1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

72

δὲ δοκεῖ καὶ ἕτερον λέγειν διὰ τούτου. Ποῖον δὴ τοῦτο; Ὅτι καὶ Πνεύματος πολλοῦ πεπληρώμεθα, καὶ ἀποδείκνυμεν καὶ ἐντεῦθεν τὴν ἀποστολὴν, ἀπὸ τοῦ χαρισμάτων ἠξιῶσθαι πνευματικῶν. Εἰ γὰρ καὶ χάρις τοῦτο, ἀλλὰ καὶ αὐτὸς αἴτιος 61.484 ὁ διὰ τῶν κατορθωμάτων καὶ τῶν ἱδρώτων τὴν χάριν ἐπισπασάμενος. Εἰ δέ τις εἴποι, μετὰ τῶν εἰρημένων αὐτὸν ἐμφαίνειν τὸ ὅτι καὶ ἐν τῇ χάριτι τῇ πνευματικῇ οὐδεμίαν ἔδωκε προσκοπὴν, οὐκ ἂν ἁμάρτοι τῆς ἐννοίας. Καὶ γὰρ οἱ τὰς γλώσσας λαβόντες παρ' αὐτοῖς, καὶ ἐπαρθέντες, ἐμωμήθησαν· ἔστι γὰρ καὶ χάρισμα λαβόντα πνευματικὸν, οὐκ εἰς δέον αὐτῷ χρήσασθαι. Ἀλλ' οὐχ ἡμεῖς, φησὶν, ἀλλὰ καὶ ἐν πνεύματι, τουτέστιν, καὶ ἐν τοῖς χαρίσμασιν ἀμώμητοι ἐγενόμεθα. Ἐν ἀγάπῃ ἀνυποκρίτῳ. γʹ. Τοῦτο πάντων αἴτιον τῶν ἀγαθῶν, τοῦτο τοιοῦτον αὐτὸν εἰργάζετο, τοῦτο καὶ τὸ Πνεῦμα μένειν ἐποίει παρ' αὐτῷ, δι' οὗ καὶ πάντα αὐτῷ κατωρθοῦτο. Ἐν λόγῳ ἀληθείας. Ὃ πολλαχοῦ λέγει, ὅτι Οὐ δολοῦντες τὸν λόγον τοῦ Θεοῦ, οὐδὲ νοθεύοντες διετελέσαμεν. Ἐν δυνάμει Θεοῦ. Ὅπερ ἀεὶ ποιεῖ, οὐδὲν ἑαυτῷ, ἀλλὰ τῷ Θεῷ τὸ πᾶν ἀνατιθεὶς, καὶ αὐτῷ λογιζόμενος τὰ αὑτοῦ κατορθώματα, τοῦτο καὶ ἐνταῦθα πεποίηκεν. Ἐπειδὴ γὰρ μεγάλα ἐφθέγξατο, καὶ ἔφησεν ἄληπτον παρεσχῆσθαι βίον διὰ πάντων, καὶ φιλοσοφίαν ἄκραν, τῷ Πνεύματι καὶ τῷ Θεῷ ταῦτα ἀνατίθησιν. Οὐδὲ γὰρ τὰ τυχόντα ἦν τὰ εἰρημένα. Εἰ γὰρ καὶ ἐν ἡσυχίᾳ ζῶντα δύσκολον κατορθοῦν καὶ ἄληπτον εἶναι, τὸν ὑπὸ τοσούτων ἐνοχλούμενον πειρασμῶν, καὶ διὰ πάντων λάμψαντα, ἐννόησον ἡλίκης εἶναι ψυχῆς. Καίτοι οὐδὲ ταῦτα ὑπέμενε μόνον, ἀλλὰ καὶ πολλῷ πλείονα τούτων, ἅπερ ἑξῆς τίθησι. Καὶ τὸ δὴ θαυμαστὸν, οὐχ ὅτι ἄληπτος ἦν ἐν τοσούτοις κύμασι πλέων, οὐδ' ὅτι πάντα ὑπέμεινε γενναίως, ἀλλ' ὅτι καὶ μεθ' ἡδονῆς πάντα· ἅπερ διὰ τῶν ἑξῆς ἡμῖν πάντα ποιεῖ φανερὰ λέγων οὕτω· ∆ιὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν. Εἶδες ψυχῆς παράστημα, καὶ φρόνημα εὔτονον; ∆είκνυσι γὰρ ὅτι ὅπλα εἰσὶν αἱ θλίψεις, οὐ μόνον οὐ καταβάλλοντα, ἀλλὰ καὶ τειχίζοντα καὶ ἰσχυροτέρους ποιοῦντα. Ἀριστερὰ δὲ καλεῖ τὰ δοκοῦντα εἶναι λυπηρά· καὶ γὰρ τοιαῦτά ἐστι τὰ τὸν μισθὸν ἔχοντα. Τίνος οὖν ἕνεκεν οὕτως αὐτὰ καλεῖ; Ἢ κατὰ τὴν ὑπόληψιν τῶν πολλῶν, ἢ ἐπειδὴ ἐκέλευσεν ὁ Θεὸς εὔχεσθαι μὴ εἰσελθεῖν εἰς πειρασμόν. ∆ιὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας. Τί λέγεις; ὅτι δόξης ἀπολαύεις, μέγα τοῦτο τίθης εἶναι; Ναὶ, φησί. Τί δήποτε; τὸ μὲν γὰρ ἀτιμίαν ἐνεγκεῖν, μέγα· τὸ δὲ δόξης μετασχεῖν, οὐ νεανικῆς δεῖται ψυχῆς; Νεανικῆς μὲν οὖν καὶ σφόδρα μεγάλης, ὥστε αὐτῆς ἀπολαύοντα μὴ ἐκτραχηλισθῆναι. ∆ιὸ καὶ ἐπὶ τούτῳ φρονεῖ, ὡς ἐπ' ἐκείνῳ· καὶ γὰρ ἐν ἀμφοτέροις ὁμοίως ἔλαμπε. Πῶς δὲ ὅπλον γίνεται δικαιοσύνης; Ὅτι ἐνάγει πολλοὺς εἰς εὐσέβειαν τὸ ἐν τιμῇ εἶναι τοὺς διδασκάλους· καὶ ἔργων δὲ ἀγαθῶν τοῦτο δεῖγμά ἐστι, καὶ τὸν Θεὸν τοῦτο δοξάζει. Καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ εὐμηχανίας, τὸ διὰ τῶν ἐναντίων εἰσάγειν τὸ κήρυγμα. Σκόπει δέ· ἐδέδετο ὁ Παῦλος; Καὶ τοῦτο ἦν ὑπὲρ τοῦ εὐαγγελίου. Τὰ γὰρ κατ' ἐμὲ, φησὶν, εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν, ὥστε τοὺς πλείονας τῶν ἀδελφῶν πεποιθότας τοῖς δεσμοῖς μου, περισσοτέρως τολμᾷν ἀφόβως τὸν λόγον λαλεῖν. ∆όξης πάλιν ἀπήλαυε; Καὶ τοῦτο πάλιν ἐκείνους προθυμοτέρους εἰργάζετο. ∆ιὰ δυσφημίας καὶ εὐφημίας. Οὐ γὰρ 61.485 μόνον ἐκεῖνα γενναίως ἔφερε τὰ ἐν τῷ σώματι, τὰς θλίψεις, καὶ ὅσα ἀπηριθμήσατο, ἀλλὰ καὶ τὰ τῆς ψυχῆς μόνης καθαπτόμενα· οὐδὲ γὰρ καὶ ταῦτα ἁπλῶς θορυβεῖν εἴωθεν. Ὁ γοῦν Ἱερεμίας πολλοὺς ἐνεγκὼν πειρασμοὺς, πρὸς ταῦτα ἀπηγόρευε, καὶ ἐπειδὴ ὠνειδίζετο, ἔλεγεν· Οὐ μὴ προφητεύσω, οὐδὲ μὴ ὀνομάσω τὸ ὄνομα Κυρίου. Καὶ ὁ ∆αυῒδ δὲ πολλαχοῦ τὸν ὀνειδισμὸν ἀποδύρεται. Καὶ ὁ Ἡσαΐας μετὰ πολλὰ ὑπὲρ τούτου παρακαλεῖ, λέγων· Ὀνειδισμὸν τῶν ἀνθρώπων μὴ φοβεῖσθε, καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε. Καὶ ὁ Χριστὸς δὲ πάλιν τοῖς μαθηταῖς, Ὅταν εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι, χαίρετε καὶ ἀγαλλιᾶσθε, φησὶν, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Ἀλλαχοῦ δέ φησι, Καὶ