1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

55

θησαυρὸν τοσοῦτον βαστάσαι ἴσχυσεν ἂν, οὐδ' ἂν πρὸς τοσαύτας ἤρκεσεν ἐπιβουλάς· νῦν δὲ καὶ φέρει καὶ οὐδὲν πάσχει δεινὸν διὰ τὴν τοῦ Θεοῦ χάριν. Ἐν παντὶ γὰρ θλιβόμενοι, φησὶν, ἀλλ' οὐ στενοχωρούμενοι. Τί ἐστιν, Ἐν παντί; Ἐν τοῖς ἐχθροῖς, ἐν τοῖς φίλοις,ἐν τοῖς ἀναγκαίοις, ἐν ταῖς ἄλλαις χρείαις, ὑπὸ τῶν πολεμίων, ὑπὸ τῶν οἰκείων. Ἀλλ' οὐ στενοχωρούμεθα. Καὶ ὅρα πῶς πράγματα ἐναντία λέγει, ἵνα κἀντεῦθεν δείξῃ τοῦ Θεοῦ τὴν ἰσχύν. Θλιβόμενοι γὰρ οὐ στενοχωρούμεθα, φησίν· ἀπορούμενοι οὐκ ἐξαπορούμεθα· τουτέστιν, οὐκ εἰς τέλος ἐκπίπτομεν. Ἀλγοῦμεν γὰρ πολλαχοῦ, καὶ ἀποτυγχάνομεν, ἀλλ' οὐχ οὕτως, ὥστε ἐκπεσεῖν τῶν προκειμένων· εἰς γυμνασίαν γὰρ ἡμῶν ταῦτα, οὐκ εἰς ἧτταν συγκεχώρηται παρὰ τοῦ Θεοῦ. ∆ιωκόμενοι, ἀλλ' οὐκ ἐγκαταλιμπανόμενοι· καταβαλλόμενοι, ἀλλ' οὐκ ἀπολλύμενοι. Οἱ μὲν γὰρ πειρασμοὶ συμβαίνουσι, τὰ δὲ ἀπὸ τῶν πειρασμῶν οὐκέτι. Καὶ τοῦτο δὲ διὰ τὴν τοῦ Θεοῦ δύναμιν καὶ χάριν. Ἀλλαχοῦ δέ φησι, καὶ διὰ τὴν αὐτῶν ταπεινοφροσύνην, καὶ διὰ τὴν ἑτέρων ἀσφάλειαν συγκεχωρῆσθαι ταῦτα· Ἵνα γὰρ μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ, φησί· καὶ πάλιν, Ἵνα μή τις λογίσηται εἰς ἐμὲ ὑπὲρ ὃ βλέπει, καὶ ἀκούει τι ἐξ ἐμοῦ· καὶ ἀλλαχοῦ πάλιν, Ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς. Ἐνταῦθα μέντοι, Ἵνα φανῇ τοῦ Θεοῦ ἡ δύναμις. Ὁρᾷς ὅσον τῶν πειρασμῶν τὸ κέρδος; Καὶ γὰρ τοῦ Θεοῦ τὴν δύναμιν ἐδείκνυ, καὶ τὴν χάριν ἀπεκάλυπτε μειζόνως· Ἀρκεῖ γάρ σοι ἡ χάρις μου, φησί· καὶ εἰς ταπεινοφροσύνην ἤλειφε, καὶ τοὺς ἄλλους καταστέλλεσθαι παρεσκεύαζε, καὶ αὐτοὺς καρτερικωτέρους εἰργάζετο· Ἡ γὰρ ὑπομονὴ, φησὶ, δοκιμὴν κατεργάζεται, ἡ δὲ δοκιμὴ ἐλπίδα. Οἱ γὰρ μυρίοις περιπεσόντες κινδύνοις, καὶ ἐκ τῆς εἰς τὸν Θεὸν ἐλπίδος ἀνενεγκόντες, ἐπαιδεύοντο ταύτης 61.460 ἔχεσθαι ἐπὶ πλεῖον ἐν πᾶσι. Πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῷ σώματι ἡμῶν. Καὶ τί ἐστιν ἡ νέκρωσις τοῦ Κυρίου Ἰησοῦ, ἣν περιέφερον; Οἱ θάνατοι οἱ καθημερινοὶ, δι' ὧν καὶ ἡ ἀνάστασις ἐδείκνυτο. Εἰ γάρ τις ἀπιστεῖ, φησὶν, ὅτι ἀπέθανεν Ἰησοῦς καὶ ἀνέστη, ἡμᾶς ὁρῶν τοὺς καθ' ἑκάστην ἡμέραν ἀποθνήσκοντας καὶ ἀνισταμένους, πιστευέτω λοιπὸν τῇ ἀναστάσει. Εἶδες πῶς καὶ ἑτέραν αἰτίαν εὕρηκε τῶν πειρασμῶν; Ποίαν δὴ ταύτην; Ἵνα καὶ ἡ ζωὴ αὐτοῦ φανερωθῇ ἐν τῷ σώματι ἡμῶν, φησὶ, τῷ ἐξαρπάζειν ἡμᾶς τῶν κινδύνων. Ὥστε τοῦτο, ὃ δοκεῖ ἀσθενείας εἶναι καὶ ἐγκαταλείψεως, τοῦτο αὐτοῦ κηρύττει τὴν ἀνάστασιν. Οὐ γὰρ ἂν οὕτως ἐφάνη, μηδὲν πασχόντων ἡμῶν ἀηδὲς, ἡ δύναμις ἡ ἐκείνου, ὡς νῦν δείκνυται, πασχόντων μὲν, οὐ νικωμένων δέ. Καὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν ἡμῖν ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. Πανταχοῦ γὰρ, ὅταν τι ἀσαφὲς εἴπῃ, ἑαυτὸν ἑρμηνεύει πάλιν· ὃ δὴ καὶ ἐνταῦθα ἐποίησε, τοῦτο, ὅπερ εἶπεν, ἑρμηνεύων σαφῶς. ∆ιὰ τοῦτο γὰρ παραδιδόμεθα, φησὶ, τουτέστι, τὴν νέκρωσιν περιφέρομεν, ἵνα ἡ δύναμις αὐτοῦ τῆς ζωῆς φανῇ, μὴ συγχωροῦντος σάρκα θνητὴν τοσαῦτα πάσχουσαν, ὑπὸ τῆς νιφάδος τῶν κακῶν νικηθῆναι. Καὶ ἑτέρως δὲ αὐτὸ ἐκληπτέον. Πῶς; Ὡς ἀλλαχοῦ φησιν, Εἰ συναπεθάνομεν, καὶ συζήσομεν. Ὥσπερ γὰρ τὸν θάνατον αὐτοῦ ὑπομένομεν νῦν, καὶ αἱρούμεθα ζῶντες ἀποθανεῖν δι' αὐτόν· οὕτω καὶ αὐτὸς αἱρήσεται ἀποθανόντας ζωογονῆσαι τότε. Εἰ γὰρ ἡμεῖς ἀπὸ ζωῆς εἰς θάνατον ἐρχόμεθα, καὶ αὐτὸς ἀπὸ θανάτου εἰς ζωὴν ἡμᾶς χειραγωγήσει. Ὥστε ὁ θάνατος ἐνεργεῖται ἐν ἡμῖν, ἡ δὲ ζωὴ ἐν ὑμῖν. Οὐκέτι περὶ τοῦ θανάτου λέγων, ἀλλὰ περὶ πειρασμῶν καὶ ἀνέσεως. Ἡμεῖς μὲν γὰρ ἐν κινδύνοις καὶ ἐν πειρασμοῖς, φησὶν, ὑμεῖς δὲ ἐν ἀνέσει, τὴν ἐκ τούτων τῶν κινδύνων καρπούμενοι ζωήν· καὶ τὰ μὲν ἐπικίνδυνα ἡμεῖς ὑπομένομεν, τῶν δὲ χρηστῶν ὑμεῖς ἀπολαύετε· οὐ γὰρ τοσούτους ὑπομένετε πειρασμούς. Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ ἐλάλησα· καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν· ὅτι ὁ ἐγείρας τὸν Κύριον Ἰησοῦν, καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ. Ἀνέμνησεν ἡμᾶς ψαλμοῦ πολλὴν ἔχοντος φιλοσοφίαν, καὶ ἱκανοῦ μάλιστα