντες, καὶ τρόπων ἤθη καὶ ψυχῆς ἀρετήν. Κἂν ἴδῃς ἄνθρωπον ἐπιεικῆ καὶ μέτριον, μᾶλλον θαυμάσῃ τοῦτον ἢ ἐκείνην τὴν εὔμορφον ὄψιν· κἂν ἴδῃς ὑβριζόμενον, καὶ φέροντα ἀδικούμενον, μετὰ τοῦ θαυμάζειν ἔρα τῶν τοιούτων, κἂν γεγηρακότες ὦσι. Καὶ γὰρ τοιοῦτον τῆς ψυχῆς τὸ κάλλος, καὶ ἐν γήρᾳ πολλοὺς ἔχει τοὺς ἐραστὰς, καὶ οὐδέποτε μαραίνεται, ἀλλ' ἀνθεῖ διηνεκῶς. Ἵν' οὖν καὶ αὐτοὶ τοῦτο κτησώμεθα, τοὺς ἔχοντας αὐτὸ θηρῶμεν, καὶ ἐρασταὶ τούτων γινώμεθα. Οὕτω γὰρ καὶ αὐτοὶ δυνησόμεθα, ταύτην λαβόντες τὴν εὐμορφίαν, τῶν αἰωνίων ἐπιτυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς μετασχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

ΟΜΙΛΙΑ Ηʹ.

Ἔχοντες οὖν τὴν διακονίαν ταύτην, καθὼς ἠλεήθημεν, οὐκ ἐκκακοῦμεν, ἀλλ' ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης.

αʹ. Ἐπειδὴ μεγάλα ἐφθέγξατο, καὶ Μωϋσέως ἑαυτὸν προὔθηκε, καὶ τοὺς

πιστοὺς πάντας, αἰσθόμενος τῆς ὑπερβολῆς καὶ τοῦ μεγέθους τῶν εἰρημένων, ὅρα πῶς μετριάζει πάλιν. Καὶ γὰρ ἐπαίρειν ἔδει διὰ τοὺς ψευδαποστόλους καὶ τοὺς ἀκροατὰς, καὶ πάλιν παραμυθεῖσθαι τὸν ὄγκον, οὐχὶ καθαιρεῖν, ἐπεὶ τοῦτο παίζοντος ἦν. ∆ιόπερ ἑτέρως αὐτὸ μεθοδεύει, τῷ δεικνύναι, ὅτι οὐκ ἐκ τῶν οἰκείων