1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

66

τὴν ἐν τοῖς οὐρανοῖς. Καὶ πάλιν τούτου αὐτοῦ ἀρχηγὸν τὸν Χριστὸν ὄντα δείκνυσι· διὸ καὶ ἐπήγαγεν, Εἰ δὲ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. βʹ. Τί οὖν, εἰπέ μοι; τὴν σάρκα ἀπέθετο, καὶ νῦν οὐκ ἔστι μετὰ τοῦ σώματος; Ἄπαγε· καὶ γὰρ καὶ νῦν ἐν σαρκί ἐστιν. Οὗτος γὰρ ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρανὸν, οὕτως ἐλεύσεται. Οὕτω· πῶς; Ἐν σαρκὶ, μετὰ τοῦ σώματος. Πῶς οὖν φησιν, Εἰ δὲ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκέτι; Ἡμῶν μὲν γὰρ τὸ Κατὰ σάρκα, τὸ ἐν ἁμαρτίαις εἶναι, τὸ δὲ Μὴ κατὰ σάρκα, τὸ μὴ ἐν ἁμαρτίαις εἶναι. Χριστοῦ δὲ τὸ κατὰ σάρκα, τὸ ἐν τοῖς παθήμασιν εἶναι τῆς φύσεως, οἷον, ἐν τῷ διψῇν, ἐν τῷ πεινῇν, ἐν τῷ κοπιᾷν, ἐν τῷ καθεύδειν (Ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. ∆ιὸ καὶ ἔλεγε, Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; καὶ πάλιν, Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν)· τὸ δὲ μὴ κατὰ σάρκα, τὸ καὶ τούτων ἀπηλλάχθαι λοιπὸν, οὐ τὸ ἐκτὸς σαρκὸς εἶναι. Καὶ γὰρ μετὰ ταύτης ἔρχεται κρίνων τὴν οἰκουμένην, ἀπαθῆ αὐτὴν ἔχων καὶ ἀκήρατον· εἰς ὃ καὶ ἡμεῖς βαδιούμεθα, συμμόρφου τοῦ σώματος ἡμῖν γενομένου τῷ σώματι τῆς δόξης αὐτοῦ. Ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις. Ἐπειδὴ γὰρ ἀπὸ τῆς ἀγάπης προέτρεψεν εἰς τὴν ἀρετὴν, λοιπὸν καὶ ἐξ αὐτῶν τῶν πραγμάτων εἰς τοῦτο ἐνάγει· διὸ καὶ ἐπήγαγεν, Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις. Εἴ τις ἐπίστευσεν αὐτῷ, φησὶν, εἰς ἑτέραν ἦλθε δημιουργίαν· καὶ γὰρ ἄνωθεν ἐγεννήθη διὰ Πνεύματος. Ὥστε καὶ διὰ τοῦτο, φησὶν, ὀφείλομεν αὐτῷ ζῇν, οὐχ ὅτι οὐκ ἐσμὲν ἑαυτῶν μόνον, οὐδ' ὅτι ἀπέθανεν ὑπὲρ ἡμῶν μόνον, οὐδ' ὅτι ἀνέστησεν ἡμῶν τὴν ἀπαρχὴν μόνον, ἀλλ' ὅτι καὶ εἰς ἄλλην ἤλθομεν ζωήν. Ὅρα πόσα δικαιώματα τοῦ καλῶς ζῇν τίθησι. ∆ιὰ γὰρ τοῦτο καὶ παχυτέρῳ ὀνόματι καλεῖ τὴν διόρθωσιν, ἵνα πολλὴν δείξῃ τὴν μετάστασιν καὶ τὴν μεταβολήν. Εἶτα περαιτέρω ἐπεξιὼν τῷ εἰρημένῳ, καὶ δεικνὺς πῶς καινὴ κτίσις, Τὰ ἀρχαῖα παρῆλθε, φησὶν, ἰδοὺ γέγονε καινὰ τὰ πάντα. Ποῖα ἀρχαῖα; Ἤτοι τὰ ἁμαρτήματά φησι, καὶ τὰς ἀσεβείας, ἢ τὰ Ἰουδαϊκὰ πάντα· μᾶλλον δὲ καὶ ταῦτα κἀκεῖνά φησιν. Ἰδοὺ γέγονε τὰ πάντα καινά. Τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ. Οὐδὲν ἐξ ἡμῶν. Καὶ 61.476 γὰρ ἄφεσις ἁμαρτημάτων καὶ υἱοθεσία καὶ ἡ δόξα ἄφθαρτος ἐξ αὐτοῦ ἡμῖν δεδώρηται. Οὐκέτι γὰρ ἀπὸ τῶν μελλόντων μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν παρόντων αὐτοὺς προτρέπει. Σκόπει δέ· εἶπεν, ὅτι μέλλομεν ἀνίστασθαι, καὶ εἰς ἀφθαρσίαν χωρεῖν, καὶ οἰκίαν ἔχειν αἰώνιον· ἀλλ' ἐπειδὴ μείζονα ἰσχὺν εἰς τὸ προτρέψαι ἔχει τὰ παρόντα τῶν μελλόντων πρὸς τοὺς μὴ πιστεύοντας τούτοις, ὡς δεῖ πιστεύειν, δείκνυσιν ὅσα καὶ ἤδη ἔλαβον, καὶ τίνες ὄντες. Τίνες οὖν ὄντες ἔλαβον; Νεκροὶ πάντες (Πάντες γὰρ, φησὶν, ἀπέθανον, καὶ ὑπὲρ πάντων ἀπέθανεν· οὕτω πάντας ὁμοίως ἠγάπα), πεπαλαιωμένοι, γεγηρακότες ἅπαντες τοῖς κακοῖς. Ἀλλ' ἰδοὺ καὶ ψυχὴ καινὴ (ἐκαθάρθη γὰρ), καὶ σῶμα καινὸν, καὶ λατρεία καινὴ, καὶ ἐπαγγελίαι καιναὶ, καὶ διαθήκη, καὶ ζωὴ, καὶ τράπεζα, καὶ στολὴ, καὶ πάντα καινὰ ἁπλῶς. Καὶ γὰρ ἀντὶ τῆς κάτω Ἱερουσαλὴμ ἐλάβομεν τὴν ἄνω μητρόπολιν, καὶ ἀντὶ ναοῦ αἰσθητοῦ ναὸν εἴδομεν πνευματικὸν, ἀντὶ πλακῶν λιθίνων σαρκίνας, ἀντὶ περιτομῆς βάπτισμα, ἀντὶ τοῦ μάννα σῶμα ∆εσποτικὸν, ἀντὶ ὕδατος ἀπὸ πέτρας αἷμα ἀπὸ πλευρᾶς, ἀντὶ ῥάβδου Μωϋσέως ἢ Ἀαρὼν τὸν σταυρὸν, ἀντὶ γῆς τῆς ἐπαγγελίας τὴν βασιλείαν τῶν οὐρανῶν, ἀντὶ μυρίων ἱερέων ἕνα ἀρχιερέα, ἀντὶ ἀμνοῦ ἀλόγου ἀμνὸν πνευματικόν. Ταῦτα καὶ τὰ τοιαῦτα λογιζόμενος ἔλεγε, Καινὰ τὰ πάντα. Ταῦτα δὲ πάντα ἐκ τοῦ Θεοῦ διὰ Χριστοῦ καὶ τῆς αὐτοῦ δωρεᾶς. ∆ιὸ καὶ ἐπήγαγε· Τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ τοῦ Χριστοῦ, καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς. Ἀπὸ γὰρ τούτου πάντα τὰ ἀγαθά. Ὁ γὰρ φίλους ἡμᾶς ποιήσας, αὐτὸς καὶ τῶν ἄλλων αἴτιος, ἃ τοῖς φίλοις ἔδωκεν ὁ Θεός. Οὐ γὰρ ἀφεὶς μένειν ἐχθροὺς, οὕτως ἡμᾶς ἠμείψατο, ἀλλὰ φίλους ποιήσας ἑαυτῷ. Ὅταν δὲ εἴπω, ὅτι Χριστὸς αἴτιος τῆς καταλλαγῆς, καὶ τὸν Πατέρα λέγω· ὅταν εἴπω τὸν Πατέρα δεδωκέναι, καὶ τὸν Υἱὸν λέγω. Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο· καὶ τούτου