1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

70

καὶ διανίστησι λέγων, Παρακαλοῦμεν, μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς. Μὴ γὰρ, ἐπειδὴ παρακαλεῖ, φησὶ, καὶ ἔπεμψε πρεσβευσομένους, διὰ τοῦτο ῥᾳθυμῶμεν· ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο καὶ ἐπειγώμεθα πρὸς τὸ ἀρέσαι τῷ Θεῷ, καὶ πνευματικὴν συναγαγεῖν ἐμπορίαν (ὅπερ καὶ ἀνωτέρω ἔλεγεν, ὅτι Ἡ ἀγάπη τοῦ Θεοῦ συνέχει ἡμᾶς· τουτέστι, θλίβει, ὠθεῖ, κατεπείγει), ἵνα μὴ μετὰ τοσαύτην κηδεμονίαν ἀναπεσόντες, καὶ μηδὲν γενναῖον ἐπιδειξάμενοι, τῶν τοσούτων ἐκπέσητε ἀγαθῶν. Μὴ τοίνυν, ἐπειδὴ ἔπεμψε παρακαλέσοντας, νομίσητε τοῦτο ἀεὶ εἶναι· μέχρι τῆς παρουσίας αὐτοῦ τῆς δευτέρας τοῦτο ἔσται, μέχρι τότε παρακαλεῖ, ἕως ἂν ὦμεν ἐνταῦθα· μετὰ δὲ ταῦτα δίκη καὶ κόλασις. ∆ιὰ τοῦτο, Συνεχόμεθα, φησίν. Οὐδὲ γὰρ ἀπὸ τοῦ μεγέθους τῶν ἀγαθῶν αὐτοὺς καὶ τῆς φιλανθρωπίας μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς βραχύτητος τῆς τοῦ καιροῦ κατεπείγει ἀεί. ∆ιὸ καὶ ἀλλαχοῦ φησι, Νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία· καὶ πάλιν, Ὁ Κύριος ἐγγύς. Ἐνταῦθα δέ τι καὶ πλέον ποιεῖ. Οὐδὲ γὰρ ἀπὸ τοῦ τὸ λειπόμενον τοῦ χρόνου βραχὺ καὶ μικρὸν εἶναι, ἀλλὰ καὶ ἀπὸ τοῦ τοῦτον μόνον τὸν καιρὸν ἐπιτήδειον εἶναι εἰς σωτηρίαν, ἐνάγει. Ἰδοὺ γὰρ, φησὶ, νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ ἡμέρα σωτηρίας. Μὴ τοίνυν προδῶμεν τὸ εὔκαιρον, ἀλλ' ἐπιδειξώμεθα ἀξίαν τῆς χάριτος τὴν σπουδήν. ∆ιὰ τοῦτο γὰρ καὶ ἡμεῖς ἐπειγόμεθα, καὶ τὸ βραχὺ καὶ τὸ ἐπιτήδειον εἰδότες τοῦ καιροῦ· διὸ καὶ ἔλεγε, Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν. Συνεργοῦντες ὑμῖν· ὑμῖν γὰρ συνεργοῦμεν μᾶλλον, ἢ τῷ Θεῷ, ὑπὲρ οὗ πρεσβεύομεν. Οὐδενὸς γὰρ ἐκεῖνος δεῖται, ἀλλ' ἡ σωτηρία πᾶσα εἰς ὑμᾶς διαβαίνει. Εἰ δὲ καὶ τῷ Θεῷ λέγει συνεργεῖν, οὐδὲ τοῦτο παραιτεῖται· καὶ γὰρ ἀλλαχοῦ φησι, Θεοῦ γάρ ἐσμεν συνεργοί. Ταύτῃ φησὶ τοὺς ἀνθρώπους σώζειν πάλιν· Καὶ παρακαλοῦμεν. Ἐκεῖνος μὲν γὰρ παρακαλῶν, οὐχ ἁπλῶς παρακαλεῖ, ἀλλὰ ταῦτα προτεινόμενος τὰ δικαιώματα· ὅτι τὸν Υἱὸν ἔδωκε τὸν δίκαιον, τὸν οὐδὲ ἁμαρτίαν εἰδότα, καὶ ἁμαρτίαν αὐτὸν ἐποίησεν ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν, ἵνα ἡμεῖς γενώμεθα δίκαιοι· ἅπερ ἔχοντα, καὶ Θεὸν ὄντα, οὐδὲ παρακαλεῖν δεῖ, καὶ ταῦτα ἀνθρώπους, καὶ προσκεκρουκότας, ἀλλὰ παρακαλεῖσθαι καθ' ἑκάστην ἡμέραν· ἀλλ' ὅμως παρακαλεῖ· ἡμεῖς δὲ παρακαλοῦμεν, δικαίωμα μὲν μηδὲν ἔχοντες ἡμῶν εἰπεῖν οὐδὲ εὐεργέτημα, ἓν δὲ μόνον, τὸ ὑπὲρ Θεοῦ, καὶ τοιαῦτα ἐπιδειξαμένου, παρακαλεῖν. Παρακαλοῦμεν δὲ ἵνα τὴν εὐεργεσίαν δέξησθε, καὶ μὴ ἀποκρούσησθε τὴν δωρεάν. Πείσθητε 61.482 τοίνυν ἡμῖν, καὶ μὴ εἰς κενὸν τὴν χάριν δέξησθε. Ἵνα γὰρ μὴ νομίσωσιν, ὅτι τοῦτό ἐστι καταλλαγὴ μόνον, τὸ πιστεῦσαι τῷ καλοῦντι, ἐπάγει ταῦτα, τὴν περὶ τὸν βίον σπουδὴν ἀπαιτῶν. Τὸ γὰρ ἀπαλλαγέντα ἁμαρτημάτων καὶ φίλον γενόμενον, τοῖς προτέροις ἐγκαλινδεῖσθαι πάλιν, ἐπ' ἔχθραν ἐπανελθεῖν ἐστι, καὶ εἰς κενὸν τὴν χάριν δέξασθαι, κατὰ τὸν τοῦ βίου λόγον. Οὐδὲν γὰρ ἀπὸ τῆς χάριτος μέγα ὠφελούμεθα εἰς σωτηρίαν, ἀκαθάρτως ζῶντες· ἀλλὰ καὶ βλαπτόμεθα μειζόνως ταύτῃ βαρούμενοι καὶ ἐν τοῖς ἁμαρτήμασιν, ὅτι καὶ μετὰ ἐπίγνωσιν τοιαύτην καὶ δωρεὰν ἐπὶ τὰ πρότερα ἐπανήλθομεν κακά. Ἀλλὰ τοῦτο μὲν οὐδέπω τίθησιν, ὥστε μὴ τραχὺν ποιῆσαι τὸν λόγον· ὅτι δὲ οὐδὲν ὠφελούμεθα λέγει μόνον. Εἶτα καὶ προφητείας ἀναμιμνήσκει, κατεπείγων αὐτοὺς, καὶ συνωθῶν εἰς τὸ διαναστῆναι πρὸς τὴν τῆς οἰκείας σωτηρίας ἀντίληψιν. Λέγει γὰρ, φησί· Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι. Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας. Καιρὸς εὐπρόσδεκτος· ποῖος οὗτος; Ὁ τῆς δωρεᾶς, ὁ τῆς χάριτος, ὅτε οὐκ ἔστιν εὐθύνας ἀπαιτηθῆναι τῶν ἁμαρτημάτων οὐδὲ δίκην δοῦναι, ἀλλὰ μετὰ τῆς ἀπαλλαγῆς καὶ μυρίων ἀπολαῦσαι ἀγαθῶν, δικαιοσύνης, ἁγιασμοῦ, τῶν ἄλλων ἁπάντων. Πόσα γὰρ ἔδει καμεῖν, ὥστε ἐπιτυχεῖν τοῦ καιροῦ τούτου; ἀλλ' ἰδοὺ, μηδὲν καμόντων ἡμῶν παραγέγονεν ἄφεσιν φέρον ἁπάντων τῶν ἔμπροσθεν. ∆ιὸ καὶ εὐπρόσδεκτον καλεῖ, ἐπειδὴ καὶ τοὺς μυρία πεπλημμεληκότας προσεδέχετο, καὶ οὐχ ἁπλῶς προσεδέχετο, ἀλλ' εἰς τὴν ἀνωτάτω ἦγε τιμήν· καθάπερ, ἐπειδὰν ἔλθῃ βασιλεὺς, οὐ δικαστηρίου καιρὸς, ἀλλὰ χάριτος