1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

53

εἰμι καὶ τῶν δεχομένων τὸ κήρυγμα, ἑτέρῳ πάντα πραγματευόμενος, καὶ ὑπὲρ τῆς ἐκείνου δόξης πᾶν ὁτιοῦν ποιῶν. Ὥστε ἐμοὶ πολεμῶν, τὰ ἐκείνου καταβάλλεις. Τοσοῦτον γὰρ ἀπέχω εἰς ἐμαυτόν τι περιστῆσαι τῶν τοῦ εὐαγγελίου, ὅτι καὶ ὑμῶν οὐ παραιτήσομαι εἶναι δοῦλος διὰ τὸν Χριστὸν, ἐπειδὴ ἐκείνῳ ἔδοξεν οὕτω τιμῆσαι ὑμᾶς, ἐπειδὴ οὕτως ὑμᾶς ἐφίλησε, καὶ πάντα ὑπὲρ ὑμῶν ἔπραξε. ∆ιὸ καὶ λέγει, Ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Χριστόν. Εἶδες ψυχὴν δόξης καθαράν; Οὐ γὰρ δὴ μόνον, φησὶ, τῶν δεσποτικῶν οὐδὲν νοσφιζόμεθα, ἀλλὰ καὶ ὑμῖν ἑαυτοὺς ὑποτάσσομεν δι' ἐκεῖνον. Ὅτι ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους 61.457 φῶς λάμψαι, ἔλαμψεν ἐν ταῖς καρδίαις ὑμῶν. Εἶδες πῶς πάλιν τοῖς ζητοῦσι τὴν δόξαν ἐκείνην ἰδεῖν τὴν ὑπερβάλλουσαν, τὴν Μωϋσέως λέγω, δείκνυσι μετὰ προσθήκης ἀστράπτουσαν; Καθάπερ εἰς τὸ πρόσωπον Μωϋσέως, οὕτως εἰς τὰς ὑμετέρας καρδίας ἔλαμψε, φησί. Καὶ πρότερον ἀναμιμνήσκει τῶν ἐν ἀρχῇ τῆς κτίσεως γενομένων, αἰσθητοῦ φωτὸς καὶ σκότους αἰσθητοῦ, δεικνὺς ὅτι αὕτη μείζων ἡ δημιουργία. Καὶ ποῦ εἶπεν, Ἐκ σκότους φῶς λάμψαι; Ἐν ἀρχῇ καὶ ἐν προοιμίοις τῆς κτίσεως· Σκότος γὰρ ἦν, φησὶν, ἐπάνω τῆς ἀβύσσου. Καὶ εἶπεν ὁ Θεὸς, Γενηθήτω φῶς· καὶ ἐγένετο φῶς. Ἀλλὰ τότε μὲν εἶπε, Γενηθήτω, καὶ ἐγένετο· νῦν δὲ οὐκ εἶπεν, ἀλλ' αὐτὸς ἡμῖν γέγονε φῶς· οὐ γὰρ εἶπεν, ὅτι καὶ νῦν εἶπεν, ἀλλ' αὐτὸς ἔλαμψε. ∆ιὰ τοῦτο οὐδὲ αἰσθητὰ πράγματα ὁρῶμεν τοῦ φωτὸς λάμποντος τούτου, ἀλλ' αὐτὸν τὸν Θεὸν διὰ τοῦ Χριστοῦ. Ὁρᾷς τὸ ἀπαράλλακτον τῆς Τριάδος; Περὶ μὲν γὰρ τοῦ Πνεύματός φησιν· Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος· περὶ δὲ τοῦ Υἱοῦ, Εἰς τὸ μὴ αὐγάσαι αὐτοῖς τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ· περὶ δὲ τοῦ Πατρὸς, Ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ἔλαμψεν ἐν ταῖς καρδίαις ὑμῶν, πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Χριστοῦ. Ὥσπερ γὰρ εἰπὼν, Τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ἐπήγαγεν, Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ, δεικνὺς ὅτι καὶ τῆς ἐκείνου δόξης ἀπεστερήθησαν· οὕτως εἰπὼν, Τῆς γνώσεως τοῦ Θεοῦ, ἐπήγαγεν, Ἐν προσώπῳ Χριστοῦ, δεικνὺς ὅτι διὰ τούτου τὸν Πατέρα γινώσκομεν, ὥσπερ οὖν καὶ διὰ τοῦ Πνεύματος αὐτῷ προσαγόμεθα. Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ, καὶ μὴ ἐξ ἡμῶν. Ἐπειδὴ γὰρ πολλὰ καὶ μεγάλα εἶπε περὶ τῆς ἀποῤῥήτου δόξης· ἵνα μή τις λέγῃ. Καὶ πῶς τοσαύτης δόξης ἀπολαύοντες μένομεν ἐν θνητῷ σώματι; φησὶν, ὅτι τοῦτο μὲν οὖν αὐτὸ μάλιστά ἐστι τὸ θαυμαστὸν, καὶ δεῖγμα μέγιστον τῆς τοῦ Θεοῦ δυνάμεως, ὅτι σκεῦος ὀστράκινον τοσαύτην ἠδυνήθη λαμπρότητα ἐνεγκεῖν, καὶ τηλικοῦτον φυλάξαι θησαυρόν. Ὅπερ οὖν καὶ αὐτὸς θαυμάζων ἔλεγεν, Ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ, καὶ μὴ ἐξ ἡμῶν· πάλιν ἐκείνους αἰνιττόμενος τοὺς καυχωμένους ἐφ' ἑαυτοῖς. Τό τε γὰρ μέγεθος τῶν δοθέντων, τό τε ἀσθενὲς τῶν δεξαμένων δείκνυσι τὴν ἰσχὺν, οὐχ ὅτι μεγάλα ἐχαρίσατο μόνον, ἀλλ' ὅτι καὶ μικροῖς οὖσι· τὸ γὰρ ὀστράκινον τὸ εὔθραυστον τῆς θνητῆς φύσεως αἰνιττόμενος ἔλεγε, καὶ τὸ τῆς σαρκὸς ἡμῶν ἀσθενὲς ἐμφαίνων. Ὀστράκου γὰρ ἄμεινον οὐδὲν αὕτη διάκειται· οὕτως ἐστὶν εὐεπηρέαστος, καὶ θανάτῳ καὶ νόσοις καὶ ἀέρων ἀνωμαλίαις καὶ ἑτέροις μυρίοις διαλυομένη ῥᾳδίως. Ταῦτα δὲ ἔλεγε, καὶ καταστέλλων ἐκείνων 61.458 τὸ φύσημα, καὶ πᾶσι δεικνὺς ὅτι οὐδὲν ἀνθρώπινον τῶν καθ' ἡμᾶς. δʹ. Καὶ γὰρ τότε μάλιστα διαφαίνεται ἡ τοῦ Θεοῦ δύναμις, ὅταν δι' εὐτελῶν ἐνεργῇ μεγάλα. ∆ιὸ καὶ ἀλλαχοῦ ἔλεγεν, Ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Καὶ ἐν τῇ Παλαιᾷ δὲ διὰ κωνώπων καὶ μυιῶν ὁλόκληρα στρατόπεδα βαρβάρων ἐτροποῦτο (διὸ καὶ μεγάλην δύναμιν αὐτοῦ τὴν κάμπην ἐκάλει), καὶ ἐν ἀρχῇ γλώττας συγχέων μόνον, τὸν μέγαν πύργον ἐκεῖνον τὸν ἐν Βαβυλῶνι κατέλυε. Καὶ ἐν τοῖς πολέμοις δὲ νῦν μὲν διὰ τριακοσίων ἄπειρα στρατόπεδα ἤλασε, νῦν δὲ