1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

59

αὐτῶν ἀπῆλθεν, ὁ μὲν τοῦ πλούτου τῶν φορτίων, ὁ δὲ μετὰ τῆς νίκης καὶ τῆς ζωῆς αὐτῆς ἐκπεσών. Τίνα οὖν ἕξομεν ἀπολογίαν, εἰπέ μοι, ἐν μὲν τοῖς βιωτικοῖς τὰ ἐπίπονα προτιμῶντες, ἵνα μικρὸν ἀναπαυσώμεθα, ἢ οὐδὲ μικρόν (καὶ γὰρ ἄδηλος ἡ ἐλπίς)· ἐν δὲ τοῖς πνευματικοῖς ἀντιστρόφως τοῦτο ποιοῦντες, καὶ ἄφατον κόλασιν ἐπισπώμενοι διὰ μικρὰν ῥᾳθυμίαν; ∆ιὸ παρακαλῶ πάντας ὑμᾶς ὀψὲ γοῦν ποτε ἐκ τῆς παραπληξίας ταύτης ἀνενεγκεῖν. Οὐδεὶς γὰρ ἡμᾶς ἐξαιρήσεται ἐν ἐκείνῳ τῷ καιρῷ, οὐκ ἀδελφὸς, οὐ πατὴρ, οὐ παῖς, οὐ φίλος, οὐ γείτων, οὐκ ἄλλος οὐδείς· ἀλλ' ἂν ὑπὸ τῶν ἔργων προδοθῶμεν, πάντα οἰχήσεται, καὶ ἀπολούμεθα πάντως. Πόσα ὁ πλούσιος ἐθρήνησεν ἐκεῖνος, καὶ τὸν πατριάρχην παρεκάλεσε, καὶ πεμφθῆναι τὸν Λάζαρον ᾔτησεν; Ἀλλ' ἄκουσον τί πρὸς αὐτὸν ἔλεγεν Ἀβραάμ. Χάος μεταξὺ ὑμῶν καὶ ἡμῶν, ὥστε μηδὲ βουλομένοις ἐξεῖναι διαβῆναι ἐκεῖ. Πόσα παρεκάλεσαν αἱ παρθένοι ἐκεῖναι τὰς ὁμήλικας ὑπὲρ ὀλίγου ἐλαίου; Ἀλλ' ἄκουσον καὶ ἐκεῖναι τί λέγουσι· Μήποτε οὐ μὴ ἀρκέσῃ ὑμῖν καὶ ἡμῖν· καὶ οὐδεὶς αὐτὰς ἴσχυσεν εἰς τὸν νυμφῶνα εἰσαγαγεῖν. Ταῦτα δὴ λογιζόμενοι καὶ ἡμεῖς ἐπιμελώμεθα τῆς ἡμετέρας ζωῆς. Ὅσους γὰρ ἂν εἴπῃς πόνους, καὶ ὅσας ἂν προσενέγκῃς τιμωρίας, οὐδὲν ἅπαντα ταῦτα ἔσται πρὸς τὰ μέλλοντα ἀγαθά. Τίθει γοῦν, εἰ βούλει, πῦρ καὶ σίδηρον καὶ θηρία, καὶ εἴ τι τούτων χαλεπώτερον· ἀλλ' ὅμως οὐδὲ σκιὰ ταῦτα πρὸς ἐκεῖνα τὰ βασανιστήρια. Ταῦτα μὲν γὰρ ὅταν σφοδρότερον ἐπιτεθῇ, τότε μάλιστα γίνεται κοῦφα, ταχεῖαν ποιοῦντα τὴν ἀπαλλαγὴν, τοῦ σώματος οὐκ ἀρκοῦντος καὶ εἰς σφοδρότητα καὶ εἰς μῆκος κολάσεως· ἐκεῖ δὲ οὐχ οὕτως, ἀλλ' ἀμφότερα συνέρχεται, καὶ παράτασις καὶ ὑπερβολὴ, καὶ ἐν τοῖς χρηστοῖς καὶ ἐν τοῖς λυπηροῖς. Ἕως οὖν ἐστι 61.466 καιρὸς, προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, ἵνα ἥμερον αὐτὸν ἴδωμεν τότε καὶ γαληνὸν, ἵνα τὰς ἀπειληφόρους ἐκείνας δυνάμεις διαφύγωμεν. Οὐχ ὁρᾷς τοὺς ἐνταῦθα στρατιώτας τοὺς τοῖς ἄρχουσι διακονουμένους, πῶς ἕλκουσι, πῶς δεσμοῦσι, πῶς μαστιγοῦσι, πῶς τὰς πλευρὰς διορύττουσι, πῶς λαμπάδας ταῖς βασάνοις προσάγουσι, πῶς ἀποτέμνουσιν; Ἀλλὰ πάντα ταῦτα παίγνια καὶ γέλως πρὸς ἐκείνας τὰς τιμωρίας. Καὶ γὰρ πρόσκαιροι αὗται αἱ κολάσεις· ἐκεῖ δὲ οὔτε ὁ σκώληξ τελευτᾷ, οὔτε τὸ πῦρ σβέννυται· καὶ γὰρ τὸ σῶμα ἄφθαρτόν ἐστιν. Ἀλλὰ μὴ γένοιτο πείρᾳ ταῦτα ἡμᾶς μαθεῖν, ἀλλὰ μέχρι ῥήματος στῆναι ἡμῖν τὰ φοβερά· μηδὲ παραδοθῆναι τοῖς βασανισταῖς ἐκείνοις, ἀλλ' ἐνταῦθα σωφρονισθῆναι. Πόσα τότε ἐροῦμεν, ἑαυτῶν κατηγοροῦντες; πόσα ὀλοφυρούμεθα; πόσα οἰμώξομεν; Ἀλλ' οὐδὲν ὄφελος λοιπόν· ἐπεὶ οὐδὲ οἱ ναῦται, τοῦ πλοίου διαλυθέντος καὶ καταδύντος, ὠφελῆσαί τι δύναιντ' ἂν λοιπόν· οὔτε ἰατροὶ, τοῦ κάμνοντος ἀπελθόντος· ἀλλ' ἐροῦσι μὲν πολλάκις, ὅτι Τὸ καὶ τὸ ποιῆσαι ἐχρῆν, πάντα δὲ εἰκῆ καὶ μάτην. Ἕως μὲν γὰρ ἐκ τῆς διορθώσεως ἐλπίδες μένουσι, καὶ λέγειν ἅπαντα καὶ ποιεῖν χρή· ἐπειδὰν δὲ μηκέτι κύριοι μηδενὸς ὦμεν, τοῦ παντὸς διαφθαρέντος, εἰκῆ καὶ λέγεται πάντα καὶ γίνεται. Καὶ γὰρ καὶ Ἰουδαῖοι ἐροῦσι τότε, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· ἀλλ' οὐδὲν ταύτης ἀπόνασθαι δυνήσονται τῆς φωνῆς, εἰς τὸ τὴν κόλασιν διαφυγεῖν· ὅτε γὰρ ἔδει εἰπεῖν, οὐκ εἶπον. Ἵν' οὖν μὴ καὶ ἡμεῖς ἐπὶ τῆς πολιτείας τοῦτο πάθωμεν, ἐντεῦθεν ἤδη μεταβαλλώμεθα, ἵνα τῷ βήματι τοῦ Χριστοῦ μετὰ παῤῥησίας παραστῶμεν πάσης· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, καὶ τὰ ἑξῆς. 61.465 ΟΜΙΛΙΑ Ιʹ. Οἴδαμεν γὰρ, ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ Θεοῦ ἔχο μεν, οἰκείαν ἀχειροποίητον, αἰώνιον ἐν τοῖς οὐρανοῖς. αʹ. Πάλιν τὴν προθυμίαν αὐτῶν διεγείρει διὰ τὸ πολλοὺς ἐπάγεσθαι πειρασμούς. Καὶ γὰρ εἰκὸς αὐτοὺς διὰ τὴν ἀπουσίαν τὴν αὐτοῦ, πρὸς τοῦτο ἀσθενεστέρους γεγενῆσθαι. Τί οὖν φησιν; Οὐ δεῖ θαυμάζειν, ὅτι κακῶς πάσχομεν, οὐδὲ θορυβεῖσθαι· καὶ γὰρ πολλὰ κέρδη ἐντεῦθεν καρπούμεθα. Καὶ τὰ μὲν ἔμπροσθεν εἶπεν, οἷον, ὅτι καὶ νέκρωσιν τοῦ Ἰησοῦ περιφέρομεν, καὶ τῆς