1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

69

ἡμεῖς τοίνυν, ὅταν ἁμαρτάνωμεν εἰς ὃν οὐκ ἐχρῆν ἁμαρτάνειν, δίκην ἑαυτοὺς ἀπαιτῶμεν. Οὐχ ὁρᾶτε τοὺς ἀποβαλόντας παῖδας γνησίους, ὅτι διὰ τοῦτο καὶ κόπτονται καὶ τρίχας τίλλουσιν, ἐπειδὴ παραμυθίαν ἔχει τὸ κολάζειν ἑαυτοὺς ὑπὲρ τῶν φιλουμένων; Εἰ δὲ, ὅταν μηδὲν ἐργασώμεθα ἡμεῖς τοὺς φιλτάτους δεινὸν, φέρει παραμυθίαν ἡμῖν τὸ κακῶς πάσχειν, ὑπὲρ ὧν ἐκεῖνοι κακῶς πεπόνθασιν· ὅταν αὐτοὶ ὦμεν οἱ παροξύναντες καὶ ὑβρικότες, οὐ πολλῷ μᾶλλον ἡμᾶς ἀναπαύσει τὸ δίκην δοῦναι, ἢ τὸ μὴ κολάζεσθαι κόλασιν; Παντί που δῆλον. Εἴ τις φιλεῖ τὸν Χριστὸν, ὡς φιλεῖν δεῖ, οἶδεν ὃ λέγω, πῶς οὐδὲ αὐτοῦ συγχωροῦντος ἀνέξεται μὴ κολάζεσθαι· τὴν γὰρ μεγίστην κόλασιν ὑπομένεις παροξύνας αὐτόν. Καὶ οἶδα μὲν τοῖς πολλοῖς ἄπιστα λέγων, πλὴν ἀλλ' οὕτως ἐστὶν 61.480 ὥσπερ εἴρηκα. Ἐὰν τοίνυν φιλῶμεν τὸν Χριστὸν, ὡς φιλεῖν δεῖ, ἑαυτοὺς τιμωρησόμεθα ἁμαρτάνοντες. Τοῖς γὰρ ὁτουοῦν ἐρῶσιν οὐ τὸ κακόν τι παθεῖν ἀηδὲς, ὑπὲρ ὧν παρώξυναν τὸν ἐρώμενον, ἀλλ' αὐτὸ πρὸ πάντων τὸ παροξῦναι τὸν ἀγαπώμενον. Κἂν ὀργισθεὶς οὗτος μὴ κολάσῃ, μειζόνως ἐβασάνισε τὸν ἐραστήν· ἂν δὲ δίκην ἀπαιτήσῃ, μᾶλλον παρεμυθήσατο. Μὴ τοίνυν γέενναν φοβώμεθα, ἀλλὰ τὸ προσκροῦσαι τῷ Θεῷ· τοῦτο γὰρ ἐκείνου χαλεπώτερον, ὅταν ἀποστρέφηται ὀργιζόμενος· τοῦτο πάντων χεῖρον, τοῦτο πάντων φορτικώτερον. Καὶ ἵνα μάθῃς ἡλίκον ἐστὶν, ἐννόησον τοῦτο ὃ λέγω. Εἴ τις κολαζόμενον ἰδὼν ἄνθρωπον λῃστὴν καὶ κακοῦργον, αὐτὸς βασιλεὺς ὢν, τὸν ἀγαπητὸν υἱὸν τὸν μονογενῆ καὶ γνήσιον ἔδωκεν ὥστε σφαγῆναι, καὶ μετὰ τοῦ θανάτου καὶ τὴν αἰτίαν ἀπ' ἐκείνου μετήνεγκεν ἐπὶ τὸν υἱὸν οὐκ ὄντα τοιοῦτον, ἵνα καὶ σώσῃ τὸν κατάδικον, καὶ τῆς πονηρᾶς ὑπολήψεως ἀπαλλάξῃ, εἶτα μετὰ ταῦτα εἰς μεγάλην ἀρχὴν αὐτὸν ἀναγαγὼν, μετὰ τὴν σωτηρίαν καὶ τὴν δόξαν τὴν ἀπόῤῥητον, ὑβρίζετο παρὰ τοῦ τοιαῦτα πεπονθότος· οὐκ ἂν εἵλετο μυριάκις ἀποθανεῖν ἐκεῖνος, εἴ γε νοῦν εἶχεν, ἢ τοσαύτῃ ἀγνωμοσύνῃ φανῆναι ὑπεύθυνος ὤν; Τοῦτο δὴ καὶ νῦν λογιζώμεθα, καὶ στένωμεν πικρῶς ἐφ' οἷς παρωξύναμεν τὸν εὐεργέτην· μηδὲ, ἐπειδὴ μακροθύμως ὑβριζόμενος φέρει, διὰ τοῦτο θαῤῥῶμεν, ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο δακνώμεθα. Καὶ γὰρ ἐπὶ τῶν ἀνθρώπων, ὅταν τις πληγεὶς τὴν δεξιὰν σιαγόνα, δῷ καὶ τὴν ἀριστερὰν, μειζόνως ἀμύνεται, ἢ εἰ μυρίας ἔδωκε πληγάς· καὶ ὅταν λοιδορηθεὶς, μὴ μόνον οὐκ ἀντιλοιδορήσῃ, ἀλλὰ καὶ εὐλογήσῃ, χαλεπώτερον ἔπληξεν, ἢ εἰ μυρίοις ὀνείδεσιν ἔπλυνεν. Εἰ δὲ ἐπ' ἀνθρώπων, ὅταν ὑβρίζοντες μακροθυμίας ἀπολαύωμεν, καταισχυνόμεθα· πολλῷ μᾶλλον ἐπὶ Θεοῦ δεδοικέναι χρὴ τοὺς ἁμαρτάνοντας διηνεκῶς, καὶ οὐδὲν πάσχοντας δεινόν· καὶ γὰρ καὶ ἐπὶ κακῷ τῆς ἑαυτῶν κεφαλῆς ἡ ἄφατος αὐτοῖς θησαυρίζεται τιμωρία. Ταῦτ' οὖν ἐννοοῦντες, πρὸ πάντων ἁμαρτίαν φοβώμεθα· τοῦτο γὰρ κόλασις, τοῦτο γέεννα, τοῦτο τὰ μυρία κακά. Μὴ φοβώμεθα δὲ μόνον, ἀλλὰ καὶ φεύγωμεν, καὶ τῷ Θεῷ σπουδάζωμεν διηνεκῶς ἀρέσκειν· τοῦτο γὰρ βασιλεία, τοῦτο ζωὴ, τοῦτο τὰ μυρία καλά. Οὕτω καὶ ἐντεῦθεν ἤδη τῆς βασιλείας ἐπιτευξόμεθα, καὶ τῶν μελλόντων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΙΒʹ.

Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν, μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς. Λέγει γάρ· Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ

σωτηρίας ἐβοήθησά σοι. αʹ. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Ὁ Θεὸς παρακαλεῖ, καὶ ἡμεῖς πρεσβεύομεν καὶ

ἱκετεύομεν, καταλλάγητε τῷ Θεῷ· ἵνα μὴ ἀναπέσωσιν, ἐντεῦθεν αὐτοὺς πάλιν φοβεῖ