1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

74

οὐ πάντα εἶχε τὰ ἐκείνων; Εἰ δὲ βούλει καὶ τὰ πνευματικὰ ἰδεῖν, ὄψει καὶ ἐν τούτοις μάλιστα πλουτοῦντα. Ὁ γὰρ οὕτω τῷ βασιλεῖ τῶν πάντων φίλος, ὡς καὶ ἀποῤῥήτων κοινωνεῖν τῷ ∆εσπότῃ τῶν ἀγγέλων, πῶς οὐ πάντων εὐπορώτερος ἦν, καὶ πάντα εἶχεν; Οὐκ ἂν οὕτως ὑπέκειντο δαίμονες, οὐκ ἂν οὕτως ἐδραπέτευσε πάθη καὶ νοσήματα. Καὶ ἡμεῖς τοίνυν, ὅταν τι πάσχωμεν διὰ τὸν Χριστὸν, μὴ μόνον γενναίως φέρωμεν, ἀλλὰ καὶ χαίρωμεν· κἂν νηστεύωμεν, ὡς τρυφῶντες σκιρτῶμεν· κἂν ὑβριζώμεθα, ὡς ἐγκωμιαζόμενοι χορεύωμεν· κἂν ἀναλίσκωμεν, ὡς κερδαίνοντες 61.487 διακεώμεθα· κἂν πένησι παρέχωμεν, λαμβάνειν νομίζωμεν· ὁ γὰρ μὴ οὕτω διδοὺς, οὐδὲ δώσει ῥᾳδίως. Ὅταν τοίνυν θέλῃς σκορπίσαι, μὴ τοῦτο ἴδῃς μόνον, ὅτι ἀναλίσκεις, ἀλλ' ὅτι καὶ πλείονα κερδαίνεις, καὶ τοῦτο πρὸ ἐκείνου. Καὶ μὴ μόνον ἐπὶ ἐλεημοσύνης, ἀλλὰ καὶ ἐπὶ πάσης ἀρετῆς μὴ τὸ δριμὺ τῶν πόνων, ἀλλὰ καὶ τὸ γλυκὺ τῶν ἐπάθλων λογίζου· καὶ πρὸ πάντων τὴν ὑπόθεσιν τῶν παλαισμάτων τὸν Κύριον ἡμῶν Ἰησοῦν· καὶ ῥᾳδίως ἐπιβήσῃ τῶν ἀγώνων, καὶ ἐν ἡδονῇ τὸν ἅπαντα βιώσῃ χρόνον. Οὐδὲν γὰρ οὕτω ποιεῖν ἡδονὴν εἴωθεν, ὡς συνειδὸς ἀγαθόν. ∆ιὰ τοῦτο Παῦλος μὲν καθ' ἑκάστην κοπτόμενος τὴν ἡμέραν, ἔχαιρε καὶ ἠγάλλετο· οἱ δὲ νῦν, οὐδὲ ὄναρ ὑπομένοντές τι τούτων, ἀλγοῦσι καὶ θρηνοῦσιν, οὐδαμόθεν ἄλλοθεν, ἀλλ' ἢ ἐκ τοῦ μὴ φιλόσοφον ἔχειν γνώμην. Ἐπεὶ τίνος ἕνεκεν, εἰπέ μοι, ὁ θρῆνος; ὅτι πένης εἶ, καὶ τῶν ἀναγκαίων ἀπορεῖς; Οὐκοῦν διὰ τοῦτό σε μᾶλλον θρηνεῖν δεῖ, οὐχ ὅτι κλαίεις, οὐχ ὅτι πένης εἶ, ἀλλ' ὅτι μικρόψυχος· οὐχ ὅτι χρήματα οὐκ ἔχεις, ἀλλ' ὅτι τοσούτου τὰ χρήματα τιμᾷς. Καθ' ἑκάστην ἡμέραν ἀπέθνησκε Παῦλος, καὶ οὐκ ἔκλαιεν, ἀλλὰ καὶ ἔχαιρε· λιμῷ ἐμάχετο διηνεκεῖ, καὶ οὐκ ἤλγει, ἀλλὰ καὶ ἐκαλλωπίζετο. εʹ. Σὺ δὲ ὅτι μὴ πάντα ἔχεις τὰ τοῦ ἐνιαυτοῦ κείμενα, ἀλγεῖς καὶ κόπτεις ἑαυτόν; Ναὶ, φησίν· ἐκεῖνος γὰρ τὰ ἑαυτοῦ μόνον ἐμερίμνα, ἐγὼ δὲ καὶ ὑπὲρ οἰκετῶν, καὶ παίδων καὶ γυναικός. Ἐκεῖνος μὲν οὖν μόνος τὰ ἑαυτοῦ οὐκ ἐμερίμνα, ἀλλὰ τὰ τῆς οἰκουμένης ἁπάσης· καὶ σὺ μὲν ὑπὲρ οἰκίας μιᾶς, ἐκεῖνος δὲ ὑπὲρ τῶν ἐν Ἱεροσολύμοις πενήτων τοσούτων ὄντων, ὑπὲρ τῶν ἐν Μακεδονίᾳ, ὑπὲρ τῶν πανταχοῦ πτωχευόντων, ὑπὲρ τῶν διδόντων ἐκείνοις οὐχ ἧττον, ἢ τῶν λαμβανόντων. Καὶ γὰρ διπλῆ ἦν αὐτῷ ἡ φροντὶς ὑπὲρ τῆς οἰκουμένης, καὶ ὅπως τῶν ἀναγκαίων μὴ ἀποροῖεν, καὶ ὅπως ἐν τοῖς πνευματικοῖς πλουτοῖεν. Καὶ οὐχ οὕτω σε λυπεῖ τὰ παιδία πεινῶντα, ὡς ἐκεῖνον τὰ τῶν πιστῶν πράγματα πάντα. Τί λέγω τὰ τῶν πιστῶν; οὐδὲ γὰρ τῆς ὑπὲρ τῶν ἀπίστων φροντίδος ἐλεύθερος ἦν, ἀλλ' οὕτως ὑπὸ ταύτης ἐτήκετο, ὡς εὔχεσθαι καὶ ἀνάθεμα γίνεσθαι ὑπὲρ αὐτῶν· σὺ δὲ, κἂν μυριάκις ἐπικρατήσῃ λιμὸς, οὐκ ἂν ἕλοιό ποτε ἀποθανεῖν ὑπὲρ ὁτουοῦν. Καὶ σὺ μὲν ὑπὲρ γυναικὸς μιᾶς μεριμνᾷς, ἐκεῖνος δὲ ὑπὲρ πασῶν τῶν κατὰ τὴν οἰκουμένην Ἐκκλησιῶν· Ἡ γὰρ μέριμνά μου, φησὶ, πασῶν τῶν Ἐκκλησιῶν. Μέχρι τίνος οὖν παίζεις, ἄνθρωπε, Παύλῳ σαυτὸν παραβάλλων, καὶ οὐ παύσῃ τῆς πολλῆς ταύτης μικροψυχίας; ∆ακρύειν γὰρ, οὐχ ὅταν ἐν πενίᾳ ὦμεν, ἀλλ' ὅταν ἁμαρτάνωμεν, δεῖ· τοῦτο γὰρ θρήνων ἄξιον· ὡς τά γε ἄλλα καὶ γέλωτος. Ἀλλ' οὐ τοῦτό με λυπεῖ, φησὶ, μόνον, ἀλλ' ὅτι καὶ ὁ δεῖνα ἐν δυναστείᾳ, ἐγὼ δὲ ἄτιμος καὶ ἀπεῤῥιμμένος. Καὶ τί τοῦτο; καὶ γὰρ ὁ μακάριος Παῦλος ἄτιμος καὶ ἀπεῤῥιμμένος εἶναι ἐδόκει τοῖς πολλοῖς. Ἀλλ' ἐκεῖνος Παῦλος ἦν, φησίν. Οὐκοῦν οὐχ ἡ τῶν πραγμάτων φύσις, ἀλλ' ἡ τῆς γνώμης ἀσθένεια ποιεῖ σοι τὴν ἀθυμίαν. Μὴ τοίνυν τὴν πενίαν θρήνει, ἀλλὰ σαυτὸν τὸν οὕτω διακείμενον· μᾶλλον δὲ μὴ σαυτὸν 61.488 θρήνει, ἀλλὰ διόρθου, μηδὲ χρήματα ζήτει, ἀλλ' ὃ μυρίων χρημάτων φαιδροτέρους ποιεῖ, τοῦτο δίωκε, φιλοσοφίαν καὶ ἀρετήν. Ταύτης μὲν γὰρ οὔσης, οὐδὲν πενίας βλάβος· ταύτης δὲ οὐκ οὔσης, οὐδὲν χρημάτων ὄφελος. Τί γὰρ ὄφελος, εἰπέ μοι, τῶν πλουτούντων μὲν, πενιχρὰς δὲ ἐχόντων ψυχάς; Οὐχ οὕτω σὺ σαυτὸν ταλανίζεις, ὡς ἐκεῖνος ὁ πλούσιος ἑαυτὸν, ὅτι μὴ τὰ πάντων ἔχει. Εἰ δὲ μὴ κλαίει, καθάπερ σὺ, ἀνάπτυξον αὐτοῦ τὸ συνειδὸς, καὶ ὄψει τοὺς θρήνους καὶ τοὺς κωκυτούς. Θέλεις σοι δείξω τὸν πλοῦτον