1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

56

ἐν κινδύνοις ἀλείφειν. Τὴν γὰρ ῥῆσιν ταύτην ἐν μεγάλοις κινδύνοις ὢν ὁ δίκαιος 61.461 ἐκεῖνος ἐφθέγξατο, καὶ ἐξ ὧν οὐκ ἦν ἄλλως ἀνενεγκεῖν, ἢ διὰ τῆς τοῦ Θεοῦ βοηθείας. βʹ. Ἐπεὶ οὖν τὰ συγγενῆ μάλιστα οἶδε παραμυθεῖσθαι, διὰ τοῦτό φησιν, Ἔχοντες τὸ αὐτὸ πνεῦμα· τουτέστιν, ἀπὸ τῆς αὐτῆς συμμαχίας, ἀφ' ἧς ἐκεῖνος ἐσώθη, καὶ ἡμεῖς σωζόμεθα· ἀπὸ τοῦ πνεύματος, ἀφ' οὗ ἐφθέγξατο, καὶ ἡμεῖς φθεγγόμεθα. Ὅθεν δείκνυσι πολλὴν τῇ Καινῇ πρὸς τὴν Παλαιὰν τὴν συμφωνίαν οὖσαν, καὶ τὸ αὐτὸ πνεῦμα ἐν ἑκατέροις ἐνεργῆσαν, καὶ ὅτι οὐχ ἡμεῖς μόνον ἐν κινδύνοις, ἀλλὰ καὶ οἱ παλαιοὶ πάντες, καὶ δεῖ πίστει καὶ ἐλπίδι διορθοῦσθαι, καὶ μὴ λύσιν εὐθέως ζητεῖν τῶν ἐπικειμένων. Ἐπειδὴ γὰρ ἔδειξε διὰ τῶν λογισμῶν τὴν ἀνάστασιν καὶ τὴν ζωὴν, καὶ ὅτι οὐκ ἀσθενείας οὐδὲ ἐγκαταλείψεως ὁ κίνδυνος· λοιπὸν καὶ τὴν πίστιν εἰσάγει, καὶ αὐτῇ τὸ πᾶν ἐπιτρέπει. Ἀλλ' ὅμως καὶ αὐτῆς ἀπόδειξιν παρέχεται τοῦ Χριστοῦ τὴν ἀνάστασιν, εἰπών· ὅτι Καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν. Τί πιστεύομεν, εἰπέ μοι; Ὅτι ὁ ἐγείρας Ἰησοῦν, καὶ ἡμᾶς ἐγερεῖ, καὶ παραστήσει σὺν ὑμῖν. Τὰ γὰρ πάντα δι' ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα, διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ. Πάλιν πληροῖ φρονήματος αὐτοὺς, ἵνα μὴ ἀνθρώποις χάριν εἰδῶσι, τοῖς ψευδαποστόλοις, λέγω. Τοῦ γὰρ Θεοῦ τὸ πᾶν, ὃς βούλεται πολλοῖς χαρίσασθαι, ὥστε μείζονα ὀφθῆναι τὴν χάριν. ∆ι' ὑμᾶς γοῦν ἡ ἀνάστασις, καὶ τὰ ἄλλα πάντα. Οὐ γὰρ ἑνὸς ἕνεκεν μόνου ταῦτα πεποίηκεν, ἀλλὰ πάντων. ∆ιὸ καὶ οὐκ ἐκκακοῦμεν· ἀλλ' εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ' ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. Πῶς φθείρεται; Μαστιζόμενος, ἐλαυνόμενος, μυρία πάσχων δεινά. Ἀλλ' ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. Πῶς ἀνακαινοῦται; Τῇ πίστει, τῇ ἐλπίδι, τῇ προθυμίᾳ. Τὸ λοιπὸν δεῖ κατατολμᾷν τῶν δεινῶν. Ὅσῳ γὰρ ἂν μυρία πάσχῃ τὸ σῶμα, τοσούτῳ χρηστοτέρας ἔχει τὰς ἐλπίδας ἡ ψυχὴ, καὶ λαμπροτέρα γίνεται, καθάπερ χρυσίον πυρούμενον ἐπὶ πλέον. Καὶ ὅρα πῶς καθαιρεῖ τὰ λυπηρὰ τοῦ παρόντος βίου. Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως, φησὶν, εἰς ὑπερβολὴν καθ' ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Εἰς τὴν ἐλπίδα τὸ πρᾶγμα κατακλείσας, καὶ ὅπερ ἐν τῇ πρὸς Ῥωμαίους ἔλεγεν, ὅτι Τῇ ἐλπίδι ἐσώθημεν, ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπὶς, τοῦτο καὶ ἐνταῦθα κατασκευάζων, τίθησι παράλληλα τὰ παρόντα τοῖς μέλλουσι, τὸ παραυτίκα πρὸς τὸ αἰώνιον, τὸ ἐλαφρὸν πρὸς τὸ βαρὺ, τὴν θλῖψιν πρὸς τὴν δόξαν. Καὶ οὐδὲ τούτοις ἀρκεῖται, ἀλλ' ἑτέραν τίθησι λέξιν, διπλασιάζων αὐτὴν, καὶ λέγων, Καθ' ὑπερβολὴν εἰς ὑπερβολήν. Εἶτα καὶ τὸν τρόπον δείκνυσι πῶς ἐλαφρὸν τὸ τῶν τοσούτων θλίψεων. Πῶς οὖν ἐλαφρόν; Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Οὕτω καὶ τοῦτο κοῦφον τὸ παρὸν, κἀκεῖνο μέγα τὸ μέλλον, ἂν τῶν ὁρωμένων ἀπαγάγωμεν ἑαυτούς. Τὰ γὰρ βλεπόμενα πρόσκαιρα. Οὐκοῦν καὶ αἱ θλίψεις τοιαῦται. Τὰ δὲ μὴ βλεπόμενα αἰώνια. Οὐκοῦν καὶ οἱ στέφανοι τοιοῦτοι. Καὶ οὐκ εἶπεν, Αἱ 61.462 θλίψεις τοιαῦται, ἀλλὰ, Τὰ βλεπόμενα πάντα, κἂν κόλασις ᾖ, κἂν ἀνάπαυσις· ὥστε μήτε ἐκεῖθεν χαυνοῦσθαι, μήτε ἐντεῦθεν βιάζεσθαι. ∆ιὰ τοῦτο οὐδὲ περὶ τῶν μελλόντων λέγων, εἶπεν, Ἡ βασιλεία αἰώνιος, ἀλλὰ, Τὰ μὴ βλεπόμενα αἰώνια, κἂν βασιλεία, κἂν κόλασις ᾖ πάλιν· ὥστε καὶ ἐκεῖθεν φοβῆσαι, καὶ ἐκεῖσε προτρέψασθαι. Ἐπεὶ οὖν τὰ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια, πρὸς ἐκεῖνα βλέπωμεν. Ποίαν γὰρ καὶ σχοίημεν ἀπολογίαν, τὰ πρόσκαιρα ἀντὶ τῶν αἰωνίων αἱρούμενοι; Εἰ γὰρ καὶ τὸ παρὸν ἡδὺ, ἀλλ' οὐ διηνεκές· τὸ μέντοι ὀδυνηρὸν αὐτοῦ, διηνεκὲς καὶ ἀσύγγνωστον. Ποίαν γὰρ ἕξουσιν ἀπολογίαν οἱ πνεύματος καταξιωθέντες καὶ τοσαύτης ἀπολαύσαντες δωρεᾶς, καὶ χαμαίζηλοι γινόμενοι καὶ καταπίπτοντες πρὸς τὴν γῆν; Καὶ γὰρ πολλῶν ἀκούω λεγόντων τὰ καταγέλαστα ταῦτα ῥήματα· ∆ός μοι τὴν σήμερον, καὶ λάβε τὴν αὔριον. Ἂν μὲν γὰρ τοιαῦτα ᾖ, φησὶν, οἷα καί φατε, ἐκεῖ, ἓν ἀνθ' ἑνὸς γέγονεν· ἂν δὲ μηδὲν ὅλως ᾖ, δύο ἀντ'