1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

65

ἀλλὰ διὰ τοὺς ψευδαποστόλους. ∆ιὸ καὶ ἐπήγαγε, Πρὸς τοὺς ἐν προσώπῳ καυχωμένους, καὶ οὐ καρδίᾳ. Εἶδες πῶς αὐτοὺς ἀπέστησεν ἐκείνων, καὶ πρὸς ἑαυτὸν εἵλκυσεν, ἐνδειξάμενος, ὅτι καὶ αὐτοὶ ποθοῦσιν οἱ Κορίνθιοι λαβεῖν τινα ἀφορμὴν, δι' ἧς δυνήσονται ὑπὲρ αὐτοῦ λέγειν, καὶ ἀπολογεῖσθαι τοῖς ἐγκαλοῦσιν; Οὐ γὰρ ἵνα ἡμεῖς καυχησώμεθα, φησὶ, ταῦτά φαμεν, ἀλλ' ἵνα ὑμεῖς ἔχητε ἐλευθεροστομεῖν ὑπὲρ ἡμῶν· ὅπερ πολλὴν αὐτοῖς ἐστι μαρτυροῦντος ἀγάπην· καὶ οὐχ ἵνα ἁπλῶς καυχήσησθε, ἀλλ' ἵνα μὴ παρασυρῆτε. Ἀλλ' οὕτω μὲν οὐ λέγει σαφῶς, ἑτέρως δὲ καὶ ἡμερώτερον μεθοδεύει τὸν λόγον, καὶ χωρὶς τοῦ πλῆξαι ἐκείνους, λέγων· Ἵνα ἔχητε καυχᾶσθαι πρὸς τοὺς ἐν προσώπῳ καυχωμένους. Ἀλλ' οὐδὲ τοῦτο ἁπλῶς κελεύει ποιεῖν, αἰτίας οὐκ οὔσης, ἀλλ' ὅταν ἐκεῖνοι ἑαυτοὺς ἐπαίρωσι· πανταχοῦ γὰρ τὸν καιρὸν ἐπιζητεῖ. Οὐ τοίνυν ἵνα ἑαυτὸν δείξῃ λαμπρὸν, ἀλλ' ἵνα ἐκείνους παύσῃ ἀτόπως καὶ ἐπὶ βλάβῃ τούτων τῷ πράγματι χρωμένους, τοῦτο ποιεῖ. Τί δέ ἐστιν, Ἐν προσώπῳ; Ἐν τοῖς ὁρωμένοις, ἐν τοῖς πρὸς ἐπίδειξιν. Τοιοῦτοι γὰρ ἦσαν ἐκεῖνοι, πρὸς φιλοτιμίαν πάντα ποιοῦντες, καὶ ἔνδοθεν ὄντες κενοὶ, καὶ εὐλαβείας μὲν ἔχοντες πρόσωπον καὶ σεμνοὶ φαινόμενοι, ἔργων δὲ ἀγαθῶν ἔρημοι καθεστῶτες. Εἴτε γὰρ ἐξέστημεν, Θεῷ· εἴτε σωφρο 61.474 νοῦμεν, ὑμῖν. Ἄν τέ τι, φησὶ, μέγα φθεγξώμεθα (ἔκστασιν γὰρ τοῦτο καλεῖ, ὥσπερ οὖν καὶ ἀλλαχοῦ ἀφροσύνην), διὰ τὸν Θεὸν τοῦτο ποιοῦμεν, ἵνα μὴ ὑμεῖς νομίζοντες ἡμᾶς εὐτελεῖς, καταφρονήσητε, καὶ ἀπόλησθε· ἄν τε μέτριόν τι καὶ ταπεινὸν, δι' ὑμᾶς, ἵνα μάθητε ταπεινοφρονεῖν. Ἢ καὶ ἐκεῖνο πάλιν φησὶν, εἰ μὲν μαίνεσθαί τις ἡμᾶς νομίζει, ἡμεῖς παρὰ τοῦ Θεοῦ τὸν μισθὸν ἀπαιτοῦμεν, δι' ὃν ἐπὶ τούτοις ὑποπτευόμεθα· εἰ δὲ σωφρονεῖν ἡγεῖται, αὐτὸς ἀπολαυέτω τῆς σωφροσύνης ἡμῶν. Καὶ πάλιν ἄλλως· Μαίνεσθαι τίς ἡμᾶς φησι; ∆ιὰ τὸν Θεὸν τοιαῦτα μαινόμεθα. ∆ιὸ καὶ ἐπάγει· Ἡ γὰρ ἀγάπη τοῦ Θεοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο. Οὐ γὰρ ὁ τῶν μελλόντων φόβος, φησὶ, μόνον, ἀλλὰ καὶ τὰ ἤδη γεγενημένα οὐκ ἀφίησιν ἡμᾶς ῥᾳθυμῆσαι οὐδὲ ὑπνῶσαι, ἀλλὰ διανίστησι πρὸς τοὺς ὑπὲρ ὑμῶν πόνους, καὶ ὠθεῖ. Καὶ τίνα ἐστὶ τὰ ἤδη γεγενημένα; Ὅτι εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον. Οὐκοῦν ὡς πάντων ἀπολομένων, φησίν. Οὐ γὰρ ἂν, εἰ μὴ πάντες ἀπέθανον, ὑπὲρ πάντων ἀπέθανεν. Ἐνταῦθα γάρ εἰσιν αἱ τῆς σωτηρίας ἀφορμαὶ, ἐκεῖ δὲ οὐκέτι. ∆ιὰ τοῦτό φησι, Συνέχει ἡμᾶς ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ οὐκ ἀφίησιν ἡμᾶς ἡσυχάζειν. Ἐσχάτης γάρ ἐστιν ἀθλιότητος, καὶ γεέννης αὐτῆς χαλεπώτερον, αὐτοῦ πρᾶγμα τοσοῦτον ἐπιδειξαμένου, εὑρεθῆναί τινας μετὰ τὴν τοσαύτην αὐτοῦ πρόνοιαν μηδὲν καρπουμένους. Καὶ γὰρ πολλὴ τῆς ἀγάπης ἡ ὑπερβολὴ, καὶ τὸ ἀποθανεῖν ὑπὲρ τοσαύτης οἰκουμένης, καὶ οὕτω διακειμένης ἀποθανεῖν. Ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι. Εἰ τοίνυν οὐ δεῖ ἡμᾶς ἑαυτοῖς ζῇν, μὴ ταράττεσθε, φησὶ, μηδὲ θορυβεῖσθε κινδύνων ἐπιόντων καὶ θανάτων. Καὶ λογισμὸν δὲ τίθησιν ἀναμφίβολον, δι' οὗ δείκνυσιν ὀφειλὴν τὸ πρᾶγμα ὄν. Εἰ γὰρ δι' αὐτοῦ ζῶμεν ἀποθανόντος, αὐτῷ ζῇν ὀφείλομεν δι' ὃν ζῶμεν. Καὶ δοκεῖ μὲν ἓν εἶναι τὸ εἰρημένον, εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, δύο ταῦτά ἐστιν· ἓν μὲν, ὅτι δι' αὐτὸν ζῶμεν, ἕτερον δὲ, ὅτι αὐτὸς δι' ἡμᾶς ἀπέθανεν· ὧν ἕκαστον καὶ καθ' ἑαυτὸ ἱκανὸν ὑπευθύνους ποιῆσαι· ὅταν δὲ καὶ ἀμφότερα συνέλθῃ, ἐννόησον ἡλίκον ἐστὶ τὸ ὀφείλημα. Μᾶλλον δὲ καὶ τρία ταῦτά ἐστι. Καὶ γὰρ τὴν ἀπαρχὴν διὰ σὲ ἀνέστησε, καὶ εἰς τὸν οὐρανὸν ἀνήγαγε· διὸ καὶ προσέθηκε, Τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι. Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ 61.475 σάρκα. Εἰ γὰρ πάντες ἀπέθανον, καὶ πάντες ἀνέστησαν, καὶ ἀπέθανον μὲν οὕτως ὡς τῆς ἁμαρτίας ἡ τυραννὶς κατεδίκαζεν, ἀνέστησαν δὲ διὰ λουτροῦ παλιγγενεσίας, καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου· εἰκότως φησὶν, Οὐδένα οἴδαμεν κατὰ σάρκα τῶν πιστῶν. Τί γὰρ, εἰ καὶ ἐν σαρκί εἰσιν; Ἀλλὰ ἡ ζωὴ ἐκείνη ἡ σαρκικὴ ἀπώλετο, καὶ ἄνωθεν ἐγεννήθημεν ἐν Πνεύματι, καὶ ἑτέραν οἴδαμεν πολιτείαν καὶ διαγωγὴν καὶ ζωὴν καὶ κατάστασιν