1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

52

τοῦτο εἴρηται, ἀλλὰ τοῦ τῶν ὅλων Θεοῦ· καὶ οὕτως ἀναγνωστέον, ὅτι Τῶν ἀπίστων τοῦ αἰῶνος τούτου ἐτύφλωσεν ὁ Θεὸς τὰ νοήματα. Ὁ γὰρ μέλλων οὐκ ἔχει ἀπίστους, ἀλλ' ὁ παρὼν μόνος. Εἰ δὲ καὶ ἑτέρως τις ἀναγινώσκοι, οἷον, ὅτι Ὁ Θεὸς τοῦ αἰῶνος τούτου, οὐδὲ τοῦτο ἔχει τινὰ λαβήν· οὐ γὰρ τοῦτο δείκνυσιν αὐτὸν τούτου μόνον ὄντα τοῦ αἰῶνος Θεόν. Καὶ γὰρ ὁ Θεὸς οὐρανοῦ λέγεται, ἀλλ' οὐκ ἔστιν οὐρανοῦ μόνον Θεός· καὶ ὁ Θεὸς τῆς παρούσης ἡμέρας λέγομεν, καὶ οὐκ εἰς ἐκείνην μόνην συγκλείοντες αὐτοῦ τὴν ἀρχὴν, τοῦτό φαμεν· καὶ ὁ Θεὸς δὲ Ἀβραὰμ λέγεται, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ· καὶ οὐκ ἐκείνων μόνον ἐστὶ Θεός. Καὶ πολλὰς ἄν τις καὶ ἑτέρας τοιαύτας ἐν ταῖς Γραφαῖς εὕροι μαρτυρίας. Πῶς οὖν ἐτύφλωσεν; Οὐκ ἐνεργήσας εἰς τοῦτο, ἄπαγε, ἀλλ' ἀφεὶς καὶ συγχωρήσας· καὶ γὰρ ἔθος τῇ Γραφῇ οὕτω λέγειν· ὡς ὅταν λέγῃ, Παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν. Ἐπειδὴ γὰρ αὐτοὶ ἠπίστησαν πρῶτοι, καὶ ἀναξίους ἑαυτοὺς κατεσκεύασαν τοῦ ἰδεῖν τὰ μυστήρια, καὶ αὐτὸς λοιπὸν εἴασεν. Ἀλλὰ τί ἔδει ποιῆσαι; πρὸς βίαν ἕλκειν, καὶ ἐκκαλύπτειν μὴ βουλομένοις ἰδεῖν; Ἀλλὰ μᾶλλον ἂν κατεφρόνησαν, καὶ οὐδ' ἂν εἶδον· διὸ καὶ ἐπήγαγεν, Εἰς τὸ μὴ αὐγάσαι αὐτοῖς τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ· οὐ πρὸς τὸ ἀπιστῆσαι τῷ Θεῷ, ἀλλὰ πρὸς τὸ τὴν ἀπιστίαν μὴ ἰδεῖν τίνα ἐστὶ τὰ ἔνδον· ὃ καὶ ἡμῖν ἐπέταξε, μὴ ῥίπτειν τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων κελεύσας. Εἰ γὰρ καὶ ἀπιστοῦσιν ἐξεκάλυψε, μᾶλλον ἂν ἡ νόσος αὐτῶν ἐπετρίβη. Καὶ γὰρ εἰ ὀφθαλμιῶντά τις ἀναγκάσειε πρὸς τὰς ἀκτῖνας ἰδεῖν, ἐπιτείνει μᾶλλον αὐτοῦ τὴν ἀσθένειαν. ∆ιὰ τοῦτο καὶ ἐν σκότει κατακλείουσιν αὐτοὺς ἰατρῶν παῖδες, ὥστε μὴ ἐπιτρῖψαι τὸ νόσημα. Οὕτω τοίνυν καὶ ἐνταῦθα νοητέον, ὅτι οὗτοι μὲν γεγόνασιν ἄπιστοι δι' ἑαυτούς· γενόμενοι δὲ ἄπιστοι, οὐκέτι ἑώρων τὰ ἀπόῤῥητα τοῦ εὐαγγελίου, τοῦ Θεοῦ λοιπὸν ἀποκλείοντος τὰς ἀκτῖνας αὐτοῖς. Ὅπερ καὶ τοῖς μαθη 61.456 ταῖς ἔλεγεν, ὅτι ∆ιὰ τοῦτο ἐν παροιμίαις λαλῷ αὐτοῖς, ὅτι ἀκούοντες οὐκ ἀκούουσιν. Ἵνα δὲ καὶ ἐπὶ παραδείγματος σαφέστερον ὃ λέγω γένηται, ὑπόθου τινὰ Ἕλληνα εἶναι μύθους τὰ ἡμέτερα ἡγούμενον· οὗτος οὖν πῶς ὠφεληθήσεται μᾶλλον, εἰσελθὼν καὶ ἰδὼν τὰ μυστήρια, ἢ ἔξω μένων; ∆ιὰ τοῦτό φησιν· Εἰς τὸ μὴ αὐγάσαι αὐτοῖς τὸν φωτισμὸν, ἐπιμένων ἔτι τῇ ἱστορίᾳ Μωϋσέως. Ὅπερ γὰρ πρὸς Ἰουδαίους γέγονεν ἐπ' ἐκείνου, τοῦτο ἐπὶ πάντων τῶν ἀπίστων γίνεται ἐπὶ τοῦ εὐαγγελίου. Καὶ τί ἐστι τὸ συνεσκιασμένον, καὶ ὅπερ αὐτοῖς οὐκ ἔστι πεφωτισμένον; Ἄκουσον αὐτοῦ λέγοντος· Εἰς τὸ μὴ αὐγάσαι αὐτοῖς τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ. Οἷον, ὅτι ὁ σταυρὸς τῆς οἰκουμένης σωτηρία καὶ αὐτοῦ δόξα, ὅτι αὐτὸς οὗτος ὁ σταυρωθεὶς μετὰ πολλῆς περιφανείας μέλλει παραγίνεσθαι, τὰ ἄλλα πάντα, τὰ παρόντα, τὰ μέλλοντα, τὰ ὁρώμενα, τὰ οὐχ ὁρώμενα, ἡ ἀπόῤῥητος τῶν προσδοκωμένων περιφάνεια. ∆ιὸ καὶ αὐγάσαι εἶπεν, ἵνα μὴ τὸ ὅλον ἐνταῦθα ζητῇς· ὥσπερ γὰρ αὐγή τις ἐστὶ μόνον τοῦ Πνεύματος ἡ δεδομένη. Τοῦτο γοῦν καὶ ἀνωτέρω δηλῶν, ὀσμὴν εἶπε, καὶ πάλιν ἀῤῥαβῶνα, δεικνὺς ὅτι τὸ πλέον ἐκεῖ μένει. Ἀλλ' ὅμως ταῦτα ἅπαντα κέκρυπται ἀπ' αὐτῶν· κέκρυπται δὲ, ἐπειδὴ ἠπίστησαν πρότεροι. Εἶτα δεικνὺς, ὅτι οὐχὶ τὴν τοῦ Χριστοῦ δόξαν ἀγνοοῦσι μόνον, ἀλλὰ καὶ τὴν τοῦ Πατρὸς οἱ ταύτην οὐκ ἰδόντες, ἐπήγαγεν, Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ. Μὴ γὰρ μέχρι τοῦ Χριστοῦ στῇς μόνον. Ὥσπερ γὰρ διὰ τούτου τὸν Πατέρα ὁρᾷς· οὕτως ἀγνοήσας τὴν τούτου δόξαν, οὐδὲ τὴν ἐκείνου εἴσῃ. Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν. γʹ. Καὶ ποία αὕτη ἀκολουθία; τί τοῦτο πρὸς τὰ εἰρημένα ἔχει κοινόν; Ἢ ἐκείνους αἰνίττεται ὡς ἐπαίροντας ἑαυτοὺς, καὶ πείθοντας τοὺς μαθητὰς ἀπ' αὐτῶν ἑαυτοὺς ὀνομάζειν, ὅπερ ἐν τῇ προτέρᾳ ἔλεγεν, Ἐγώ εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλώ· ἢ ἕτερόν τι βαρύτατον. Ποῖον δὴ τοῦτο; Ἐπειδὴ σφόδρα αὐτοὺς ἐπολέμουν, καὶ ἐπεβούλευον αὐτοῖς πάντοθεν, Μὴ γὰρ ἡμῖν μάχεσθε, φησὶ, καὶ πολεμεῖτε; ἢ τῷ δι' ἡμῶν κηρυττομένῳ; οὐ γὰρ ἑαυτοὺς κηρύττομεν· ἐγὼ δοῦλός εἰμι, ἐγὼ διάκονός