1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

71

καὶ σωτηρίας. ∆ιὸ καὶ εὐπρόσδεκτον αὐτὸν καλεῖ, ἕως οὗ ἔτι ἐν τῷ σκάμματί ἐσμεν, ἕως ἐν τῷ ἀμπελῶνι ἐργαζόμεθα, ἕως λείπεται ἡ ἑνδεκάτη. βʹ. Προσέλθωμεν, καὶ βίον ἐπιδειξώμεθα ἀγαθόν· καὶ γὰρ εὔκολον. Ὁ γὰρ ἐν τοιούτῳ καιρῷ ἀγωνιζόμενος, ἐν ᾧ τοσαύτη κέχυται δωρεὰ, ἐν ᾧ τοσαύτη χάρις, εὐκόλως ἐπιτεύξεται τῶν βραβείων. Καὶ γὰρ ἐπὶ βασιλέων τῶν κάτω ἐν μὲν τῷ καιρῷ τῶν ἑορτῶν αὐτῶν, καὶ ὅτε ἐν ὑπάτων φαίνονται σχήματι, καὶ ὁ μικρὸν προσενεγκὼν μεγάλας λαμβάνει δωρεάς· ἐν δὲ ταῖς ἡμέραις, αἷς ἂν δικάζωσι, πολλῆς ἀκριβείας χρεία, πολλῆς ἐξετάσεως. Καὶ ἡμεῖς τοίνυν ἐν τῷ καιρῷ τῆς δωρεᾶς ταύτης ἀγωνισώμεθα· ἡμέρα χάριτός ἐστι, χάριτος θείας· διὸ καὶ εὐκόλως ἐπιτευξόμεθα τῶν στεφάνων. Εἰ γὰρ τοσούτων γέμοντας κακῶν καὶ προσήκατο, καὶ ἀπήλλαξε· πάντων ἀπαλλαγέντας, καὶ τὰ παρ' ἑαυτῶν εἰσφέροντας, οὐ πολλῷ μᾶλλον προσδέξεται; Εἶτα, ὅπερ ἀεὶ ποιεῖ, ἑαυτὸν μέσον τιθεὶς, καὶ ἐντεῦθεν κελεύων τὸ παράδειγμα λαμβάνειν, τοῦτο καὶ ἐνταῦθα ἐργάζεται· διὸ καὶ ἐπάγει, Μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπὴν, ἵνα μὴ μωμηθῇ ἡ διακονία ἡμῶν· οὐκ ἀπὸ τοῦ καιροῦ μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν κατορθωσάντων αὐτοὺς πείθων. Καὶ ὅρα πῶς ἀτύφως, οὐ γὰρ εἶπε 61.483 Προσέχετε εἰς ἡμᾶς ὅτι τοιοῦτοί ἐσμεν· ἀλλὰ τέως 61.483 ἐπ' ἀναιρέσει κατηγορίας τὰ καθ' ἑαυτὸν διηγεῖται. Καὶ δύο τίθησιν ὑπερβολὰς ἀμώμου βίου, Μηδεμίαν ἐν μηδενὶ, λέγων. Καὶ οὐκ εἶπε κατηγορίαν, ἀλλ' ὃ πολλῷ ἔλαττον ἦν, Προσκοπήν· τουτέστι, μέμψιν. κατάγνωσιν μηδενὶ παρέχοντες καθ' ἡμῶν. Ἵνα μὴ μωμηθῇ ἡ διακονία ἡμῶν. Τουτέστιν, ἵνα μή τις αὐτῆς ἐπιλάβηται. Καὶ οὐκ εἶπε πάλιν, Ἵνα μὴ κατηγορηθῇ, ἀλλ', Ἵνα μηδὲ τὴν τυχοῦσαν αἰτίαν ἔχῃ, μή τις αὐτῇ εἰς ὁτιοῦν ἐπισκῆψαι δυνηθῇ. Ἀλλ' ἐν παντὶ συνιστῶντες ἑαυτοὺς, ὡς Θεοῦ διάκονοι. Τοῦτο πολλῷ μεῖζον. Οὐ γάρ ἐστιν ἴσον κατηγορίας ἐλεύθερον εἶναι, καὶ τοιαῦτα ἐπιδείκνυσθαι, ὡς πάντοθεν φαίνεσθαι διακόνους ὄντας Θεοῦ· οὐ γάρ ἐστιν ἴσον ἀπηλλάχθαι κατηγορίας, καὶ ἐγκωμίοις βρύειν. Καὶ οὐκ εἶπε, Φαινόμενοι, ἀλλὰ, Συνιστῶντες, τουτέστιν, ἀποδεικνύντες. Εἶτα λέγει καὶ πόθεν τοιοῦτοι ἐγένοντο. Πόθεν οὖν ἐγένοντο; Ἐν ὑπομονῇ πολλῇ, φησί· τὸν θεμέλιον τῶν ἀγαθῶν τιθείς. ∆ιόπερ οὐδὲ ἁπλῶς ὑπομονὴν εἶπεν, ἀλλὰ πολλὴν, καὶ δείκνυσιν αὐτῆς καὶ τὸ μέγεθος. Τὸ γὰρ ἕν τι καὶ δεύτερον ἐνεγκεῖν, οὐδὲν μέγα· ἀλλ' ἐπάγει καὶ τὰς νιφάδας τῶν πειρασμῶν, λέγων, Ἐν θλίψεσιν, ἐν ἀνάγκαις. Τοῦτο ἐπίτασις θλίψεως, ὅταν ἄφυκτα ᾖ τὰ κακὰ, καὶ ὥσπερ ἀνάγκη τις ἐπικέηται τῶν δεινῶν δυσδιεξόδευτος. Ἐν στενοχωρίαις. Ἤτοι ταῖς τοῦ λιμοῦ φησι, καὶ ταῖς τῶν ἄλλων ἀναγκαίων· ἢ καὶ ἁπλῶς ταῖς τῶν πειρασμῶν. Ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις. Καίτοι τούτων καθ' ἑαυτὸ ἕκαστον ἀφόρητον ἦν, καὶ τὸ μαστίζεσθαι μόνον, καὶ τὸ δεδέσθαι μόνον, καὶ τὸ μηδαμοῦ δύνασθαι στῆναι ἐλαυνόμενον· τοῦτο γάρ ἐστιν, Ἐν ἀκαταστασίαις· ὅταν δὲ καὶ πάντα, καὶ ὁμοῦ πάντα ἐπίῃ, ἐννόησον ἡλίκης δεῖται ψυχῆς. Εἶτα μετὰ τῶν ἔξωθεν καὶ τὰ παρ' ἑαυτοῦ τίθησιν. Ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν ἁγνότητι. ∆ιὰ τούτων τοὺς καμάτους αἰνίττεται, οὓς ἔκαμε περιιὼν καὶ ἐργαζόμενος, τὰς νύκτας ἐν αἷς ἐδίδασκεν, ἢ ὅτι καὶ ἐν αὐταῖς εἰργάζετο. Καὶ μετὰ τούτων ἁπάντων οὐδὲ τοῦ νηστεύειν ἠμέλει, καίτοι γε ταῦτα ἀντὶ μυρίων ἤρκει νηστειῶν. Ἁγνότητα δὲ ἐνταῦθα ἢ σωφροσύνην πάλιν, ἢ τὴν ἐν ἅπασι καθαρότητα, ἢ τὸ ἀδωροδόκητον, ἢ καὶ τὸ δωρεὰν τὸ εὐαγγέλιον κηρύττειν. Ἐν γνώσει. Τί ἐστιν, Ἐν γνώσει; Ἐν σοφίᾳτῇ παρὰ τοῦ Θεοῦ δεδομένῃ, τῇ ὄντως γνώσει· οὐ καθάπερ ἐκεῖνοι οἱ δοκοῦντες εἶναι σοφοὶ, καὶ τῇ ἔξωθεν παιδεύσει κομπάζοντες, ταύτῃ δὲ ἐλαττούμενοι. Ἐν μακροθυμίᾳ, ἐν χρηστότητι. Πολὺ γὰρ καὶ ταῦτα γενναίας ἦν ψυχῆς, τὸ πάντοθεν παροξυνόμενον καὶ κεντούμενον, μακροθύμως ἅπαντα φέρειν. Εἶτα δεικνὺς πόθεν τοιοῦτος γέγονεν, ἐπήγαγεν· Ἐν Πνεύματι ἁγίῳ. Ἐν αὐτῷ γὰρ πάντα ταῦτα κατορθοῦμεν, φησίν. Ἀλλ' ὅρα πότε τὴν παρὰ τοῦ Πνεύματος ἔθηκε τοῦ ἁγίου βοήθειαν· ὅτε τὰ παρ' ἑαυτοῦ ἐπεδείξατο. Ἐμοὶ