1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

57

οὐδενός. Τί τῶν ῥημάτων τούτων παρανομώτερον; τί δὲ ληρωδέστερον; Ἡμεῖς περὶ οὐρανοῦ διαλεγόμεθα, καὶ τῶν ἀποῤῥήτων ἀγαθῶν ἐκείνων· καὶ σὺ τὰ τῶν ἱπποδρομίων ἡμῖν ἄγεις εἰς μέσον, καὶ οὐκ αἰσχύνῃ οὐδὲ ἐγκαλύπτῃ τοιαῦτα φθεγγόμενος, ἃ τῶν παραπαιόντων ἐστίν; οὐκ ἐρυθριᾷς, οὕτω προσηλωμένος τοῖς παροῦσιν; οὐ παύσῃ παραφρονῶν καὶ ἐξεστηκὼς, καὶ ἐν νεότητι ληρῶν; Καὶ τὸ μὲν Ἕλληνας ταῦτα λέγειν, οὐδὲν θαυμαστόν· τὸ δὲ πιστοὺς ἀνθρώπους τοιαῦτα ληρεῖν, ποίαν ἔχει συγγνώμην; Ὅλως γὰρ ὑποπτεύεις τὰς ἀθανάτους ἐλπίδας ἐκείνας; ὅλως νομίζεις ἀμφίβολα ταῦτα εἶναι; καὶ ποῦ ταῦτα ἄξια συγγνώμης; Καὶ τίς ἦλθε, φησὶ, καὶ ἀπήγγειλε τὰ αὐτόθι; Ἀνθρώπων μὲν οὐδεὶς, ὁ Θεὸς δὲ ὁ πάντων ἀξιοπιστότερος ταῦτα ἀπεφήνατο. Ἀλλ' οὐχ ὁρᾷς τὰ ἐκεῖ; Οὐδὲ γὰρ τὸν Θεὸν βλέπεις· ἆρ' οὖν οὐχ ἡγήσῃ εἶναι Θεὸν, ὅτι μὴ ὁρᾷς; Καὶ σφόδρα ἡγοῦμαι, φησίν. γʹ. Ἂν οὖν σε ἔρηταί τις τῶν ἀπίστων, Καὶ τίς ἦλθεν ἀπὸ τοῦ οὐρανοῦ, καὶ ταῦτα ἀπήγγειλε, τί ἐρεῖς; πόθεν οἶσθα ὅτι ἔστι Θεός; Ἀπὸ τῶν ὁρωμένων, φησὶν, ἀπὸ τῆς εὐταξίας τῆς ἐν πάσῃ τῇ κτίσει, ἀπὸ τοῦ πᾶσιν εἶναι τοῦτο κατάδηλον. Οὐκοῦν καὶ τὸν περὶ κρίσεως οὕτω δέχου λόγον. Πῶς; φησίν· Ἐρήσομαί σε· σὺ δέ μοι ἀπόκριναι. ∆ίκαιός ἐστιν οὗτος ὁ Θεὸς, καὶ τὸ κατ' ἀξίαν ἀπονέμει ἑκάστῳ· ἢ τοὐναντίον, τοὺς μὲν ἀδίκους βούλεται εὐημερεῖν καὶ τρυφᾷν, τοὺς δὲ ἀγαθοὺς ἐν τοῖς ἐναντίοις εἶναι; Οὐδαμῶς, φησίν· οὐδὲ γὰρ ἄνθρωπος τοῦτο πάθοι. Ποῦ οὖν οἱ καλῶς ἐνταῦθα πράξαντες, τῶν ἀγαθῶν ἀπολαύσονται; ποῦ δὲ οἱ πονηροὶ τῶν ἐναντίων, εἰ μὴ μέλλοι τις ζωὴ μετὰ ταῦτα καὶ ἀντίδοσις εἶναι; Ὁρᾷς ὅτι ἓν ἀνθ' ἑνὸς τέως, καὶ οὐχὶ δύο ἀνθ' ἑνός; Ἐγὼ δέ σοι δείξω προϊὼν, ὅτι οὐδὲ ἓν ἀνθ' ἑνὸς, ἀλλὰ δύο ἀνθ' ἑνὸς ἔσται τοῖς δικαίοις, τοῖς δὲ ἁμαρτωλοῖς καὶ ἐνταῦθα τρυφῶσι τοὐναντίον ἅπαν. Οἱ μὲν γὰρ ἐνταῦθα τρυφήσαντες, οὐδὲ ἓν ἀνθ' ἑνὸς ἔλαβον· οἱ δὲ ἐν ἀρετῇ διάγοντες, δύο ἀνθ' ἑνός. Τίνες γὰρ ἐν ἀνέσει, οἱ τῷ παρόντι παραχρησάμενοι βίῳ, ἢ οἱ φιλοσοφήσαντες; Σὺ μὲν ἴσως ἐκείνους ἐρεῖς, ἐγὼ δὲ τούτους δείκνυμι, μάρτυρας αὐτοὺς ἐκείνους καλῶν, τοὺς ἀπολελαυκότας 61.463 τῶν παρόντων· καὶ οὐκ ἀναισχυντήσουσι πρὸς ἃ μέλλω λέγειν. Καὶ γὰρ προμνηστρίαις ἐπηράσαντο πολλάκις, καὶ τῇ ἡμέρᾳ καθ' ἣν ἐπλάκησαν αἱ παστάδες, καὶ τοὺς μὴ γεγαμηκότας ἐμακάρισαν. Πολλοὶ δὲ τῶν νέων, καὶ παρὸν αὐτοὺς γαμεῖν, δι' οὐδὲν ἕτερον παρῃτήσαντο, ἀλλ' ἢ διὰ τὸ φορτικὸν τοῦ πράγματος. Καὶ ταῦτα λέγω, οὐ τὸν γάμον διαβάλλων (τίμιος γὰρ), ἀλλὰ τοὺς κακῶς αὐτῷ κεχρημένους. Εἰ δὲ οἱ γάμοις ὡμιληκότες ἀβίωτον πολλάκις τὸν βίον ἐνόμισαν, τί ἂν εἴποιμεν περὶ τῶν εἰς πορνικὰ βάραθρα κατενεχθέντων, καὶ παντὸς αἰχμαλώτου δουλικώτερον καὶ ἀθλιώτερον διατεθέντων; τί περὶ τῶν ἐν τρυφῇ κατασαπέντων, καὶ μυρία τῷ σώματι νοσήματα περιβεβληκότων; Ἀλλὰ τὸ ἐν δόξῃ εἶναι ἡδύ. Οὐδὲν μὲν οὖν ταύτης τῆς δουλείας πικρότερον. Καὶ γὰρ πάντων ἀνδραπόδων μᾶλλόν ἐστι δουλικώτερος ὁ κενόδοξος, καὶ τοῖς τυχοῦσιν ἀρέσαι βουλόμενος· ὁ δὲ ταύτην καταπατήσας, πάντων ἐστὶν ἀνώτερος, ὁ μὴ φροντίζων τῆς παρ' ἑτέρων δόξης. Ἀλλὰ τὸ χρήματα ἔχειν, ἐπέραστον. Ἀλλὰ πολλάκις ἀπεδείξαμεν, ὅτι ἐν πλείονι πλούτῳ καὶ ἀνέσει οἱ τούτων ἀπηλλαγμένοι καὶ μηδὲν ἔχοντες, μᾶλλόν εἰσιν. Ἀλλὰ τὸ μεθύειν ἡδύ. Καὶ τίς ἂν εἴποι τοῦτο; Οὐκοῦν εἰ τὸ μὴ πλουτεῖν τοῦ πλουτεῖν ἥδιον, καὶ τὸ μὴ γαμεῖν τοῦ γαμεῖν, καὶ τὸ μὴ κενοδοξεῖν τοῦ κενοδοξεῖν, καὶ τὸ μὴ τρυφᾷν τοῦ τρυφᾷν· καὶ ἐνταῦθα τὸ πλέον ἔχουσιν οἱ μὴ τοῖς παροῦσι προσηλωμένοι. Καὶ οὔπω λέγω, ὅτι ἐκεῖνος μὲν κἂν μυρίαις βασάνοις κατατείνηται, ἔχει τὴν χρηστὴν ἐλπίδα διαβαστάζουσαν αὐτόν· οὗτος δὲ κἂν μυρίας ἀπολαύῃ τρυφῆς, ἔχει τὸν φόβον τοῦ μέλλοντος ἐπιταράττοντα αὐτοῦ τὴν ἡδονὴν καὶ συγχέοντα. Καὶ γὰρ καὶ οὗτος οὐ μικρὸς τρόπος κολάσεως, ὥσπερ οὖν ὁ ἐναντίος, τρυφῆς καὶ ἀνέσεως. Καὶ τρίτος δὲ μετὰ τούτων ἐστὶ τρόπος. Ποῖος δὲ οὗτος; Ὅτι τὰ μὲν τῆς τρυφῆς τῆς βιωτικῆς, οὐδὲ ἡνίκα ἐστὶ, φαίνεται, τῇ τε φύσει καὶ τῷ χρόνῳ ἐλεγχόμενα· ἐκεῖνα δὲ οὐ μόνον ἐστὶν, ἀλλὰ καὶ ἀκίνητα μένει. Ὁρᾷς