1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

62

ζωήν; Τοῦτο δὲ ἐποίησεν, ἵνα μηδεὶς μήτε τοῖς παροῦσιν ἐμφιλοχωρῇ, ἀλλὰ καὶ βαρύνηται, μήτε μέλλων τελευτᾷν ἀλύῃ, ἀλλὰ καὶ χαίρῃ, ὡς ἐπὶ μείζονα ἀπιὼν ἀγαθά. Εἶτα ἵνα μηδεὶς εἴπῃ, ἀκούων, ὅτι Ἐκδημοῦμεν ἀπὸ τοῦ Κυρίου, Τί ταῦτα λέγεις, ἀλλοτριούμεθα οὖν αὐτοῦ ἐνταῦθα ὄντες; προδιώρθωσε τοῦτο εἰπὼν, ∆ιὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους· καὶ ἐνταῦθα μὲν αὐτὸν ἴσμεν, ἀλλ' οὐχ οὕτω σαφῶς. Ὃ καὶ ἀλλαχοῦ λέγει, Ἐν ἐσόπτρῳ, καὶ, Ἐν αἰνίγματι. Θαῤῥοῦμεν δὲ καὶ εὐδοκοῦμεν. Βαβαὶ, ποῦ τὸν λόγον περιήγαγεν; εἰς ἐπιθυμίαν ἄκραν τελευτῆς, τὸ φορτικὸν ἡδὺ δείξας, καὶ τὸ ἡδὺ φορτικόν· τὸ γὰρ, Εὐδοκοῦμεν, ἐπιθυμοῦμεν, φησί. Τί ἐπιθυμοῦμεν; Ἐκδημῆσαι ἐκ τοῦ σώματος, καὶ ἐνδημῆσαι πρὸς Κύριον. Τοῦτο δὲ ἀεὶ ποιεῖ, ὃ καὶ ἔμπροσθεν ἔδειξα, εἰς τἀναντία περιτρέπων τὸν λόγον τῶν ἀντιλεγόντων αὐτῷ. ∆ιὸ καὶ φιλοτιμούμεθα, εἴτε ἐνδημοῦντες, εἴτε ἐκδημοῦντες, εὐάρεστοι αὐτῷ εἶναι. Τὸ γὰρ ζητούμενον τοῦτό ἐστι, φησὶν, ἄν τε ἐκεῖ ὦμεν, ἄν τε ἐνταῦθα, κατὰ γνώμην αὐτοῦ ζῇν· τοῦτο γάρ ἐστι τὸ προηγούμενον. Ὥστε ἐντεῦθεν ἤδη τὴν βασιλείαν ἔχεις ἄνευ δοκιμῆς. Ἵνα γὰρ μὴ πάλιν εἰς τοσαύτην ἐλθόντες ἐπιθυμίαν ἀλύωσι πρὸς τὴν μέλλησιν τῆς ἐπιδημίας, ἐντεῦθεν ἤδη δίδωσιν αὐτοῖς τὸ κεφάλαιον τῶν ἀγαθῶν. Τί δὲ τοῦτό ἐστι; Τὸ εὐαρέστους εἶναι. Οὐδὲ γὰρ τὸ ἀπελθεῖν ἁπλῶς καλὸν, ἀλλὰ τὸ εὐδοκιμοῦντα, δι' ὃ γίνεται καλὸν κἀκεῖνο· οὐδὲ τὸ ἁπλῶς ἐνταῦθα εἶναι βαρὺ, ἀλλὰ τὸ προσκρούοντα. γʹ. Μὴ τοίνυν νόμιζε τὴν ἐκ τοῦ σώματος ἀποδημίαν ἀρκεῖν· ἀρετῆς γὰρ πανταχοῦ χρεία. Ὥσπερ γὰρ εἰπὼν ἀνάστασιν, οὐκ ἀφῆκεν αὐτῇ θαῤῥεῖν μόνον, λέγων, Εἴ γε καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα· οὕτω καὶ ἀποδημίαν δείξας, ἵνα μὴ νομίσῃς αὐτὴν ἀρκεῖν σοι πρὸς σωτηρίαν, τὸ, 61.470 Εὐαρέστους δεῖ εἶναι, προσέθηκεν. Ἐπειδὴ τοίνυν προὔτρεψεν ἀπὸ πολλῶν χρηστῶν, λοιπὸν καὶ ἀπὸ τῶν σκυθρωποτέρων φοβεῖ. Τὸ γὰρ συμφέρον καὶ ἐν τῇ κτήσει τῶν ἀγαθῶν καὶ ἐν τῇ φυγῇ τῶν κακῶν συνίσταται, ὅπερ ἐστὶ γέεννα καὶ βασιλεία. Ἐπειδὴ δὲ τοῦτο μείζονα ἔχει τὴν ἰσχὺν, τὸ φυγεῖν κόλασιν (ἔνθα μὲν γὰρ μέχρι τοῦ μὴ λαβεῖν τὰ ἀγαθὰ ἡ ζημία, εὐκόλως οἱ πολλοὶ τοῦτο οἴσουσιν· ἂν δὲ καὶ μέχρι τοῦ κακῶς παθεῖν, οὐκέτι· ἔδει μὲν γὰρ ἐκείνην ἀφόρητον νομίζειν, ἀλλὰ διὰ τὴν ἀσθένειαν τῶν πολλῶν καὶ τὸ χαμαίζηλον, τοῦτο φαίνεται αὐτοῖς χαλεπώτερον)· ἐπεὶ οὖν οὐχ οὕτω διεγείρει τὸν ἀκροατὴν τὸν πολὺν ἡ τῶν ἀγαθῶν δόσις, ὡς ἡ τῶν κολάσεων ἀπειλὴ, ἀναγκαίως ἐνταῦθα καταλύει, λέγων· Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ. Εἶτα φοβήσας καὶ κατασείσας τῇ μνήμῃ τοῦ βήματος ἐκείνου τὸν ἀκούοντα, οὐδὲ ἐνταῦθα χωρὶς τῶν χρηστῶν τέθεικε τὰ λυπηρὰ, ἀλλὰ ἀνέμιξέ τινα ἡδονὴν, εἰπών· Ἵνα ἕκαστος κομίσηται τὰ διὰ τοῦ σώματος, ὅσα ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν. Ταῦτα δὲ λέγων, τούς τε κατωρθωκότας καὶ ἐλαυνομένους ἀνιστᾷ ταῖς ἐλπίσι, τούς τε ἀναπεπτωκότας σπουδαιοτέρους ποιεῖ τῷ φόβῳ. Καὶ τὸν περὶ τῆς ἀναστάσεως δὲ τῶν σωμάτων ἐβεβαίου λόγον. Οὐ γὰρ δήπου τὸ διακονησάμενον εἰς τοῦτο κἀκεῖνο, τῶν ἀμοιβῶν ἔξω στήσεται, φησίν· ἀλλὰ μετὰ τῆς ψυχῆς τὰ μὲν κολάζεται, τὰ δὲ στεφανοῦται. Ἀλλά τινες τῶν αἱρετικῶν φασιν, ὅτι ἕτερον ἐγείρεται σῶμα. Πόθεν; εἰπέ μοι· ἄλλο ἥμαρτε, καὶ ἄλλο κολάζεται; ἄλλο κατώρθωσε, καὶ ἄλλο στεφανοῦται; Τί δὲ ἐρεῖτε λέγοντι Παύλῳ, Οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ' ἐπενδύσασθαι; πῶς δὲ τὸ φθαρτὸν ὑπὸ τῆς ζωῆς καταπίνεται; Οὐ γὰρ εἶπεν, Ἵνα καταποθῇ τὸ θνητὸν ἢ τὸ φθαρτὸν σῶμα ὑπὸ τοῦ ἀφθάρτου σώματος· ἀλλ', Ἵνα ἡ φθορὰ ὑπὸ τῆς ζωῆς. Τότε γὰρ τοῦτο γίνεται, ὅταν τὸ αὐτὸ ἐγείρηται σῶμα· ἐὰν δὲ ἐκεῖνο ἀφεὶς, ἄλλο κατασκευάσῃ, οὐκέτι καταπίνεται, ἀλλὰ μένει ἡ φθορὰ κρατήσασα. ∆ιὰ τοῦτο οὐ γίνεται τοῦτο, ἀλλὰ δεῖ τὸ φθαρτὸν τοῦτο, τουτέστι, τὸ σῶμα, ἐνδύσασθαι ἀφθαρσίαν. Τὸ γὰρ σῶμα μέσον ἐστὶ, νῦν μὲν ἐν τούτῳ γενόμενον, ὕστερον δὲ ἐσόμενον ἐν ἐκείνῳ· καὶ διὰ τοῦτο ἐν τούτῳ πρώτῳ, ἐπειδὴ τὴν ἀφθαρσίαν λυθῆναι οὐκ ἔνι. Οὐ γὰρ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ, φησίν·