1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

64

ἔπραξε τὰ διὰ τοῦ σώματος. Ἐνταῦθά μοι δοκεῖ καὶ τοὺς πορνεύοντας αἰνίττεσθαι, καὶ τὸν ἐκεῖθεν ἐπιτειχίζων φόβον αὐτοῖς· οὐκ ἐκείνοις δὲ μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς ὁτιοῦν πλημμελοῦσι. Ἀκούωμεν τοίνυν καὶ ἡμεῖς· κἂν πῦρ ἔχῃς ἐπιθυμίας, ἀντίστησον ἐκεῖνο τὸ πῦρ, καὶ τοῦτο εὐθέως κατασβεσθὲν οἰχήσεται· κἂν βουληθῇς τι φθέγξασθαι ἀπηχὲς, ἐννόησον τὸν βρυγμὸν τῶν ὀδόντων, καὶ χαλινὸς ἔσται σοι ὁ φόβος· κἂν ἁρπάσαι βουληθῇς, ἄκουσον τοῦ δικαστοῦ κελεύοντος καὶ λέγοντος, ∆ήσατε αὐτοῦ χεῖρας καὶ πόδας, καὶ ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· καὶ ἐκβαλεῖς καὶ ταύτην οὕτω τὴν ἐπιθυμίαν. Κἂν μεθύῃς καὶ κραιπαλῶν διατελῇς, ἄκουσον τοῦ πλουσίου λέγοντος, Πέμψον Λάζαρον, ἵνα ἄκρῳ τῷ δακτύλῳ καταψύξῃ τὴν τηγανιζομένην γλῶσσαν, καὶ οὐ τυγχάνοντος· καὶ ἀποστήσῃ τοῦ πάθους. Εἰ δὲ τρυφῆς ἐρᾷς, ἐννόησον τὴν ἐκεῖ θλῖψιν καὶ τὴν στενοχωρίαν, καὶ οὐδὲν ἐννοήσεις ταύτην· εἰ δὲ ἀπηνὴς εἶ καὶ ὠμὸς, ἀναμνήσθητι τῶν παρθένων ἐκείνων, αἳ, τῶν λαμπάδων αὐταῖς σβεσθεισῶν, οὕτω τοῦ νυμφῶνος ἐξέπεσον, καὶ ταχέως ἔσῃ φιλάνθρωπος. Ἀλλὰ νωθρὸς εἶ καὶ παρειμένος; Λογίζου τὸν τὸ τάλαντον κατακρύψαντα, καὶ ἔσῃ πυρὸς σφοδρότερος. Ἀλλὰ κατεσθίει σε ἡ τῆς τοῦ πλησίον οὐσίας ἐπιθυμία; Λογίζου τὸν σκώληκα τὸν ἀτελεύτητον, καὶ εὐκόλως καὶ τοῦτο ἀποθήσῃ τὸ νόσημα, καὶ τὰ ἄλλα πάντα κατορθώσεις· οὐδὲν γὰρ φορτικὸν οὐδὲ ἐπαχθὲς ἐπέταξε. Πόθεν οὖν ἡμῖν φορτικὰ φαίνεται τὰ ἐπιτάγματα; Ἀπὸ τῆς ἡμετέρας ῥᾳθυμίας. Ὥσπερ οὖν ἐὰν σπουδάζωμεν, καὶ τὰ δοκοῦντα ἀφόρητα εἶναι, κοῦφα ἔσται καὶ ῥᾴδια· οὕτως ἐὰν ῥᾳθυμῶμεν, καὶ τὰ φορητὰ δύσκολα ἡμῖν φανεῖται. Ταῦτ' οὖν ἅπαντα λογισάμενοι, μὴ τρυφῶντας ἐννοῶμεν, ἀλλὰ τί τὸ τέλος αὐτῶν· ἐνταῦθα μὲν κόπρος καὶ πολυσαρκία, ἐκεῖ δὲ σκώληξ καὶ πῦρ· μὴ τοὺς ἁρπάζοντας, ἀλλὰ τί τὸ τέλος αὐτῶν· φροντίδες ἐνταῦθα καὶ φόβοι καὶ ἀγωνίαι, ἐκεῖ δὲ δεσμὰ ἄλυτα· μὴ τοὺς δόξης ἐρῶντας, ἀλλὰ τί τὸ ἐκ τούτων τικτόμενον· δουλεῖαι ἐνταῦθα καὶ εἰρωνεῖαι, ἐκεῖ δὲ καὶ ζημία ἀφόρητος καὶ τὸ ἐμπυρίζεσθαι διηνεκῶς. Ἂν γὰρ οὕτως ἑαυτοῖς διαλεγώμεθα, καὶ ταῦτα καὶ τὰ τοιαῦτα ἐπᾴδωμεν συνεχῶς ταῖς πονηραῖς ἡμῶν ἐπιθυμίαις, ταχέως καὶ τὸν τῶν παρόντων ἐκβαλοῦμεν ἔρωτα, καὶ τὸν τῶν μελλόντων ἀνάψομεν. Ἀνάψωμεν τοίνυν αὐτὸν, καὶ ἐκκαύσωμεν. Εἰ γὰρ ἡ ἔννοια αὐτῶν, καίτοι γε ἀμυδρά τις οὖσα, τοσαύτην παρέχει τὴν ἡδονήν· ἐννόησον ὅσην αὕτη ἡ πεῖρα ἡ σαφὴς οἴσει τὴν εὐφροσύνην ἡμῖν. Μακάριοι καὶ τρισμακάριοι 61.473 καὶ πολλάκις τοῦτο οἱ τῶν ἀγαθῶν ἀπολαύοντες ἐκείνων· ὥσπερ οὖν ἐλεεινοὶ καὶ τρισάθλιοι οἱ τἀναντία τούτων ὑπομένοντες. Ἵν' οὖν μὴ τούτων, ἀλλ' ἐκείνων γενώμεθα, ἑλώμεθα τὴν ἀρετήν· οὕτω γὰρ καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν 61.474 γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 61.473 ΟΜΙΛΙΑ ΙΑʹ. Εἰδότες οὖν τὸν φόβον τοῦ Κυρίου, ἀνθρώπους πείθομεν, Θεῷ δὲ πεφανερώμεθα· ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι. αʹ. Ταῦτα οὖν εἰδότες, φησὶ, τὸ δικαστήριον ἐκεῖνο τὸ φοβερὸν, πάντα πράττομεν ὥστε μὴ δοῦναι ὑμῖν λαβὴν μηδὲ πρόσκομμα μηδὲ ψευδῆ τινα ὑποψίαν πονηρᾶς πράξεως καθ' ἡμῶν. Εἶδες πολιτείας ἀκρίβειαν, καὶ σπουδὴν ψυχῆς κηδεμονικῆς; Οὐ γὰρ δὴ μόνον, ἂν πονηρόν τι πράξωμεν, φησὶν, ἐγκαλούμεθα· ἀλλὰ κἂν μὴ πράξωμεν, ὑποπτευθῶμεν δὲ, καὶ κύριοι τὴν ὑποψίαν ὄντες ἀποκρούσασθαι, καταφρονήσωμεν, δίκην τίνομεν. Οὐ πάλιν ἑαυτοὺς συνιστάνομεν, ἀλλ' ἀφορμὴν διδόντες ὑμῖν καυχήματος ὑπὲρ ἡμῶν. Ὅρα πῶς συνεχῶς διορθοῦται τὴν τοῦ δοκεῖν ἐγκωμιάζειν ἑαυτὸν ὑπόνοιαν. Οὐδὲν γὰρ οὕτω προσίσταται τοῖς ἀκούουσιν, ὡς τὸ περὶ ἑαυτοῦ τινα λέγειν μεγάλα καὶ θαυμαστά. Ἐπεὶ οὖν ἠναγκάζετο εἰς ταύτην τῶν λόγων ἐμπίπτειν τὴν ὑπόθεσιν, ἐπιδιορθώσει κέχρηται λέγων, ὅτι Τοῦτο δι' ὑμᾶς ποιοῦμεν, οὐ δι' ἡμᾶς, ἵνα ὑμεῖς ἔχητε καλλωπίζεσθαι, οὐχ ἵνα ἡμεῖς· καὶ οὐδὲ τοῦτο ἁπλῶς,