1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

51

κατορθωμάτων γέγονεν, ἀλλ' ἐκ τῆς τοῦ Θεοῦ φιλανθρωπίας τὸ πᾶν· διὸ καί φησιν, Ἔχοντες οὖν τὴν διακονίαν ταύτην. Οὐδὲν γὰρ πλέον ἡμεῖς εἰσηνέγκαμεν, ἀλλ' ἢ διάκονοι μόνον ἐγενόμεθα, καὶ τοῖς παρὰ τοῦ Θεοῦ δοθεῖσιν ὑπηρετήσαμεν. ∆ιόπερ οὐκ εἶπε παροχὴν, οὐδὲ χορηγίαν, ἀλλὰ ∆ιακονίαν, καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλ' ἐπήγαγε, Καθὼς ἠλεήθημεν. Καὶ γὰρ τοῦτο αὐτὸ, φησὶ, τὸ διακονήσασθαι τούτοις, ἀπὸ ἐλέου καὶ φιλανθρωπίας. Καίτοι γε ἐλέους ἐστὶ τὸ κακῶν ἀπαλλάξαι, οὐχὶ τὸ καὶ τοσαῦτα δοῦναι ἀγαθά· ἀλλ' ὁ τοῦ Θεοῦ ἔλεος καὶ τοῦτο ἔχει. Οὐκ ἐκκακοῦμεν. Καὶ τοῦτο δὲ αὐτοῦ τῇ φιλανθρωπίᾳ λογιστέον. Τὸ γὰρ, Καθὼς ἠλεήθημεν, καὶ ὑπὲρ τῆς διακονίας, καὶ ὑπὲρ τοῦ, Οὐκ ἐκκακοῦμεν, εἰρῆσθαι νόμιζε. Καὶ σκόπει πῶς σπουδάζει τὰ καθ' ἑαυτὸν καθαιρεῖν. Τὸν γὰρ τοιούτων ἀξιωθέντα, φησὶ, καὶ τηλικούτων, καὶ ταῦτα ἀπὸ ἐλέου μόνον καὶ φιλανθρωπίας, οὐδὲν μέγα τοιούτους ἐπιδείκνυσθαι πόνους, καὶ κινδυνεύειν καὶ πειρασμοὺς ὑπομένειν. ∆ιὰ τοῦτο οὐ μόνον οὐ καταπίπτομεν, ἀλλὰ καὶ χαίρομεν, καὶ παῤῥησιαζόμεθα. Εἰπὼν γοῦν, Οὐκ ἐκκακοῦμεν, ἐπήγαγεν· Ἀλλ' ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης, μὴ περιπατοῦντες ἐν πανουργίᾳ, μηδὲ δολοῦντες τὸν λόγον τοῦ Θεοῦ. Καὶ τί ἐστι, Τὰ κρυπτὰ τῆς 61.454 αἰσχύνης; Οὐκ ἐπαγγελλόμεθα, φησὶ, καὶ ὑπισχνούμεθα μεγάλα, καὶ ἕτερα δὲ ἐπὶ τῶν ἔργων δείκνυμεν, καθάπερ ἐκεῖνοι· διὸ καὶ ἔλεγε, Τὰ κατὰ πρόσωπον, βλέπετε· ἀλλὰ τοιοῦτοί ἐσμεν, οἷοι ὁρώμεθα, οὐχὶ διπλόην τινὰ ἔχοντες, οὔτε τοιαῦτα λέγοντες καὶ ποιοῦντες ἃ κρύπτειν δεῖ καὶ συσκιάζειν αἰσχυνομένους καὶ ἐρυθριῶντας. Καὶ τοῦτο ἑρμηνεύων, ἐπήγαγε, Μὴ περιπατοῦντες ἐν πανουργίᾳ. Ὃ γὰρ ἐνόμιζον ἐγκώμιον εἶναι ἐκεῖνοι, τοῦτο αἰσχρὸν καὶ καταγέλαστον ἀποφαίνει. Τί δέ ἐστιν, Ἐν πανουργίᾳ; ∆όξαν εἶχον μὴ λαμβανόντων ἐκεῖνοι, ἐλάμβανον δὲ καὶ ἔκρυπτον· δόξαν εἶχον ἁγίων καὶ ἀποστόλων δοκίμων, ἦσαν δὲ μυρίων γέμοντες κακῶν. Ἀλλ' ἡμεῖς, φησὶ, τούτοις ἀπειπάμεθα (ταῦτα γὰρ καὶ κρυπτὰ αἰσχύνης καλεῖ), τοιοῦτοι ὄντες οἷοι φαινόμεθα, καὶ οὐδὲν ἔχοντες συνεσκιασμένον, καὶ οὐκ ἐν τῷ βίῳ μόνον τούτῳ, ἀλλὰ καὶ ἐν αὐτῷ τῷ κηρύγματι· τοῦτο γάρ ἐστιν, Οὐδὲ δολοῦντες τὸν λόγον τοῦ Θεοῦ, ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας· οὐ τῷ προσώπῳ καὶ τῇ ἐπιδείξει, ἀλλ' αὐτῇ τῇ τῶν πραγμάτων ἀποδείξει. Συνιστῶντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων. Οὐ γὰρ πιστοῖς μόνον, ἀλλὰ καὶ ἀπίστοις ἐσμὲν κατάδηλοι, προκείμενοι πᾶσιν εἰς τὸ βασανίσαι τὰ ἡμέτερα, ὡς ἂν ἐθέλοιεν· καὶ ἀπὸ τούτου συνίσταμεν ἑαυτοὺς, οὐκ ἀπὸ τοῦ ὑποκρίνεσθαι, καὶ προσωπεῖον περιφέρειν φαιδρόν. Λέγομεν οὖν μηδὲν λαμβάνειν, καὶ μάρτυρας ὑμᾶς καλοῦμεν· λέγομεν μηδὲν συνειδέναι ἑαυτοῖς πονηρὸν, καὶ τούτου πάλιν τὴν μαρτυρίαν παρ' ὑμῶν ἕλκομεν, οὐ καθάπερ ἐκεῖνοι, συσκιάζοντες τὰ καθ' ἑαυτοὺς, πολλοὺς ἀπατῶσιν. Ἡμεῖς δὲ καὶ τὸν βίον ἡμῶν πᾶσιν εἰς μέσον προτίθεμεν, καὶ τὸ κήρυγμα ἀπογυμνοῦμεν, ὥστε πάντας αὐτὸ καταμανθάνειν. Εἶτα ἐπειδὴ οἱ ἄπιστοι ἠγνόουν αὐτοῦ τὴν ἰσχὺν, ἐπήγαγεν, ὅτι οὐχ ἡμῶν τοῦτο ἔγκλημα, ἀλλὰ 61.455 τῆς ἐκείνων ἀναισθησίας. ∆ιὸ καί φησιν· Εἰ δὲ καὶ ἔστι κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶ κεκαλυμμένον, ἐν οἷς ὁ Θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων. Ὅπερ καὶ ἔμπροσθεν εἶπεν, Οἷς μὲν ὀσμὴ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ζωῆς εἰς ζωὴν, τοῦτο καὶ ἐνταῦθά φησι. βʹ. Τί δέ ἐστιν, Ὁ Θεὸς τοῦ αἰῶνος τούτου; Οἱ μὲν τὰ Μαρκίωνος νοσοῦντες, λέγουσι περὶ τοῦ ∆ημιουργοῦ τοῦ δικαίου μόνον, καὶ οὐκ ἀγαθοῦ, ταῦτα εἰρῆσθαι· λέγουσι γὰρ εἶναί τινα Θεὸν δίκαιον, καὶ οὐκ ἀγαθόν. Μανιχαῖοι δέ φασι τὸν διάβολον ἐνταῦθα λέγεσθαι, ἐκ τούτου δημιουργὸν τῆς κτίσεως ἕτερον ἐπεισαγαγεῖν παρὰ τὸν ὄντα βουλόμενοι, σφόδρα ἀνοήτως. Οἶδε μὲν γὰρ πολλάκις ἡ Γραφὴ Θεὸν καλεῖν οὐκ ἀπὸ τῆς ἀξίας τοῦ καλουμένου, ἀλλ' ἀπὸ τῆς ἀσθενείας τῶν ὑποταττομένων· ὡς ὅταν τὸν μαμωνᾶν κύριον λέγῃ, καὶ τὴν κοιλίαν θεόν. Ἀλλ' οὐ παρὰ τοῦτο οὔτε ἡ κοιλία θεὸς, οὔτε ὁ μαμωνᾶς κύριος, ἀλλ' ἐκείνων τῶν ὑποκατακλινόντων ἑαυτούς. Ἡμεῖς δὲ ἐκεῖνό φαμεν, ὅτι οὔτε περὶ τοῦ διαβόλου