1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

61

ἀνάστασις κοινὴ πάντων, ἡ δὲ δόξα οὐκέτι κοινὴ, ἀλλ' οἱ 61.468 μὲν ἐν τιμῇ, οἱ δὲ ἐν ἀτιμίᾳ, καὶ οἱ μὲν εἰς βασιλείαν, οἱ δὲ εἰς κόλασιν ἀναστήσονται. Τοῦτο γοῦν καὶ ἐνταῦθα ἐδήλωσεν εἰπὼν, Εἴ γε ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα. Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει τούτῳ, στενάζομεν, ἐφ' ᾧ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ' ἐπενδύσασθαι. βʹ. Ἐνταῦθα πάλιν ὁλοσχερῶς καὶ σαφῶς ἀπέφραξε τὰ στόματα τῶν αἱρετικῶν, δείξας ὅτι οὐ περὶ σώματος ἁπλῶς διαλέγεται ἄλλου καὶ ἄλλου, ἀλλὰ περὶ φθορᾶς καὶ ἀφθαρσίας. Οὐ γὰρ διὰ τοῦτο στενάζομεν, φησὶν, ἵνα τοῦ σώματος ἀπαλλαγῶμεν (τοῦτο γὰρ οὐδὲ ἐκδύσασθαι βουλόμεθα), ἀλλὰ τῆς φθορᾶς τῆς ἐν αὐτῷ σπεύδομεν ἐλευθερωθῆναι. ∆ιό φησιν, Οὐ θέλομεν ἐκδύσασθαι τὸ σῶμα, ἀλλ' ἐπενδύσασθαι αὐτῷ τὴν ἀφθαρσίαν. Εἶτα καὶ ἑρμηνεύει αὐτό· Ἵνα καταποθῇ τὸ φθαρτὸν ὑπὸ τῆς ζωῆς. Ἐπειδὴ γὰρ πολλοῖς φορτικὸν εἶναι ἐδόκει τὸ ἀποθέσθαι τὸ σῶμα, καὶ ταῖς ψήφοις ταῖς ἁπάντων ἠναντιοῦτο λέγων, ὅτι Στενάζομεν, οὐ βουλόμενοι αὐτοῦ ἀπαλλαγῆναι; (εἰ γὰρ τοιαῦτα πάσχει, καὶ ὀδύρεται αὐτοῦ ἡ ψυχὴ χωριζομένη, πῶς σὺ λέγεις, φησὶν, ὅτι στενάζομεν, ἐπειδὴ οὐ χωριζόμεθα αὐτοῦ;) ἵν' οὖν μὴ ταῦτα αὐτῷ ἀνθυποφέρηται, οὐδὲ ἐγὼ τοῦτο λέγω, φησὶν, ὅτι διὰ τοῦτο στενάζομεν, ἵνα αὐτὸ ἀποθώμεθα (οὐδεὶς γὰρ ἀλύπως αὐτὸ ἀποτίθεται· ὅπου γε καὶ περὶ Πέτρου φησὶν ὁ Χριστὸς, ὅτι Οἴσουσί σε, καὶ ἄξουσιν ὅπου οὐ θέλεις), ἀλλ' ἵνα ἐπενδυσώμεθα αὐτῷ τὴν ἀφθαρσίαν. Καὶ γὰρ τοῦτό ἐστιν, ᾧ τὸ σῶμα βαρυνόμεθα· οὐχ ὅτι σῶμα, ἀλλ' ὅτι φθαρτὸν περικείμεθα σῶμα καὶ παθητόν· τοῦτο γὰρ ἡμῖν καὶ τὴν λύπην παρέχει· ἀλλὰ ἀναλίσκει καὶ δαπανᾷ τὴν φθορὰν ἡ ζωὴ παραγινομένη, τὴν φθορὰν, οὐ τὸ σῶμα. Καὶ πῶς γίνεται τοῦτο; φησί. Μὴ ζήτει, ὁ Θεὸς ποιεῖ· μὴ περιεργάζου. ∆ιὸ καὶ ἐπήγαγεν, Ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο, Θεός. Ἐντεῦθεν δείκνυσι ταῦτα ἄνωθεν προτυπωθέντα. Οὐ γὰρ νῦν τοῦτο ἔδοξεν, ἀλλ' ὅτε ἐξ ἀρχῆς ἔπλαττεν ἡμᾶς ἀπὸ γῆς, καὶ τὸν Ἀδὰμ ἐδημιούργει· οὐκ εἰς τοῦτο δὲ ἐδημιούργει, ἵνα ἀποθάνῃ, ἀλλ' ἵνα καὶ ἀθάνατον ἐργάσηται. Εἶτα τὸ ἀξιόπιστον δεικνὺς, καὶ τὴν ἀπόδειξιν παρέχων, ἐπήγαγεν, Ὁ καὶ δοὺς τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος. Καὶ γὰρ καὶ τότε ἐπὶ τούτῳ διέπλασε, καὶ νῦν εἰς τοῦτο κατειργάσατο διὰ τοῦ βαπτίσματος, καὶ τούτου παρέσχεν ἡμῖν ἐνέχυρον οὐ μικρὸν, τὸ Πνεῦμα τὸ ἅγιον. Συνεχῶς δὲ ἀῤῥαβῶνα καλεῖ, ὀφειλέτην αὐτὸν ἀποδεῖξαι βουλόμενος τοῦ παντὸς, καὶ ἀξιοπιστότερον καὶ ἐντεῦθεν τοῖς παχυτέροις καταστῆσαι τὸν λόγον. Θαῤῥοῦντες οὖν πάντοτε, καὶ εἰδότες. Τὸ θαῤῥοῦντες, πρὸς τοὺς διωγμοὺς, πρὸς τὰς ἐπιβουλὰς, πρὸς τοὺς θανάτους τοὺς συνεχεῖς εἴρηται· ὡς ἂν εἰ ἔλεγεν, Ἐλαύνει σέ τις καὶ διώκει καὶ ἀναιρεῖ; μὴ καταπέσῃς· ὑπὲρ σοῦ τὸ πᾶν γίνεται· μὴ φοβηθῇς, ἀλλὰ θάῤῥει. Καὶ γὰρ δι' ὃ στενάζεις καὶ ἀλγεῖς, ὅτι φθορᾷ δουλεύεις, τοῦτο ἀναιρεῖ λοιπὸν ἐκ τοῦ μέσου, καὶ ταχύτερόν σε ταύτης ἀπαλλάττει τῆς δουλείας. ∆ιὸ καὶ λέγει, Θαῤῥοῦντες οὖν πάντοτε, 61.469 οὐχὶ ἐν ταῖς ἀνέσεσιν, ἀλλὰ καὶ ἐν ταῖς θλίψεσι, καὶ εἰδότες ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι, ἀποδημοῦμεν ἀπὸ τοῦ Κυρίου· διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους· θαῤῥοῦμεν δὲ καὶ εὐδοκοῦμεν ἀποδημῆσαι ἐκ τοῦ σώματος, καὶ ἐνδημῆσαι πρὸς τὸν Κύριον. Τὸ μεῖζον πάντων ὕστερον τέθεικε· τοῦ γὰρ ἄφθαρτον λαβεῖν τὸ μετὰ Χριστοῦ εἶναι βέλτιον. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐ σβέννυσιν ἡμῶν τὴν ζωὴν ὁ πολεμῶν καὶ ἀναιρῶν· μὴ φοβηθῇς· θάῤῥει κατακοπτόμενος. Οὐ γὰρ μόνον φθορᾶς σε ἀπαλλάττει καὶ βάρους, ἀλλὰ καὶ τῷ Κυρίῳ σε παραπέμπει ταχέως. ∆ιὸ οὐδὲ εἶπεν, Ὄντες ἐν τῷ σώματι, ὡς ἐν ἀλλοτρίᾳ ὄντων καὶ ξένῃ. Εἰδότες οὖν ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι, ἐκδημοῦμεν ἀπὸ τοῦ Κυρίου· θαῤῥοῦμεν δὲ καὶ εὐδοκοῦμεν ἐκδημῆσαι ἀπὸ τοῦ σώματος, καὶ ἐνδημῆσαι πρὸς τὸν Κύριον. Εἶδες πῶς τὰ λυπηρὰ ἀποκρυψάμενος, τὰ ὀνόματα τοῦ θανάτου καὶ τῆς τελευτῆς, τὰ σφόδρα ποθεινὰ ἀντ' αὐτῶν τέθεικεν, ἐνδημίαν αὐτὰ καλῶν πρὸς τὸν Θεόν· καὶ τὰ δοκοῦντα εἶναι γλυκέα ἀφεὶς, τὰ τῆς ζωῆς, ἀπὸ τῶν λυπηρῶν αὐτὰ ὠνόμασεν, ἐκδημίαν ἀπὸ Κυρίου τὴν ἐνταῦθα καλέσας